Ancient Greek
Dfhg-Source dfhg3_ASCLEPIADES_TRAGILENSIS
ASCLEPIADES TRAGILENSIS, Fragmenta 22
Not analysed yet
Γημαμένη (sc. Μεγάρα) Ἡρακλεῖ παῖδας ἴσχει Θηριόμαχον καὶ Κρεοντιάδην. Βαδίζοντος δὲ αὐτοῦ εἰς ᾅδου ἐπὶ τὸν τοῦ κυνὸς ἆθλον, Λύκος ὁ τῶν Θηβῶν βασιλεὺς πεισθεὶς Ἥρᾳ καταστέφει τοὺς Ἡρακλέους παῖδας ἵνα θύσῃ· οὐ γὰρ αὐτὸν ἐπανήξειν ᾤετο. Παραγενόμενος δὲ Ἡρακλῆς ἀναιρεῖ αὐτὸν καὶ τοὺς ἐκείνου παῖδας. Μανεὶς δὲ διὰ τὴν Ἥραν κτείνει τοὺς ἰδίους. Ἕμελλε δὲ καὶ τὸν ἀδελφὸν Ἰφικλέα, εἰ μὴ ἔφθασεν Ἀθηνᾶ κωλύουσα. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.