Ancient Greek · ~2 min
13 to 14
ARTEMON CASSANDRENSIS, Fragmenta 13-14
Not analysed yet
Περὶ Πολυγνώτου τοῦ Ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας, ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ θησαυρῷ καὶ τῷ ἀνακείῳ γραφάς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ Περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς Περὶ γραφικῆς. Ἀρτέμων μὲν οὖν, ὁ τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολὰς, φησὶν ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου.