Ancient Greek
5.28 to 5.29
Artemidorus, Onirocriticon 5.28-29
Not analysed yet
Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν καὶ ἀντὶ λίθων τὰ ἴδια βιβλία τῷ πηλῷ περιπλάσσειν, εἶτα μεταδόξαν αὐτῷ καταβαλεῖν καὶ παύσασθαι οἰκοδομοῦντα. ἐνόσησε πονηρῶς καὶ εἰς ἔσχατον ἐλθὼν κίνδυνον μόλις ἐσώθη. τούτων τὰς αἰτίας φανερὰς οὔσας περισσὸν ἡγοῦμαι λέγειν. Ἔδοξέ τις ὑπὸ γυναικὸς ἣν ἐκ πολλοῦ ἐγνώριζε διώκεσθαι βουλομένης περιβαλεῖν αὐτῷ τοὺς λεγομένους τῇ Ῥωμαίων φωνῇ φαινόλας μέσους λελυμένους ἐκ τῶν ῥαφῶν, καὶ τέλος οὐ βουλόμενος καταναγκασθῆναι. τούτου ἐρασθεῖσα ἡ γυνὴ ἐγήματο αὐτῷ οὐ βουλομένῳ καὶ διʼ ὀλίγων ἐτῶν ἀπηλλάγη αὐτοῦ διὰ τὸ λελύσθαι τοὺς φαινόλας.