Ancient Greek
19 to 20
Asclepiodotus, Τέχνη τακτική 19-20
Not analysed yet
κατὰ βάθος δὲ γίνεται τόπου διπλασιασμός, ὅτʼ ἂν τὴν προειρημένην κατὰ βάθος πύκνωσιν μανότητι μετατάττομεν ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ βάθος. ἀποκαταστῆσαι δὲ ὅτʼ ἂν βουλώμεθα ἐπὶ τὰ ἐξ ἀρχῆς, παραγγελοῦμεν ἐξελίσσειν τοὺς μετατεταγμένους εἰς οὓς προεῖχον τόπους. ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσιν καὶ μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων, ἐφʼ ἑκάτερα δὲ τῶν κεράτων τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασμοῦ χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν.