Ancient Greek
Περὶ τῆς φαλάγγων διαφορᾶς
Asclepiodotus, Τέχνη τακτική 1
Not analysed yet
τῆς τελείας παρασκευῆς πρὸς πόλεμον διττῆς οὔσης, χερσαίας τε καὶ ναυτικῆς, περὶ τῆς χερσαίας τὰ νῦν λεκτέον. ταύτης τοίνυν τὸ μέν ἐστι μάχιμον, τὸ δʼ εἰς τὴν τούτου χρείαν ὑπηρετοῦν, οἷον ἰατρῶν καὶ σκευοφόρων καὶ τῶν ὁμοίων. τοῦ δὲ μαχίμου τὸ μέν ἐστι πεζόν, τὸ δʼ ὀχηματικόν· τὸ μὲν γὰρ ποσὶ χρῆται πρὸς τὴν μάχην, τὸ δʼ ἐπί τινος ὀχεῖται.