Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.63
Not analysed yet
Ἔδοξε γυνὴ ἐκ τοῦ στήθους αὐτῆς ἐκπεφυκέναι πυρῶν στάχυας καὶ εἰς τὴν φύσιν αὐτῆς ἐπικλωμένους πάλιν καταδύεσθαι. αὕτη κατὰ περίστασιν ἀγνοοῦσα τῷ ἑαυτῆς παιδὶ ἐμίγη, ἔπειτα ἑαυτήν τε διεχρήσατο καὶ πονηρῶς ἀπέθανεν· οἱ μὲν γὰρ στάχυες τὸν παῖδα ἐσήμαινον, ἡ δὲ εἰς τὴν φύσιν αὐτῆς κατάδυσις τὴν μίξιν, τὸν δὲ ἐπʼ αὐτῇ μόρον ἐσήμαινεν ἐκπεφυκότα τὰ σπέρματα ἀπὸ τοῦ σώματος αὐτῆς, διὰ τὸ γῆθεν καὶ μὴ ἀπὸ τῶν σωμάτων ἐκφύεσθαι.