Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.80
Not analysed yet
Ὅτι πολλὰ ἐκ τῶν ἐτύμων τῶν ὀνομάτων κριτέον, ἐντεῦθεν ἂν μάθοις. Μενεκράτης ὁ γραμματικὸς εἶπεν ὄνειρον τοιοῦτον. ἐπιθυμιῶν τις παίδων ἔδοξε χρεώστῃ συναντήσας τὸ χρέος ἀπολαβεῖν καὶ ἀποχὴν τῷ χρεώστῃ δοῦναι. καὶ ὁ μὲν ὄνειρος οὕτως. ἱστορεῖ δὲ ὅτι μὴ δυναμένων τῶν ἐν Ἀλεξανδρείᾳ ὀνειροκριτῶν κρῖναι αὐτὸν ἀπορῶν ὁ ἄνθρωπος τί ποτε θέλει σημαίνειν ὁ ὄνειρος, ηὔξατο τῷ Σαράπιδι κρῖναι αὐτῷ τὸ αἴνιγμα. καὶ δὴ ἔδοξεν ὄναρ λέγειν αὐτῷ τὸν Σάραπιν ῾οὐκ ἔσονταί σοι παῖδεςʼ. ὁ γὰρ ἀποχὴν δοὺς τόκον οὐ λαμβάνει, τόκος δὲ καλεῖται ὁ γεννώμενος παῖς. μέμνησο δὲ ὅτι εὐφήμων ὀνομάτων ἄπιστοι αἱ ἐτυμολογίαι, ἐὰν μὴ καὶ τὰ καθʼ ὧν τέτακται τὰ ὀνόματα εἰς ταὐτὸ ῥέπῃ. οἷον Παῦλος ὁ νομικὸς δίκην ἔχων ἐπὶ τοῦ αὐτοκράτορος ἔδοξεν αὐτῷ συναγορεύειν Νίκωνά τινα καλούμενον. ἦν δὲ οὗτος ὁ Νίκων πάλαι ποτὲ ἐπὶ τοῦ αὐτοκράτορος δίκην ἡττημένος. καὶ ὁ μὲν Παῦλος τῷ ὀνόματι μόνῳ προσεῖχεν, ἦν δὲ αὐτῷ καταδίκης σημαντικὸς ὁ ὄνειρος ὀρθῶς καὶ κατὰ λόγον, ὅτι ἦν ὁ Νίκων λελειμμένος.