Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.81
Not analysed yet
Τὰ ἐν νεκυσίοις καὶ περιδείπνοις παρατιθέμενά τισιν οὔτε ἰδεῖν οὔτε φαγεῖν ἀγαθὸν οὔτε περιδειπνεῖσθαι νοσοῦσι μέν γὰρ ὄλεθρον μαντεύεται, ἐρρωμένοις δὲ θάνατόν τινος τῶν οἰκείων προαγορεύει. ὁ Σύρος ἔδοξε τῷ δεσπότῃ περίδειπνον παρατιθέναι, καὶ οὐκ εἰς μακρὰν κατώρυξε τὸν δεσπότην, ὥσπερ καὶ ὁ ὑπὸ τοῦ πάτρωνος ὄναρ πάλιν ἠλευθερωμένος ἀπέβαλε τὸν πάτρωνα θανάτῳ.