Ancient Greek · ~2 min
1 to 2
ARTEMON CLAZOMENIUS, Fragmenta 1-2
Not analysed yet
Ἀκούω δὲ ἐν Κλαζομεναῖς σῦν γενέσθαι πτηνὸν, ἥπερ οὖν ἐλυμαίνετο τὴν χώραν τοῖς Κλαζομενίοις· καὶ λέγει τοῦτο Ἀρέμων ἐν τοῖς Ὥροις (ὅροις codd.) τοῖς Κλαζομενίων, ἔνθεν τοι καὶ χῶρος ἐκεῖ κέκληται ὑὸς πτερωτῆς ὀνομαζόμενός τε καὶ ᾀδόμενος. Ἀρκτῖνος Τήλεω, τοῦ Ναύτεω ἀπογόνου, Μιλήσιος, ἐποποιὸς, μαθητὴς Ὁμήρου, ὡς λέγει ὁ Κλαζομένιος Ἀρτέμων ἐν τῷ Περὶ Ὁμήρου, γεγονὼς κατὰ τὴν θ’ ὀλυμπιάδα μετὰ υ’ ἔτη τῶν Τρωικῶν.