Ancient Greek · ~2 min
Περὶ ψιλῶν τε καὶ πελταστῶν
Asclepiodotus, Τέχνη τακτική 1-6
Not analysed yet
οἱ δὲ ψιλοί τε καὶ πελτασταὶ πρὸς τὰς ἁρμοζούσας χρείας ὑπὸ τοῦ στρατηγοῦ ταγήσονται τοτὲ μὲν πρὸ τῆς φάλαγγος, τοτὲ δὲ ὑπὸ τῇ φάλαγγι, ἄλλοτε δὲ κατὰ δεξιά τε καὶ ἀριστερά· ὀνομάζεται δὲ τὸ μὲν πρόταξις, τὸ δʼ ὑπόταξις, τὸ δὲ προσένταξις· ἔστι δʼ ὅτε καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παρʼ ἄνδρα τάττονται· λέγεται δὲ καὶ τοῦτο παρένταξις, διʼ ὅτι ἀνομοίων ἐστὶ παρένθεσις, οἷον ψιλῶν παρʼ ὁπλίτας· τὴν γοῦν τῶν ὁμοίων παρένθεσιν, οἷον ὁπλιτῶν παρʼ ὁπλίτας ἢ ψιλῶν παρὰ ψιλούσ—ῥηθήσεται γὰρ καὶ ἡ τούτων χρεία—, παρένταξιν μὲν οὐκέτι, παρεμβολὴν δὲ ἐπονομάζουσι.