Ancient Greek · ~2 min
3 to 4
Asclepiodotus, Τέχνη τακτική 3-2-4
Not analysed yet
ὁ δὲ ἡγούμενος ὠνόμασται καὶ πρωτοστάτης, ἐπιστάτης δὲ ὁ ἑπόμενος, ὥστε καθʼ ὅλον τὸν στίχον εἶναι πρῶτον πρωτοστάτην, εἶτα ἐπιστάτην, εἶθʼ ἑξῆς πρωτοστάτην, εἶτα ἐπιστάτην, καὶ τοῦτο παρʼ ἕνα μέχρις οὐραγοῦ, καθʼ ἃ ὑπογέγραπται· πρωτοστάτης λοχαγός παραστάται ἐπιστάτης παραστάται πρωτοστάτης παραστάται ἐπιστάτης παραστάται πρωτοστάτης παραστάται ἐπιστάτης οὐραγός παραστάται Ὅτʼ ἂν δὲ λόχῳ λόχος παρατεθῇ, ὥστε λοχαγὸν λοχαγῷ καὶ οὐραγὸν οὐραγῷ καὶ τοὺς μεταξὺ τοῖς ὁμοζύγοις παρίστασθαι, συλλοχισμὸς ἔσται τὸ τοιοῦτον, οἱ δὲ ὁμόζυγοι τῶν λόχων πρωτοστάται ἢ ἐπιστάται διὰ τὸ παραλλήλους ἵστασθαι παραστάται κεκλήσονται.