Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.75
Not analysed yet
Ἔδοξέ τις παῖδα παγκρατιαστὴν εἰς Ὀλύμπια ἀναγαγὼν καταδεδικάσθαι τὴν ἐπὶ θανάτῳ τὸν παῖδα σφαγησόμενον δῆθεν ἐπὶ τοῦ βωμοῦ τοῦ Διός, αὐτὸς δὲ κατολοφυράμενος καὶ πολλὰ ἱκετεύσας παρῃτήσατο μὴ ἀποθανεῖν τὸν παῖδα. ἐνεκρίθη ὁ παῖς καὶ ἠγωνίσατο καὶ ἐν ἐλπίδι μεγάλῃ τοῦ νικᾶν γενόμενος ἐλείφθη εἰκότως· οὔτε γὰρ ἐν τελευτῇ ἐγένετο, τοῦτʼ ἔστιν ἐν συμπεράσματι τοῦ νικᾶν, οὔτε μὴν δημοσίας ἔτυχε τιμῆς· ὡς γὰρ εἰκὸς οἱ προθυόμενοι δημοσίᾳ μεγάλων τιμῶν ἀξιοῦνται, κατὰ ταὐτὰ δὲ καὶ οἱ Ὀλυμπιονῖκαι.