Ancient Greek
Fragment 13
Asius Eleg. et Epic., Fragmenta epica 13
Not analysed yet
οἳ δ' αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο
εἰς Ἥρης τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς,
χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον·
χαῖται δ' ἠιωρεῦντ' ἀνέμωι χρυς͜έοις ἐνὶ δεσμοῖς,
χρύσειαι δὲ κορύμβαι ἐπ' αὐτῶν τέττιγες ὥς·
δαιδαλέας δὲ χλιδῶνας ἄρ' ἀμφὶ βραχίοσ' ἕσαντες
<–⏔–⏔–>τες ὑπασπίδιον πολεμιστήν.