Ancient Greek · ~3 min
Περὶ τῶν κατὰ τὰς κινήσεις προσταγμάτων
Asclepiodotus, Τέχνη τακτική 10-4
Not analysed yet
ταῖς δʼ αὐταῖς ἀγωγαῖς χρησίμαις οὔσαις πρὸς τὰς τῶν πολεμίων αἰφνιδίους ἐπιφανείας καὶ τοὺς ψιλοὺς ἀσκήσομεν. τὰ μὲν φωνῇ, τὰ δὲ διὰ σημείων ὁρατῶν, ἔνια δὲ καὶ διὰ τῆς σάλπιγγος. σαφέστατα μὲν γάρ ἐστι τὰ διὰ φωνῆς δηλούμενα—οὐ μὴν πάντοτε δυνατὸν διὰ κτύπον τῶν ὅπλων ἢ διὰ πνευμάτων σφοδρῶν ἐμβολάς, ἀθορυβώτερα δὲ τὰ διὰ τῶν σημείων· ἀλλʼ ἐνίοτε καὶ τούτοις ἐπιπροσθοίη ἢ ἡλιου ἀνταύγεια ἢ παχύτης ἀέρος καὶ κονιορτοῦ ἢ καὶ ὄμβρου πλῆθος, διʼ ὃ οὐ ῥᾴδιον πρὸς πάσας τὰς ἀνακυπτούσας χρείας εὐπορῆσαι σημείων, οἷς προσήθισται ἡ φάλαγξ, ἀλλʼ ἐνίοτε πρὸς τοὺς καιροὺς ἀνάγκη καινὰ προσευρίσκειν, πλὴν ἀδύνατον ἅπαντα συμπεσεῖν, ὥστʼ ἄδηλον εἶναι καὶ σάλπιγγι καὶ φωνῇ καὶ σημείῳ τὸ παράγγελμα.