Ancient Greek · ~2 min
Περὶ ἁρμάτων
Asclepiodotus, Τέχνη τακτική 1-8
Not analysed yet
τῶν δὲ ἁρμάτων καὶ ἐλεφάντων εἰ καὶ τὴν χρῆσιν σπανίζουσαν εὑρίσκομεν, ἀλλʼ ὁμῶς πρὸς τὸ τέλειον τῆς γραφῆς τὰς ὀνομασίας ἐκθησόμεθα. καλουσι τοίνον τὰ μὲν δύο ἅρματα ζυγαρχίαν, τὰς δὲ δύο ζυγαρχίας συζυγίαν, δύο δὲ συζυγίας ἐπισυζυγίαν, δύο δὲ ἐπισυζυγίας ἁρματαρχίαν, καὶ τὸ ἐκ τῶν ἁρματαρχιῶν κέρας, οὗ τὸ διπλάσιον φάλαγγα. πλείοσι δὲ φάλαγξι ἁρμάτων χρώμενον ἔξεστι ταῖς αὐταῖς ὀνομασίαις συγκεχρῆσθαι. ἔστι δὲ τῶν ἁρμάτων τὰ μὲν ψιλά, τὰ δὲ δρεπανηφόρα κατὰ τοὺς ἄξονας.