Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.72
Not analysed yet
Ἔτι καὶ οἱ θεοὶ ὅταν μὴ τὴν οἰκείαν ἔχωσι σκευὴν μηδὲ ἐν τόπῳ τῷ ἐπιβάλλοντι μηδὲ ἐν σχήματι τῷ προσήκοντι ὦσιν, ὅ τι ἂν λέγωσι, ψευδῆ λέγουσι καὶ ἐξαπατῶσι. προσεκτέον οὖν ὁμοῦ πᾶσι, τῷ λέγοντι τῷ λεγομένῳ τῷ τόπῳ τῷ σχήματι τῇ σκευῇ τοῦ λέγοντος. Χρυσάμπελος ὁ λυριστὴς δίκην ἔχων περὶ παιδὸς εἰς δουλείαν ἀγομένου ἔδοξε τὸν Πᾶνα βλέπειν ἐν τῇ ἀγορᾷ καθεζόμενον ἔχοντα Ῥωμαϊκὴν ἐσθῆτα καὶ ὑπόδεσιν, καὶ πυνθανομένῳ αὐτῷ περὶ τοῦ πράγματος φάναι ῾νικήσειςʼ. ἐλείφθη εἰκότως ἀποβάντος αὐτῷ τούτου ὁ γὰρ φιλέρημος καὶ ἀπράγμων θεὸς καὶ μόνον ἔχων νεβρίδιον καὶ καλαυρόπιον καὶ συρίγγιον ἔμενεν ἐν τῇ ἀγορᾷ καθεζόμενος ἐν ἐσθῆτι πολιτικῇ. οὕτως οὖν καὶ τὰς ἐν τοῖς ὕπνοις γινομένας κρίσεις τῶν ὀνείρων, ἐὰν μὲν ἁπλαῖ ὦσιν, αὐτοκρίτους εἶναι νόμιζε καὶ ἔχειν αὐτὰς ἐν ἑαυταῖς τὰς κρίσεις καὶ μηδὲν παρεγχείρει εἰς τὰ κεκριμένα · ὅταν δὲ μὴ ἁπλαῖ ὦσι, πειρῶ καὶ αὐτὰς τὰς κρίσεις ἑρμηνεύειν τε καὶ διακρίνειν. οἷον ὁ Πλούταρχος εἰς τὸν οὐρανὸν ἀναβαίνειν ὑπὸ τοῦ Ἑρμοῦ ἀγόμενος ἐδόκει, καὶ τῇ ἐπιούσῃ ὄναρ ὑπεκρίνατό τις αὐτῷ τὸν ὄνειρον καὶ ἔφη μακάριον ἔσεσθαι αὐτόν, καὶ τοῦτο εἶναι τὸ εἰς τὸν οὐρανὸν ἀναβαίνειν καὶ τὴν ὑπερβάλλουσαν εὐδαιμονίαν. ἔτυχε δὲ νοσῶν καὶ κακῶς ὑπὸ τῆς νόσου διακείμενος, καὶ οὐκ εἰς μακρὰν ἀπέθανε, καὶ τοῦτο ἦν ὅπερ αὐτῷ καὶ ὁ ὄνειρος καὶ ἡ πρίσις ἐσήμαινον. καὶ γὰρ ἡ εἰς τὸν οὐρανὸν ἀνάβασις νοσοῦντι ὀλέθριος, καὶ ἡ μεγάλη εὐδαιμονία θανάτου σημεῖον· μόνος γὰρ εὐδαιμονεῖ ᾧ μηδὲν μέτεστι κακοδαιμονίας. τοιοῦτος δέ ἐστιν ὁ ἀπσθανών.