Ancient Greek
Dfhg-Source dfhg3_ASCLEPIADES_TRAGILENSIS
ASCLEPIADES TRAGILENSIS, Fragmenta 12
Not analysed yet
Βελλεροφόντην.] Οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους· ἀνελὼν δὲ Βέλλερον τὸν Κορινθίων δυνάστην Βελλεροφόντης ἐκλήθη. Ἦν δὲ φύσει μὲν παῖς Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου. Λαβὼν δὲ παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πήγασον πτερωτὸν ἵππον (διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκοι ἐκ τοῦ τῆς Γοργόνος τραχήλου), τούτῳ ἐπωχεῖτο. Δράσας δὲ ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας, φεύγει εἰς Ἄργος. Τυχὼν δὲ καθαρσίων παρὰ Προίτου τοῦ βασιλέως, μετ ̓ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ τοῦ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελλεροφόντου, ἐδεῖτο ὅπως αὐτῇ συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέλεγειν. Ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατειποῦσα, ὡς ἄρα εἴη βεβιασμένη πρὸς αὐτοῦ. Ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἠβουλήθη τὸν Βελλεροφόντην ἀποκτεῖναι, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθ ̓ ἑαυτοῦ κομίζοντα γράμματα. Ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετόπησε τὴν κατ ̓ αὐτοῦ στρατηγηθεῖσαν δεινὴν καταβουλήν· τοσοῦτον γὰρ κακῶν ὄχλον τῇ δυνάμει κατηγωνίσατο. Ἔδωκε δὲ αὐτῷ πρὸς γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖράν τινα. Λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφ ̓ οἷς ἔπραξε θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι· τὰ γὰρ νῶτα, ὡς ἔφημεν, πτερωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ, ὥστε ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπ ̓ αὐτοῦ καλούμενον Ἀλήιον πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν ὑπὸ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις.