Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.78
Not analysed yet
Δρομεὺς μέλλων ἱερὸν ἀγῶνα ἀγωνίζεσθαι ἔδοξε κεράμιον ἔχων ἐπὶ κρήνην ἀφῖχθαι ἀρυσόμενος ὕδωρ. καὶ ἕως ἀφικνεῖτο ἐπὶ τὴν κρήνην, ἔρρεε τὸ ὕδωρ· ἄρτι δὲ προσιόντος αὐτοῦ καὶ βουλομένου λαβεῖν ἐπαύσατο ῥέον. ἐπεὶ δὲ διαλιπτὼν πάλιν προσῄει, πάλιν ὁμοίως ῥέον ἄρτι προσιόντος ἐπαύσατο, καὶ τρίτον ὁμοίως. τέλος δὲ καὶ παντελῶς ἐξέλιπεν, ὥστε ὀργισθέντα ῥῆξαί τε καὶ κατεάξαι τὸ κεράμιον. δραμὼν ἐξ ἴσης ἄλλῳ καίπερ οὔσης ῥοπῆς τινος κατ’ αὐτὸν πλείονος πάλιν ἠναγκάσθη δραμεῖν. καὶ δεύτερον συνελὼν τῷ ἀνταγωνιστῇ τὰ τέρματα τρίτον ἔδραμε καὶ πολλῆς γενομένης τῆς κατʼ αὐτὸν ῥοπῆς ἀφῃρέθη τοῦ στεφάνου· ἔτυχε γὰρ σπεύδων τῷ ἀνταγωνιστῇ ὁ τὸν ἀγῶνα ἐπιτελῶν. παρῆν δὲ εἰκάζειν τὴν μὲν κρήνην τῷ ἀγῶνι, τὸν δὲ ὀχετὸν τῷ ἀγωνοθέτῃ, τὸ δὲ ὕδωρ τῷ στεφάνῳ, τὸ δὲ κεράμιον τῇ ἀσκήσει καὶ τὴν ἀποτυχίαν τοῦ ὕδατος διὰ τὸν οὐ παρέχοντα ὀχετὸν τῇ ἀποτυχίᾳ τοῦ στεφάνου διὰ τὸν κατασπεύδοντα ἀγωνοθέτην, τὴν δὲ ματαίαν ἄσκησιν τῇ τοῦ κεραμίου κατάξει.