Ancient Greek · ~2 min
Περὶ διατάξεως τῶν ἀνδρῶν καθʼ ὅλην τε τὴν φάλαγγα ἢ κατὰ τὰ μέρη
Asclepiodotus, Τέχνη τακτική 5-2
Not analysed yet
τὸν μέντοι γε λόχον οὐ κατὰ ταὐτὰ διατάξομεν, ἀλλὰ τοὺς μὲν πρόσω τῶν ἀνδρῶν κατὰ τὴν ῥώμην, τοὺς δʼ ὀπίσω κατὰ τὴν φρόνησιν διαφέροντας, αὐτῶν δὲ τῶν πρόσω τοὺς λοχαγοὺς μεγέθει τε καὶ ῥώμῃ καὶ ἐμπειρίᾳ προὔχοντας τῶν ἄλλων· τοῦτο γὰρ τὸ ζυγὸν συνέχει τὴν φάλαγγα καὶ οἷον τῆς μαχαίρας ἐστὶ τὸ στόμα, ὅθεν καὶ ἀμφιστόμους καλοῦσι τὰς ἀμφοτέρωθεν λοχαγοῖς συνεχομένας τάξεις.