Ancient Greek
5.31 to 5.36
Artemidorus, Onirocriticon 5.31-36
Not analysed yet
Ἔδοξέ τις ἑαυτὸν περαίνειν, ἀνὴρ οὐκ ἄσημος καὶ τελῶν μεγάλων μισθωτής. εἰς τοσοῦτο περιστάσεως ἦλθεν, ὥστε διʼ ἀπορίαν τε καὶ χρεῶν συνέχειαν ἑαυτὸν ἐξαγαγεῖν τοῦ βίου εἰκότως· ἦν γὰρ αὐτῷ τοσαύτη ἑτέρου σώματος ἐρημία καὶ ἀναλωμάτων ἀπορία ,ὥστε τὴν ὄρεξιν εἰς ἑαυτὸν ἐπιστρέψαι . Ἔδοξέ τις τὸν δακτύλιον αὐτοῦ, ᾧ πάντα κατεσημαίνετο, ἐκβαλεῖν, εἶτα ζητῶν καταλαβεῖν τὸν ἐν αὐτῷ λίθον κατεαγμένον εἰς πολλά, ὥστε ἄχρηστον εἶναι. διέπεσεν αὐτῷ πάντα τὰ πράγματα ἡμερῶν πέντε καὶ πεντήκοντα. Ἔδοξέ τις ἐπικύψας πονηρὸν ὄζοντας τοὺς περὶ τὸν ὀμφαλὸν τόπους καταλαβεῖν. φάρμακον θανάσιμον ἑκὼν ἔπιεν οὐχ ὑπομένων περίστασιν ἀνάγκην τε χρεῶν· φόβῳ γὰρ τοῦ μὴ τὰ ἀναγκαῖα καὶ ἀπόκρυφα αὐτοῦ ἐξοζήσῃ καὶ ἐγνώσθη παρὰ τὸ δέον καὶ ἐκαύθη θᾶττον καὶ ἀπέθανεν. Ἔδοξέ τις λαμπάδας ἀπὸ τῆς ἑστίας τῆς ἔνδον παρ᾽ αὐτῷ μὴ δύνασθαι ἀνάψαι καὶ ἀπὸ τοῦ οὐρανίου ἀνάψαι πυρός. ἐσταυρώθη καὶ τοῦτον τὸν τρόπον τῷ οὐρανίῳ πυρὶ ἐθάλπετο. Ἔδοξέ τις ἀδελφὴν ἔχων πλουσίαν ἅμα καὶ νοσοῦσαν πρὸ τῆς οἰκίας τῆς ἀδελφῆς συκῆν πεφυκέναι καὶ ἀπʼ αὐτῆς δρεπόμενος σῦκα μέλανα τὸν ἀριθμὸν ἑπτὰ ἐσθίειν. ἀπέθανεν ἡ ἀδελφὴ ἐπὶ κληρονόμῳ τῷ ἰδόντι τὸν ὄνειρον ἑπτὰ ἡμέρας ἐπιζήσασα. φανεροὶ οἱ λόγοι. Ἔδοξέ τις ὑπὸ τοῦ στρατηγοῦ τῆς ἑαυτοῦ πόλεως ἐκβάλλεσθαι τοῦ γυμνασίου. τοῦτον ὁ πατὴρ ἐξέβαλε τῆς οἰκίας· ὃν γὰρ ἔχει λόγον ἐν τῇ πόλει στρατηγός, τὸν αὐτὸν ἐν τῇ οἰκίᾳ πατήρ.