Ancient Greek
5.40 to 5.41
Artemidorus, Onirocriticon 5.40-41
Not analysed yet
Ἔδοξέ τις ἐκ τῶν σαρκῶν ἐκδύνειν ὥσπερ ὄφις ἐκ τοῦ γήρως. τῇ ὑστεραία ἀπέθανε· καὶ γὰρ ἡ ψυχὴ τὸ σῶμα καταλιπεῖν μέλλουσα τοιαύτας παρείχετο φαντασίας. Ἔδοξέ τις ἐν Ἰσθμῷ γινόμενος τὸν ἴδιον υἱὸν ζητεῖν. ἀπώλετο ὁ υἱὸς αὐτοῦ διὰ τὸν μῦθον τὸν Μελικέρτειον.