Ancient Greek · ~2 min
2 to 3
Asclepiodotus, Τέχνη τακτική 2-8-3
Not analysed yet
κλίσις μὲν οὖν ἐστιν ἡ κατʼ ἄνδρα κίνησις, ἐπὶ δόρυ μὲν ἡ ἐπὶ δεξιά, ἐπʼ ἀσπίδα δὲ ἡ ἐπʼ ἀριστερά, ἐπὶ δὲ τῶν ἱπποτῶν ἐφʼ ἡνίαν· γίνεται δὲ κατὰ τὰς ἐκ πλαγίων ἐφόδους τῶν πολεμίων ἀντιπορίας χάριν ἢ ὑπερκεράσεως ὅπερ ἐστὶν ὑπερβαλέσθαι τὸ κέρας τῶν πολεμίων. ἡ δὲ δὶς ἐπὶ τὸ αὐτὸ γινομένη κλίσις κατὰ νώτου τὰς τῶν ὁπλιτῶν ὄψεις μετατιθεῖσα καλεῖται μεταβολή, ἧς δύο διαφοραί, ἡ μὲν ἀπὸ τῶν πολεμίων, ἣν καὶ ἐπʼ οὐρὰν ἐπονομάζουσιν, ἡ δʼ ἐπὶ τοὺς πολεμίους ἀπʼ οὐρᾶς καλουμένη.