Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.37
Not analysed yet
Ἔδοξέ τις γυνὴ ἐν τῷ δεξιῷ μαζῷ ὀφθαλμὸν ἔχειν. υἱὸς ἦν αὐτῇ ἀγαπητός, ὃν οὐκ εἰς μακρὰν ἐκόψατο. ᾧ γὰρ λόγῳ ὁ δόξας ποτὲ ἐν τῷ δεξιῷ ὤμῳ ὀφθαλμὸν ἔχειν ἐξέβαλε τὸν ἀδελφόν (τρόπον γάρ τινα ἔλεγεν αὐτῷ τὸ ὄναρ ‘βλέπε τὸν ὦμον, αὐτῷ τούτῳ πρόσεχε τῷ ὤμῳ’), τούτῳ τῷ λόγῳ καὶ ἡ γυνὴ οὐ τὸν μαζὸν ἀλλὰ τὸν ἐοικότα τῷ μαζῷ υἱὸν ἀπώλεσεν.