Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_ASCLEPIADES_MYRLEANUS
ASCLEPIADES MYRLEANUS, Fragmenta 4
Not analysed yet
Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς, χαμαικέρασόν τινα καλῶν δένδρον, ἔφη οὕτως· «Ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ ̓ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους, καθότι οἶνος, βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.» Ταῦτα ὁ Ἀσκληπιάδης, φησὶ φησὶ, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. Τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον, καὶ ὁ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται.