Ancient Greek
5.79 to 5.81
Artemidorus, Onirocriticon 5.79-81
Not analysed yet
Δρομεὺς μέλλων ἀγωνίζεσθαι ἱερὸν ἀγῶνα ἔδοξεν ὀχετὸν ὕδατος ἔμπλεων κόπρου καὶ βορβόρου λαβὼν κόρηθρον ἐκκαθαίρειν καὶ καταπλύνειν ὕδατι πολλῷ, ὅπως εὔρουν τε καὶ καθαρὸν ἀποδείξειε. τῇ ὑστεραία κλυστῆρα προσθέμενος καὶ ὑπεξαγαγὼν τῆς ἑαυτοῦ γαστρὸς τὰ σκύβαλα, καίπερ ἐγγὺς ὢν τοῦ ἀγῶνος, εὔπους τε καὶ κοῦφος γενόμενος ἐστεφανώθη. Ἔδοξέ τις γυνὴ τὸν ἑαυτῆς ἐραστὴν χοιρείαν αὐτῇ κεφαλὴν δωρεῖσθαι. ἐμίσησε τὸν ἐραστὴν καὶ κατέλιπεν αὐτόν· ἀναφρόδιτος γὰρ ὁ χοῖρος. Ἔδοξέ τις κύκλιος αὐλητὴς τὰ πέλματα τῶν ποδῶν αὐτοῦ ηὐλοκοπῆσθαι. κατέλυσε καὶ ἐπαύσατο αὐλῶν τε καὶ ἀγωνιζόμενος, καὶ οὕτως ἀργοῖς ἐχρήσατο τοῖς ποσὶν ὥσπερ ηὐλοκοπημένοις οὐκέτι βαίνων ἐν τῷ κατὰ σκηνὴν ἔργῳ.