Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_ARTEMON_CASSANDRENSIS
ARTEMON CASSANDRENSIS, Fragmenta 11
Not analysed yet
Ἀρτέμων δ ̓ ἐν τῷ πρώτῳ Περὶ Διονυσιακοῦ συστήματος Τιμόθεόν φησι τὸν Μιλήσιον παρὰ τοῖς πολλοῖς δόξαι πολυχορδοτέρῳ συστήματι χρήσασθαι τῇ μαγάδι· διὸ καὶ παρὰ τοῖς Λάκωσιν εὐθυνόμενον, ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικὴν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, δεῖξαι παρ ̓ αὐτοῖς ὑπάρχοντα Ἀπολλωνίσκον, πρὸς τὴν αὑτοῦ σύνταξιν ἰσόχορδον λύραν ἔχοντα, καὶ ἀφεθῆναι.