Ancient Greek · ~4 min
Περὶ τῶν ἱππέων
Asclepiodotus, Τέχνη τακτική 8-2
Not analysed yet
ἐπεὶ δὲ συνέβη ζυγεῖν μέν, οὐ στοιχεῖν δέ, τοῦτο ἡμῶν φροντιζόντων, στοιχεῖν λέγεται εἴ γε μόνως ἐν τῇ τάξει φροντίζομεν πρώτου τοῦ κατὰ τὸν ἰλάρχην τε καὶ οὐραγὸν στίχου, οἷον τοῦ αωπδπωα καὶ τῶν ἐφʼ ἑκάτερα, οἷον υκκυ καὶ φλλφ, ἔπειτα τῶν μετὰ τούσδε, οἷον τοῦ τε ψογοψ καὶ τοῦ ςρερς, εἶτα τῶν ἐφεξῆς, τοῦτʼ ἔστι τοῦ τε τιιτ καὶ τοῦ χμμχ, καὶ τῶν μετὰ τούτους ξβξ καὶ σζς, καὶ ἔτι τῶν παρὰ τούτους τοῦ τε θθ καὶ τοῦ νν καὶ τελευταίων τῶν κατὰ τοὺς πλαγιοφύλακες, καὶ οὐδὲν μὲν διοίσει κατὰ τὴν θέσιν τοῦ ζυγοῦντος μέν, μὴ στοιχοῦντος δέ, τῇ δʼ ἡμετέρᾳ λήψει τῆς τάξεως καὶ τῇ φροντίδι στοιχήσει μέν, διʼ ὅτι οἱ τεταγμένοι κατὰ στοῖχον ἀλλήλους συνέχουσιν, οὐ ζυγήσει δέ, ὅτι ὁ πρῶτος τοῦ πρώτου στοίχου, οἷον ὁ α, τῷ τοῦ δευτέρου πρώτῳ, οἷον τῷ, οὐκ ἐπʼ εὐθείας ἐστὶν κατὰ τὸ ζυγεῖν.