Ancient Greek
5.21 to 5.27
Artemidorus, Onirocriticon 5.21-27
Not analysed yet
Ἔδοξέ τις ἐπὶ κύκλῳ τρίποδος διαπλεῖν πέλαγος μέγα. φεύγων ἀδικημάτων γραφὴν ἑάλω καὶ εἰς νῆσον κατεδικάσθη· τὸ γὰρ περιοχοῦν αὐτὸν ἦν περίρρυτον καὶ ἐοικὸς νήσῳ. Ἔδοξέ τις τὸ ἑαυτοῦ παιδίον ἀποδέρειν καὶ ποιεῖν ἀσκόν. τῇ ὑστεραίᾳ τὸ παιδίον αὐτοῦ εἰς ποταμὸν πεσὸν ἐπνίγη· καὶ γὰρ ἀπὸ νεκρῶν σαρκῶν ὁ ἀσκὸς γίνεται καὶ ὑγροῦ ἐστι δεκτικός. Ἔδοξέ τις τοῦ οὐρανοῦ ἀστέρα ἐκπεσεῖν καὶ ἄλλον χαμόθεν εἰς τὸν οὐρανὸν ἀναβῆναι. οὗτος ἦν οἰκέτης τινός. ἔπειτα ὁ δεσπότης αὐτοῦ ἀπέθανεν, ἡγούμενος δὲ ἐλεύθερός τε καὶ ἀδέσποτος εἶναι εὗρε παῖδα τοῦ προτέρου δεσπότου, ᾧ κατ’ ἀνάγκην ἐδούλευσεν. ὁ μὲν οὖν πεσὼν ἀστὴρ ἐσήμαινε τὸν ἀποθανούμενον, ὁ δὲ εἰς οὐρανὸν ἀνελθὼν τὸν ἐποψόμενον καὶ δεσπόσοντα αὐτοῦ. Ἔδοξέ τις εἰς χοίνικα χέζειν. ἑάλω ἀδελφῇ τῇ ἑαυτοῦ μιγνύμενος· μέτρον γὰρ ἡ χοῖνιξ, τὸ δὲ μέτρον νόμῳ ἔοικε. τρόπον οὖν τινα παρενόμει παρὰ τὰ νενομισμένα κοινῇ τοῖς Ἕλλησι πράττων. Ἔδοξέ τις ἐρωμένην τὴν ἑαυτοῦ ὁρᾶν ἐν σταμνίῳ ὀστρακίνῳ κειμένην. ἀπέθανεν ἡ ἐρωμένη αὐτοῦ σφαγεῖσα ὑπὸ δούλου δημοσίου. θάνατον μὲν γὰρ εἰκότως ἐσήμαινε τῇ γυναικὶ τὸ εἶναι ἐν τῷ ὀστρακίνῳ σκεύει· ὑπὸ δημοσίου δέ, ἐπεὶ καὶ τὸ σταμνίον δημόσιόν τε καὶ πᾶσιν ὑπηρετοῦν. Ἔδοξέ τις τοῦ Σαράπιδος τὸ ὄνομα ἐγγεγραμμένον λεπίδι χαλκῇ περὶ τὸν τράχηλον δεδέσθαι ὥσπερ σκυτίδα. συνάγχῃ ληφθεὶς ἑπτὰ ἡμέραις ἀπέθανε· καὶ γὰρ χθόνιος ὁ θεὸς εἶναι νενόμισται καὶ τὸν αὐτὸν ἔχει λόγον τῷ Πλούτωνι, καὶ τὸ ὄνομα αὐτοῦ γράμματα ἑπτὰ ἔχει, καὶ καθʼ ὃ περιέκειτο τὴν σκυτίδα μέρος, κατʼ ἐκεῖνο τὸ μέρος νοσήσας ἀπέθανεν. Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν. ἀπέθανεν εἰκότως· ἦν γὰρ σύμβολον τῆς ὅλης καταστάσεως καὶ τοῦ τέλους ἡ ἑστία, ἣν ἐπὶ ξένης οἰκοδομῶν ἔμελλεν ἕξειν τὸ τέλος.