Ancient Greek · ~7 min
5.12 to 5.20
Artemidorus, Onirocriticon 5.12-20
Not analysed yet
Ἔδοξέ τις γυνὴ ἐν τῇ σελήνῃ τρεῖς ὁρᾶν εἰκόνας ἰδίας. ἐγέννησε τρίδυμα θηλυκά, καὶ τὰ τρία τοῦ αὐτοῦ μηνὸς ἀπέθανεν. ἦσαν γὰρ αἱ εἰκόνες τὰ τέκνα, εἷς δὲ περιεῖχεν αὐτὰς κύκλος. τοιγάρτοι ἑνὶ χορίῳ, ὡς λέγουσιν ἰατρῶν παῖδες, περιείχετο τὰ βρέφη. ἔζησε δὲ οὐ πλείονα χρόνον διὰ τὴν σελήνην. Ἔδοξε παῖς παλαιστὴς περὶ τῆς ἐγκρίσεως πεφροντικὼς τὸν Ἀσκληπιὸν κριτὴν εἶναι καὶ παροδεύων ἅμα τοῖς ἄλλοις παισὶν ἐν παρεξαγωγῇ ὑπὸ τοῦ θεοῦ ἐκκεκρίσθαι. καὶ δὴ πρὸ τοῦ ἀγῶνος ἀπέθανεν· ὁ γὰρ θεὸς οὐ τοῦ ἀγῶνος ἀλλὰ τοῦ ζῆν, οὗπερ μᾶλλον εἶναι κριτὴς νομίζεται, ἐξέβαλεν αὐτόν. Ἔδοξέ τις ἐν τῇ σελήνῃ τὸ ἑαυτοῦ πρόσωπον ἰδεῖν. ἀπεδήμησε μακρὰν ἀποδημίαν καὶ τὸν πλεῖστον τοῦ βίου χρόνον ἐν ἄλῃ καὶ ξενιτεία διῆγε· τὸ γὰρ ἀεικίνητον τῆς σελήνης ἔμελλε συμπεριοίσειν αὐτόν. Ἔδοξέ τις σιδήρεον αἰδοῖον ἔχειν. ἐγένετο αὐτῷ υἱός, ὑφʼ οὗ ἀνῃρέθη. καὶ γὰρ ὁ σίδηρος ὑπὸ τοῦ ἐξ αὐτοῦ γενομένου ἰοῦ φθείρεται. Ἔδοξέ τις ναύκληρος ἐν Μακάρων νήσοις εἶναι καὶ ὑπὸ τῶν ἡρώων κατέχεσθαι, ἔπειτα ἐλθόντα τὸν Ἀγαμέμνονα ἀπολῦσαι αὐτόν. ἀγγαρεία περιπεσὼν ὑπὸ τῶν ἐπιτρόπων τοῦ αὐτοκράτορος κατεσχέθη, ἔπειτα ἐντυχὼν τῷ βασιλεῖ ἀφείθη τῆς ἀγγαρείας. Ἔδοξέ τις ἀποδημῶν τῆς οἰκείας τὴν κλεῖδα τοῦ οἰκήματος ἀπολωλεκέναι. ἀνακομισθεὶς εὗρε τὴν θυγατέρα ἐφθαρμένην· τρόπον γάρ τινα ἔλεγεν αὐτῷ τὸ ὄναρ οὐκ εἶναι ἐν ἀσφαλεῖ τὰ οἴκοι. Ἔδοξέ τις ἐκ τῆς κεφαλῆς ἐκ αὐτοῦ ἐλαίαν πεφυκέναι. ἐφιλοσόφησεν εὐτόνως καὶ τοῖς λόγοις καὶ τῇ ἀσκήσει χρησάμενος ἀκολούθως· καὶ γὰρ ἀειθαλὲς τὸ φυτὸν καὶ στερεὸν καὶ τῇ Ἀθηνᾷ ἀνάκειται. φρόνησις δὲ εἶναι νομίζεται ἡ θεός. Ἔδοξέ τις τῷ ἡλίῳ συνανατέλλειν καὶ τῇ σελήνῃ συντρέχειν. ἀπήγξατο, καὶ οὕτως ὅ τε ἥλιος καὶ ἡ σελήνη ἀνίσχοντες ἔβλεπον αὐτὸν μετάρσιον ὄντα . Ἔδοξέ τις τὸν δοῦλον αὐτοῦ, ὃν μάλιστα παρὰ τοὺς ἄλλους ἐτίμα, φανὸν γεγονέναι τυφλὸς ἐγένετο καὶ ὑπὸ τοῦ δούλου αὐτοῦ ἐκείνου ἐχειραγωγεῖτο καὶ τοῦτον τὸν τρόπον διʼ ἐκείνου τὸ φῶς ἔβλεπεν.