Ancient Greek
5.1 to 5.2
Artemidorus, Onirocriticon 5.1-2
Not analysed yet
Ἔδοξέ τις τοῦ Ποσειδῶνος τοῦ ἐν Ἰσθμῷ τῇ βάσει ἁλύσει προσδεδέσθαι. ἱερεὺς ἐγένετο τοῦ Ποσειδῶνος· ἔδει γὰρ αὐτὸν ἀχώριστον εἶναι τῶν τῆς ἱερωσύνης τόπων. Ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα προσαγαγὼν ὥσπερ τι ἱερεῖον ἀποθῦσαι καὶ τὰ κρέα κατακόπτων πιπράσκειν καὶ τὴν ἐμπολὴν αὐτῷ πάνυ πολλὴν γίνεσθαι. ἐπὶ δὲ τούτοις χαίρειν τε ἔδοξε καὶ τὸ συναγόμενον ἀργύριον πειρᾶσθαι κρύπτειν διὰ τὸν τῶν περιισταμένων φθόνον. οὗτος τὴν ἑαυτοῦ γυναῖκα προαγωγεύων ἐπʼ αἰσχροῖς ἐπορίζετο, καὶ ἦν αὐτῷ τὸ ἔργον λυσιτελὲν μὲν εἰς πορισμόν, ἄξιον δὲ ἀποκρύπτεσθαι.