Ancient Greek · ~3 min
Book 5
Artemidorus, Onirocriticon 5.39
Not analysed yet
Ἔδοξέ τις δύο θυγατέρας ἔχων παρθένους τὴν μὲν προτέραν ἔχειν ἐπὶ τὴν κεφαλὴν χρυσέαν Ἀφροδίτην πεπεδημένην, τὴν δʼ ἑτέραν ἀμπέλου στέλεχος πεφυκός. τούτων ἡ μὲν προτέρα ἐγήματο, ἡ δὲ ἑτέρα ἀπέθανεν· ἡ γὰρ Ἀφροδίτη γάμου καὶ παιδοποιίας ἦν σύμβολον κατὰ τὸ Ὁμηρικὸν ‘ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,ʼ καὶ τὸ πολυτελὲς τῆς ὕλης τὸ τερπνὸν τοῦ γάμου ἐσήμαινεν, ἄλλως τε καὶ κατάλληλος τῇ Ἀφροδίτῃ ὁ χρυσός . αἱ δὲ πέδαι τὸ ἀδιάλυτον τοῦ γάμου ἐσήμαινον· ἡ δὲ ἄμπελος θανάτου σημεῖον ἦν τοῦ περὶ τὴν ἑτέραν ἐσομένου διὰ τὸ γῆθεν φύεσθαι (εἰς γῆν δὲ καὶ τὰ σώματα ἀναλύεται) καὶ ὅτι ἐν τῷ ἀκμαιοτάτῳ τῆς ὥρας τοῦ καρποῦ στερίσκεται ἡ ἄμπελος.