Ancient Greek
5.59 to 5.62
Artemidorus, Onirocriticon 5.59-62
Not analysed yet
Ἔδοξέ τις οὐρανόθεν πεσὸν ἀκόντιον τρῶσαι αὐτὸν εἰς τὸν ἕτερον πόδα. οὗτος ὑπὸ ὄφεως δηχθεὶς τοῦ λεγομένου ἀκοντίου εἰς τὸν πόδα ἐκεῖνον σφακελίσας ἀπέθανεν. Ἔδοξέ τις ὑπὸ ζυγὸν ἀχθεὶς ἅμα τῷ ἀδελφῷ πάλαι τεθνεῶτι ζευχθεὶς ὑπὸ τῆς μητρὸς ὥσπερ τι ὑποζύγιον ἐλαύνεσθαι τῆς μητρὸς ἡνιοχούσης. ἦλθε παρὰ τὴν μητέρα κάμνων καὶ ἀπέθανε καὶ ἐτάφη ὁμοῦ τῷ ἀδελφῷ, καὶ ταύτην τὴν συνωρίδα ἔζευξεν ἀθλίως ἡ μήτηρ. Ἕδοξέ τις ὑπὸ τοῦ Ἀσκληπιοῦ ξίφει πληγεὶς εἰς τὴν γαστέρα ἀπσθανεῖν. τούτῳ ἀπόστημα ἐγένετο κατὰ τῆς γαστρὸς καὶ ἰάσατο αὐτὸν ὁ Ἀσκληπιὸς τομῇ χρησάμενος. Ἔδοξέ τις τὸ ἑαυτοῦ αἰδοῖον ἄρτῳ καὶ τυρῷ ψωμίζειν ὥσπερ τι ζῷον. κακῶς ἀπέθανε· δέον γὰρ προσφέρειν τῷ στόματι τὰς τροφὰς τῷ αἰδοίῳ προσέφερεν, ὥσπερ αἰνισσόμενος οὐκ ἔχειν πρόσωπον οὐδὲ στόμα.