Ancient Greek · ~1 min
Περὶ τῆς φαλάγγων διαφορᾶς
Asclepiodotus, Τέχνη τακτική 4
Not analysed yet
εἰσὶν οὖν αἱ πᾶσαι τῶν τάξεων διαφοραὶ αἵδε, ὧν ἑκάστη φάλαγξ προσαγορεύεται περιέχουσα συστήματα κατὰ ἀριθμὸν ἐπιτήδειον καὶ ἡγεμόνας αὐτῶν πρὸς τὸ ῥᾳδίως ποιεῖν τὰ παρακελευόμενα πρὸς τὴν ἐφήμερον γυμνασίαν τε καὶ ἄσκησιν τῆς πορείας καὶ στρατοπεδεύσεως καὶ παρατάξεως καὶ πρὸς τοὺς ἐπʼ ἀληθείας ἀγῶνας.