Ancient Greek
15 to 31
ASINIUS QUADRATUS, Fragmenta 15-31
Not analysed yet
Βόγχναι, ἔθνος τοῖς Καρρηνοῖς παρακείμενον, μέσον Εὐφράτου καὶ Κύρου ποταμοῦ, ὡς Κουάδρατος. Γίνδαρα, κώμη πρὸς τῇ Ἀντιοχείᾳ. Τὸ ἐθνικὸν Γινδαρεύς. Κουάδρατος δὲ Γινδάρους ἔφη. Μέση τῶν ποταμῶν, χώρα μεταξὺ Εὐφράτου καὶ Τίγριδος, καὶ Ἀδιαβηνὴ ἐκαλεῖτο, ὡς ἱστορεῖ Κουάδρατος. Τὸ ἐθνικὸν Μεσοποταμίτης. Ἔστι καὶ χώρα Περσίδος Μεσήνη δι ̓ ἑνὸς σ, ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη, ὡς Ἀσίνιος Κουάδρατός φησι. Τάπυρροι (I. q. Τάπυροι), οὐ πόρρω Ὑρκανίας ἔθνος. Κουάδρατος Τάποορρά φησι. Τὸ ἐθνικὸν Ταπουρραῖοι. Ἄνθιον, πόλις Ἰταλίας. Κουάδρατος ἐν δευτέρᾳ Ῥωμαϊκῆς χιλιάδος. Ὁ πολίτης Ἀνθιανὸς, ὡς ὁ αὐτός. Παρὰ Κουαδράτῳ ἐν Ῥωμαῖκῆς χιλιάδος εʹ ἐστιν Ἰβήροισιν οὕτω· «Καί τοι Λίγυσί θ ̓ ἅμα καὶ Ἰβήροισι πολεμέοντες.» Θαψίπολις, πλησίον Καρχηδόνος (sic cod. Rhedig. ; vulgo Χαλκηδόνος). Τὸ ἐθνικὸν Θαψιπολίτης. Κουάδρατος δυοκαιδεκάτῳ Ῥωμαῖκῆς (sic cod. Rhedig. ; editt. Ῥωμαικῶν. Supple Χιλιάδος vel Χιλιαρχίας vel Χιλιετηρίδος). Ὀξύβιοι, μοῖρα Λιγύων. Κουάδρατος τεσσαρεσκαιδεκάτῳ. Ῥωμαἱκῆς χιλιαρχίας. Γερούνιον, πόλις Ἰταλίας. Κουάδρατος δὲ Γερυνίαν ταύτην καλεῖ. Τὸ ἐθνικὸν Γερούνιος. Δάλμιον, πόλις Δαλματίας μεταξὺ Ἰλλυρίας καὶ Ἰταλίας . . . Ἀππιανὸς δὲ τὴν πόλιν Δέλμινον, Κουάδρατος δὲ Δάλμινον. Φασὶ δὲ αὐτοὺς καὶ Δαλμάτας. Πήλιον. Ἔστι καὶ Πήλιον Ἰλλυρίας πόλις, ἧς μέμνηται Κουάδρατος. Τὸ ἐθνικὸν Πηληνός. Κουάδρατος δὲ γηραιὸν μέν φησιν αὐτὸν (Antoninum Pium) τελευτῆσαι, τὴν δὲ τελευτὴν ἡδίστην αὐτῷ κατ ̓ ἴσον ὕπνῳ τῷ μαλακωτάτῳ γενέσθαι. Μητρόπολις δὲ Φλαμινίας (sc. Ἡ Ῥαβέννη) πόλις ἀρχαία, Θεσσαλῶν ἀποικία, Ῥήνη κληθεῖσα διὰ τὸ πανταχόθεν ὕδασι περιρρεῖσθαι, καὶ οὐχ, ὡς ὁ Ὀλυμπιόδωρος ὁ Θηβαῖός φησι, διὰ τὸ Ῥῶμον, ὃς ἀδελφὸς γέγονε Ῥωμύλῳ, τῆς πόλεως ταύτης οἰκιστὴν γεγονέναι· Κουαδράτῳ γὰρ, οἶμαι, θετέον ἐν τῇ κατὰ τὸν βασιλέα Μάρκον ἱστορίᾳ τοῦτο περὶ τῆς πόλεως ταύτης διεξελθόντι. Οἱ δὲ Ἀλεμανοὶ, εἴγε χρὴ Ἀσινίῳ Κουαδράτῳ ἕπεσθαι, ἀνδρὶ Ἰταλιώτῃ καὶ τὰ Γερμανικὰ ἐς τὸ ἀκριβὲς ἀναγεγραμμένῳ, ξύγκλυδές εἰσιν ἄνθρωποι καὶ μιγάδες, καὶ τοῦτο δύναται αὐτοῖς ἡ ἐπωνυμία.