Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.3
Not analysed yet
Ἔδοξέ τις εἰς γυμνάσιον τὸ ἐν τῇ πατρίδι ὂν αὐτοῦ εἰσελθὼν ἰδεῖν εἰκόνα ἰδίαν, ἥτις καὶ ὕπαρ ἦν ἀνακειμένη· εἶτα ἐδόκει αὐτῷ τὸ πῆγμα τῆς εἰκόνος πᾶν τὸ ἔξωθεν διαλελύσθαι. πυνθανομένῳ δέ τινι τί συμβεβηκὸς εἴη περὶ τὴν εἰκόνα λέγειν ᾤετο ‘ἡ μὲν εἰκών μου μένει ὑγιής, τὸ δὲ πῆγμα λέλυται. χωλὸς ἐγένετο ἀμφοτέρους τοὺς πόδας εἰκότως· τὸ μὲν γὰρ γυμνάσιον σύμβολον ἦν τῆς καθʼ ὅλον τὸν ὄγκον εὐεξίας, ἡ δὲ εἰκὼν τὰ περὶ τὸ πρόσωπον ἐσήμαινε, τὸ δὲ ἔξωθεν πῆγμα τὰ λοιπὰ τοῦ σώματος ἧν.