Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.74
Not analysed yet
Ἔδοξέ τις μεταμορφωθεὶς δένδρον γενέσθαι παμμέγεθες δικροῦν, καὶ τὸ μὲν ἕτερον μέρος εἶναι λεύκην τὸ δὲ ἕτερον πίτυν· ἔπειτα τῇ μὲν λεύκῃ παντοδαποὺς ὄρνιθας ἐφιζάνειν τῇ δὲ πίτυϊ λάρους καὶ αἰθυίας καὶ ὅσα ἄλλα ἐστὶ θαλάσσια ὄρνεα. ἐγένοντο αὐτῷ παῖδες δύο, ὧν ὁ μὲν ἕτερος ἤθλησε διὰ τὴν λεύκην καὶ περινοστῶν παντοδαπῶν ἀνθρώπων καὶ μὴ ὁμοφύλων ἠνέσχετο, ὁ δὲ ἕτερος καίπερ ὢν γεωργοῦ παῖς ναύκληρος ἐγένετο καὶ τῶν οὐκ ἀσήμως πλευσάντων. αὐτὸς δὲ ὁ ἰδὼν τὸν ὄνειρον μακρογήρως καὶ λιπαρῶς κατεβίωσεν.