Ancient Greek · ~2 min
Περὶ διατάξεως τῶν ἀνδρῶν καθʼ ὅλην τε τὴν φάλαγγα ἢ κατὰ τὰ μέρη
Asclepiodotus, Τέχνη τακτική 1-3
Not analysed yet
διατέτακται δὲ ἥ τε ὅλη φάλαγξ καὶ τὰ μέρη κατὰ τετράδα, ὥστε τῶν τεσσάρων ἀποτομῶν τὴν μὲν ἀρίστην κατʼ ἀρετὴν τοῦ δεξιοῦ κέρατος τετάχθαι δεξιάν, τὴν δὲ δευτέραν ἀριστερὰν τοῦ λαιοῦ καὶ δεξιὰν τὴν τρίτην, τὴν δὲ τετάρτην τοῦ δεξιοῦ λαιάν. οὕτω γὰρ διατεταγμένων ἴσον εἶναι συμβήσεται κατὰ δύναμιν τὸ δεξιὸν κέρας τῷ λαιῷ· τὸ γὰρ ὑπὸ πρώτου καὶ τετάρτου, φασὶ γεωμέτριοι, ἴσον ἔσται τῷ ὑπὸ δευτέρου καὶ τρίτου, ἐὰν τὰ τέσσαρα ἀνὰ λόγον ᾖ.