Ancient Greek
4 to 5
Asclepiodotus, Τέχνη τακτική 4-5-5
Not analysed yet
εἰ δʼ ἐπʼ ἀσπίδα βουλοίμεθα ἐπιστρέφειν, παραγγελοῦμεν ἑκάστου συντάγματος τὸν λαιὸν λόχον ἠρεμεῖν, τῶν δὲ ἄλλων ἕκαστον ἐπʼ ἀσπίδα κλῖναι καὶ προσάγειν εἰς τὰ λαιά, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, ἔπειτα προσάγειν τὰ ὀπίσω ζυγά, καὶ γενομένης τῆς πυκνώσεως ἐπʼ ἀσπίδα ἐπιστρέφειν περὶ τὸν λαιὸν λοχαγόν, καὶ γέγονε τὸ παραγγελθέν. ἀποκαταστῆσαι δὲ βουλόμενοι ἕκαστον μεταβαλοῦμεν, εἶτα σύνταγμα ἀναστρεψάτω, εἶτα οἱ λοχαγοὶ ἠρεμείτωσαν, οἱ δὲ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν, ἔπειτα μεταβαλλέσθωσαν ἐφʼ ἃ ἐξ ἀρχῆς ἔνευον, ἔπειτα ὁ λαιὸς λόχος ἠρεμείτω, οἱ δὲ λοιποὶ ἐπὶ δόρυ κλίναντες προαγέτωσαν, ἕως ἂν ἀποκαταστῇ τὰ διαστήματα, εἶτα εἰς ὀρθὸν ἀποδότωσαν, καὶ πάντες ἕξουσι τὴν τάξιν ἣν πρότερον εἶχον.