Ancient Greek · ~297 min
ΑΣΠΑΣΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
Aspasius, In Ethica Nicomachea paraphrasis ΑΣΠΑΣΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.1
Not analysed yet
Λέγομεν δὲ ἑξῆς περὶ ἐλευθεριότητος ἕως καὶ ταῖς δόσεσιν ὑπερβάλλειν. Τὸ θεώρημα τοῦτο ἁρμόττει εἰς τὸ εὑρίσκειν ἑκάστην ἀρετήν, περὶ ποῖά τινά ἐστι μεσότης. περὶ ἃ γὰρ ἐπαινεῖται ἑκάστη, περὶ ταῦτα αὐτῆς αἱ ἐνέργειαι· περὶ ἃ δὲ ἐνεργεῖ, περὶ ταῦτα μεσότης ἐστίν, οἷον ἡ σωφροσύνη ἐπαινεῖται περὶ τὴν χρῆσιν τῶν σωματικῶν ἡδονῶν· περὶ ταῦτα γὰρ αὐτῆς ἡ ἐνέργεια· καὶ μεσότης οὖν ἐστι περὶ ἡδονάς. ὁμοίως δὲ ἔχει καὶ περὶ τῶν ἄλλων ἀρετῶν. καὶ τῆς ἐλευθεριότητος οὗν ἐπαινουμένης περὶ δόσιν καὶ λῆψιν χρημάτων, δῆλον ὡς αἵ τε ἐνέργειαι αὐτῆς περὶ χρήματά εἰσι καὶ μεσότης ἐστὶ περὶ δόσιν καὶ λῆψιν χρημάτων. χρήματα δὲ λέγεται μὲν κοινῶς πάντα τὰ πράγματα, οἷον ἐπειδὰν λέγωμέν τι χρῆμα ἔπραξεν ἀντὶ τοῦ τι πρᾶγμα ἔπραξε, καὶ τὸ χρηματίζειν δὲ ἐντεῦθεν λέγεται· λέγεται δὲ χρήματα ἐξαιρέτως ὧν ἡ ἀξία νομίσμασι μετρεῖται, οἷον οἰκία καὶ ἀνδράποδα καὶ ἔπιπλα καὶ σκεύη καὶ βοσκήματα καὶ πάντα τὰ τοιαῦτα· πόσου γάρ ἐστι τούτων ἕκαστον ἄξιον ἔστι νομίσμασι μετρῆσαι. κατὰ δὲ τοῦτο τὸ σημαινόμενον οὐκ ἔστιν ἡ ἀρετὴ χρῆμα. οὐ γὰρ ἔστιν εἰπεῖν ὅσων χρημάτων ἐστὶν ἀξία· ὑπερβάλλει γὰρ πᾶν χρῆμα. ὁμοίως οὐδ’ ἡ φιλία τιμητὸν χρῆμα, ἀλλ’ ὑπερβάλλει χρημάτων τὴν ἀξίαν· ὁμοίως δὲ καὶ γονεῖς καὶ πατρὶς καὶ ἁπλῶς ὅσα ὑπερβάλλει τὴν τῶν χρημάτων κτῆσιν. δοκεῖ δὲ μὴ πάνυ ἱκανῶς ἀποδεδόσθαι ὁ τῶν οὕτω λεγομένων χρημάτων ὁρισμός· τὸ γὰρ νόμισμα αὐτὸ καὶ ἡ ἀργύριον οὐ μετρεῖται νομίσματι. σχεδὸν οὖν ὁ ἐντελὴς ὁρισμὸς οὗτός ἐστι· χρῆμα ὃ ἢ νόμισμά ἐστιν ἢ οὗ ἡ ἀξία νομέσματι μετρεῖται. λέγεται δὲ ἐξαιρέτως χρῆμα καὶ τό νόμισμα αὐτὸ [χρῆμα], οἷον ἐπειδὰν λέγωμεν ἐδάνεισεν ὁ δεῖνα. τριχῶς οὖν τὸ χρῆμα· ὧν δῆλον τίνι κέχρηται ὁ Αριστοτέλης· τῷ γὰρ δευτέρῳ τῶν λεχθέντων τρόπῳ. Φησὶ δὲ καὶ τὴν ἀνελευθερίαν καὶ τὴν ἀσωτίαν περὶ χρημάτων εἶναι ὑπερβολὰς καὶ ἐλλείψεις. οὐκ άλόγως δὲ κοινῇ περὶ ἀμφοτέρων εἶτον ὥς εἰσιν ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀλλ’ ἐπειδὴ ἑκατέρα αὐτῶν ἄμφω ὑπάρχει. ἥτε γὰρ ἀσωτία ὑπερβάλλει μὲν τῆ δόσει, <τῇ δὲ λήψει ἐλλείπει, ἡ ὃ ἐλλείπει μὲν τῆ δόσει> ὑπερβάλλει δὲ τῆ. λήψει. καὶ γὰρ αὐτῶν ὑπερβολῆς οὔσης καὶ ἐλλείψεως ὅμως τὴν μὲν ἀσωτίαν ἐνίοτε ὑπερβοὴν λέγειν εἴωθε, τὴν δ’ ἀνελευθερίαν ἔλλειψιν, ἐπειδὴ ἡ ἐλευθεριότης εἰδοποιεῖται μᾶλλον κατὰ τὴν μεμετρημένην δόσιν· ἐν δὲ ταύτῃ ὑπερβάλλει μὲν ὁ ἄσωτος, ἐλλείπει δὲ ὁ ἀνελεύθερος. ὡς πρὸς τὰς τῆς ἐλευθεριότητος οὖν προηγουμένας ἐνεργείας ὑπερβολὴ μέν ἐστιν ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθερία. ἁπλῶς μὲν οὖν σκοποῦντι καὶ ἐιλικρινῶς τὴν ἑκατέρας οὐσίαν, καὶ φύσιν τῆς τε ἀνελευθερίας καὶ τῆς ἀσωτίας, φαίνεται ἡ μὲν ἀνελευθερία ἕξις τις εἶναι σπουδαστικὴ μᾶλλον ἢ δεῖ περὶ χρή μαία, ἡ δ᾿ ἀσωτία ἕξις φθαρτικὴ τῶν ὄντων χρημάτων· διὸ καὶ ἄσωτος καλεῖται ὁ ταύτην ἔχων τὴν ἕξιν, οἷον ἄσωτός τις ὢν καὶ δι’ αὑτὸν ἀπολλύμενος· δοκεῖ μὲν γὰρ τὸ ζῆν διὰ τῶν χρημάτων εἶναι, ὁ δὲ ταῦτα καταφθείρων ἀπόλλυσί πὼς καὶ ἑαυτόν. ἀπλῶς μὲν οὖν, καθάπερ εἶπόν, εἰδοποιεῖται ἑκατέρα τῶν κακιῶν κατὰ τὸν εἰρημένον τρόπον. . οἱ δ’ ἄνθρωποι τὰ πολλὰ καλεῖν εἰώθασιν ἀσώτους οὐ τοὺς ὁντιναοῦν τρόπον τὴν οὐσίαν. διαφθείροντας ἀλλὰ τοὺς ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηρούς, συμπλέκοντες δύο κακίας, ἀκολασίαν καὶ ἀσωτόαν, διὸ καὶ φαυλότατοι δοκοῦσιν εἶναι οἱ οὕτω λεγόμενοι ἄσωτοι· πολλὰς γὰρ ἄμα κακίας ἔχουσιν, ἀκρασίαν καὶ ἀσωτίαν μετὰ ἀκολασίας. Ἑξῆς δὲ λέγει· ὧν ἐστι χρεία, ἔστι τούτοις χρῆσθαι καὶ εὖ καὶ κακῶς· χρείαν δὲ λέγει τὴν χρῆσιν· οἷς γὰρ ἔστι χρῆσθαι, τούτοις ἔστι καὶ εὖ καὶ κακῶς χρῆσθαι, οἷον ἔστι χρῆσι ἀργυρίῳ καὶ ἔστιν εὖ χρῆσθαι καὶ κακῶς χρῆσθαι ἀρῆσθαι, ὁμοίως δὲ καὶ ἀνδραπόδῳ οἰκίᾳ ἐπίπλῳ, πᾶσι τοῖς τοιούτοις. τάχα δ᾿ ἄν τις ἀπορήσειε περὶ τῆς ἀρετῆς καὶ τῆς κακίας. λεγόμεθα γὰρ καὶ τούτων ἑκατέρᾳ χρῆσθαι καὶ οὐ δήπου χρώμεθα ἢ τῇ ἀρετῇ κακῶ ἢ τῆ κακία καλῶς [λέληθε]. λέγομεν δὲ πρὸς τοὖς οὕτω ὅτι οὐκ ἔστι τούτων οὐδέτερον οἷς χρώμεθα Μᾶ τὸ χρώμανον τοῖς ἄλλοις ἐστὶν ἡ ἀρετὴ καὶ ἡ κακία. προηγουμέως μὲν γὰρ τὸν ἄνθρωπον λέγομεν χρῆσθαι· ἔστι δ᾿ ὡς καὶ τὴν ψυχὴν λέγομεν εἶναι τὴν χρωμένην, ἐπειδὴ ταύτῃ μάλιστα ὁ ἄνθρωπος χρῆται· καὶ ἔτι μᾶλλον ἡ ἀρετὴ καὶ ἡ κακὰ χρῆται τοῖς πράυγασι, διότι καὶ ἡ ψυχὴ διὰ τῆς ἑτέρας τούτων χρῆται τοῖς πράγμασιν, ὧν ἐστι χρῆσις, ἡ μὲν εὖ ἡ δὲ κακῶς. ὁ δὴ λόγος οὕτως ἔχει· ὧν ἐστι χρῆσις, ἔστι τούτοις εὖ χρῆσθαι καὶ κακῶς, ὁ δὲ πλοῦτος ἓν τούτων ἐστίν, ὧν ἐστιν ἡ χρῆσις· ἔστιν ἄρα καὶ πλούτῳ εὖ καὶ κακῶς χρῆσθαι. ἑκάστῳ δὲ καλῶς χρῆται ὁ ἔχων τὴν περὶ τοῦτο ἀρετήν, οἷον λύρᾳ μὲν ἄριστα χρήσεται ὁ ἔχων τὴν περὶ λύραν ἀρετήν, οὗτος δέ ἐστιν ὁ μουσικός, ἵππῳ δὲ ὁ τὴν περὶ ἵππους ἀρετὴν ἔχων, οὗτος δέ ἐστιν ὁ ἱππικός, καὶ πλούτῳ δὴ ἄριστα χρήσεται ὁ ἔχων τὴν περὶ τὸν πλοῦτον ἀρειήν, οὗτος δέ ἐστιν ὁ ἐλευθέριος. οὐχ οὕτως δὲ εἶπεν, ὥσπερ ἡμεῖς εἴπομεν, ὁ πλοῦτος δέ ἐστιν ὅν, ὧν ἡ χρῆσίς ἐστιν, ἀλλ’ ὁ πλοῦτος δὲ τῶν χρησίμων, ὡς ἄν εἰ ἔλεγεν, ὁ πλοῦτος δέ ἐστιν ἕν. ὧν ἡ χρῆσις †καίτοι αὐτὸν οἷον τε εἶναι τῶν χρησίμων. οὐ γὰρ πᾶν οὗ ἐστι χρῆσις καὶ χρήσιμον· ἔστι γὰρ καὶ πενίας χρῆσις καὶ νόσου, ἀλλ’ οὐ χρήσιμον τούτων οὐδέν· ἀλλὰ τούτων οἷς χρώμεθα χρήσιμα λέγεται, οἷς προγηουμέωνς χρήσαιτ᾿ ἂν ὁ σπουδαῖος καὶ κατὰ φύσιν ἔχων, διόπερ καὶ ἀγαθὰ δοιά εἶναι. Συμπερανάμενος δὲ ὅτι ὁ ἐλευθέριος ἄριστα χρῆται πλούτῳ καὶ χρήμασι, λέγει τίς ἐστιν ἡ τῶν χρημάτων χρήσις. διαφέρει γὰρ χρῆσις καὶ κτῆσις· ἡ μὲν οὖν δαπάνη καὶ ἡ δόσις χρῆσίς ἐστιν, ἡ δὲ λῆψις καὶ ἡ φυλσκὴ κτῆσις. διὸ μᾶλλον ἡ ἐλευθεριότης ἐν τῷ διδόναι οἷς δεῖ καὶ ὅτε καὶ ὅσον καὶ κατὰ τοὺς ἄλλους διορισμοὺς ἢ ἐν τῷ λαμβάνειν 〈ὅθεν δεῖ καὶ μὴ λαμβάνειν〉 ὅθεν οὐ δεῖ, ἐπειδὴ τὸ μὲν λαμβάνειν κτήσει ἔοικε, τὸ δὲ διδόναι χρήσει· ἐν δὲ τῇ χρήσει τῶν χρημάτων ὁ ἐλευθέριος. τῆς γὰρ ἀρετῆς τὸ εὖ ποιεῖν μᾶλλον ἢ τὸ εὖ πάσχειν· ἐν δὲ τῷ διδόναι τὸ εὖ ποιεῖν, ἐν δὲ τῷ λαμβάνειν τὸ εὖ πάσχειν· τὸ διδόναι ἄρα οἰκειότερον τῆς ἐλευθεριότητος. ἔτι τῆς ἀρετῆς τὸ καλὰ πράττειν μᾶλλον ἢ τὸ τὰ αἰσχρὰ μὴ πράττειν. οἰκειότερον γὰρ αὐτῇ τὸ ἐπαινεῖσθαι ἢ τὸ μὴ ψέγεσθαι· ἄμφω μὲν γάρ ἐστι τοῦ ἐναρέτου, ἀλλὰ τὸ προηγούμενον ἔργον τὸ τὰ καλὰ πράττειν, ὥστε τὸ προηγούμενον ἔργον τῆς ελευθεριότητος ἡ ὡς δεῖ γινομένη πρόεσις· ἐπὶ ταύτῃ γὰρ ἔπαινος γίωεται. τὸ δὲ μὴ λαμβάνειν κακῶς οὐκ ἐπαίνου τυγχάνει, ἀλλ’ ἱκανὸν τὸ μὴ ψέγεσθαι. ἔτι ἡ ἀρετὴ ἐν τοῖς χαλεπωτέροις καὶ δυσκολωτέροις· ἔστι δὲ χαλεπώτερον τὸ προἵεσθαι τὸ οἰκεῖον τοῦ λαμβάνειν τὸ ἀλλότριον, ὥστε ἡ ἐλευθεριότης φαίνεται μᾶλλον περὶ τὴν δόσιν ἢ περὶ τὸ μὴ λαμβάνειν. ἔτι τὸ μὲν μὴ λαμβάνειν κοινὸν καὶ δικαιοσύνῃ· ἐπαινοῦνται γοῦν καὶ οἱ δίκαιοι, ὅταν μήτε δῶρα λαμβάνωσι καὶ προτιμῶσι τὸ δίκαιον τῶν χρημάτων, τὸ δὲ διδόναι χρήματα ἴδιον τῶν ἐλευθερίων. ἐν ᾧ οὖν τὸ ἴδιον τῆς ἐλευθεριότητος, περὶ τοῦτο ἡ ἐλευθεριότης ἐστίν. οὐ δὴ ὑποληπτέον περὶ τούτου τὸν Ἀριστοτέλη λέγειν μὴ εἶναι τὴν ἐλευθεριότητα καὶ περὶ τὸ μὴ λαμβάνειν ὅθεν οὐ δεῖ, καὶ περὶ τὸ λαμβάνειν, ἐάν ποτε ἀναγκαῖον ᾖ, ὅθεν δεῖ, ἀλλ’ ὅτι τὸ προηγούμενον ἔργον τῆς ἐλευθεριότητος καὶ καθ’ ὃ εἰδοποιεῖταί ἐστιν ἡ ὀρθὴ δόσις. ὃ δ’ ἐπὶ πᾶσιν ἐπεῖπε τοῖς ῥηθεῖσιν ἀληθές ἐστιν· οἱ μὲν γὰρ μὴ λαμβάνοντες ὡς <οὐ> δεῖ οὐκ ἐπαινοῦνται, οὐ ψέγονται. ἀληθὲς δὲ καὶ τὸ ἑξῆς λεγόμενον, τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν ἀνθρώπων τοὺς ἐλευθερίους· οἱ μὲν γὰρ δίκαιοι ἐνίοτε φθονοῦνται καὶ οἱ φρόνιμοι καὶ οἱ σοφοί, καὶ τοὺς σώφρονας δὲ ἔνιοι φορτικοὺς νομίζουσι καὶ προσποιητικούς, οἱ δ’ ἐλευθέριοι διαφερόντως φιλοῦνται· χαίρουσι γὰρ οἱ ἄνθρωποι λαμβάνοντες, οἱ δ’ ἐλευθέριοι διδόντες· διὸ καὶ τοὺς ἐπὶ πλέον δαπανηροὺς καίπερ οὐκ ὄντας ἐλευθερίους ὅμως φιλοῦσι, διότι ὅμοιόν τι ἔχουσι τοῖς ἐλευθερίοις. Ἐπειδὴ δὲ πᾶσαι αἱ κατ’ ἀρετὴν πράξεις καλαὶ καὶ τοῦ καλοῦ ἕνεκα, καὶ ὁ ἐλευθέριος τοῦ καλοῦ ἕνεκα δώσει καὶ οὗτος αὐτῷ σκοπὸς ἔσται, ὥσπερ καὶ τοῖς ἄλλοις ἐναρέτοις, καὶ ὀρθῶς δώσει. οἷς γὰρ δεῖ καὶ ὅσα καὶ ὅτε καὶ τἄλλα, ἐν οἷς διορίζεται τὸ ὀρθῶς, καὶ πρὸς τούτοις ἅπασιν ἡδέως ἢ πάντως ἀλύπως· τὸ γὰρ κατ’ ἀρετὴν ἡδὺ ἅπαν ἢ ἄλυπον καὶ ἥκιστα λυπηρόν. ἴσως δὲ καὶ τὸ ἥκιστα λυπηρὸν προσέθηκε διὰ τὴν ἀνδρείαν· παρακολουθεῖ γάρ τις τῇ τῶν ἀνδρείων ἐνεργείᾳ δυσχέρεια ναὶ ἀλγηδών, ἀλλ’ ὅμως ἡττᾶται ἡ ἀλγηδὼν διὰ τὴν ἐκ τοῦ καλοῦ ἡδονήν. ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ἢ μὴ τοὺ καλοῦ ἕνεκα (ἐνδέχεται μὲν γὰρ μὲν δεῖ διδόναι ἀλλ’ οὐ τοῦ καλοῦ ἕνεκα) ἀλλὰ διά τινα ἄλλην αἰτίαν, οἷον διὰ δόξαν καὶ τιμὴν ἢ ἵνα λάβῃ πλείω ἢ διὰ δέος· οὐδεὶς δὴ τούτων ἐλευθέριος ὀνομάζεται ἀλλ’ ἢ δοξοκόπος ἢ φιλότιμος ἢ πανοῦργος. οὐδ’ ὅλως δὲ ὁ διδοὺς μέν, λυπούμενος δέ, ὥσπερ ἐνίοτε εἰσφέρουσί τινες ταῖς πατρίσιν ἢ ἰδίᾳ ἐπιδιδόασιν, ἀνιώμενοι δέ· οὐ γὰρ ἐλευθέριος ἡ τοιαύτη πρᾶξις. δεῖ γὰρ τὸν ἐλευθέριον πολὺ μᾶλλον ἥδεσθαι διδόντα τοῦ λαμβάνοντος. Τὰ δ’ ἑξῆς δῆλα, ἃ λέγει, ὑπάρχειν τῷ ἐλευθερίῳ ὅτι οὐ λήψεται ὅθεν μὴ δεῖ· οὐ γάρ ἐστι τοῦ μὴ τιμῶντος τὰ χρήματα ἡ παρὰ τὸ δέον λῆψις· οὐκ ἂν εἴη δὲ οὐδὲ αἰτητικός· οὐ γάρ ἐστι τοῦ εὖ ποιοῦντος, φησίν, εὐχερῶς εὐεργετεῖσθαι· καίτοι φασί τινες τοῦ αὐτοῦ εἶναι καὶ εὖ ποιεῖν καὶ εὖ πάσχειν καὶ ἁρμόττειν τῷ ἀγαθῷ τὸ εὖ πάσχειν. ὁ Ἀριστοτέλης δὲ λέγει μὲν ἀμφότερα εἶναι τοῦ ἐναρέτου καὶ ἐλευθερίου, ἀλλὰ τὴν ἀρετὴν καὶ λέγεσθαι καὶ νοεῖσθαι κατὰ τὸ εὖ ποιεῖν μᾶλλον ἢ κατὰ τὸ εὖ πάσχειν, διόπερ καὶ δοκεῖ θεῖόν τι εἶναι ἡ ἀρετὴ καὶ ὁμοίωσίς τις τῷ θεῷ· τὸ γὰρ θεῖον οὐ κατὰ τὸ εὖ πάσχειν ἀλλὰ κατὰ τὸ εὖ ποιεῖν νοεῖται· λήψεται δέ, φησίν, ὅθεν δεῖ ὁ ἐλευθέροις, οἷον ἀπὸ τῶν ἰδίων κτημάτων, οὐχ ὡς καλὸν ἀλλ’ ὡς ἀναγκαῖον ὅπως ἔχῃ διδόναι· τοῦτο δέ ἐστι τὸ ὅπως ἔχῃ ἐνεργεῖν κατὰ τὴν ἐλευθεριότητα. Τὸ δὲ ἑξῆς ἐστι μὲν καὶ αὐτὸ παρατήρημα τῶν ὑπαρχόντων τῷ ἐλευθερίῳ καθάπερ καὶ τὰ πολλὰ τῶν ῥηθέντων, ὠφέλιμον δὲ καὶ εἰς τὴν παρακειμένην φαντασίαν τοῖς ελευθερίοις. οἱ γάρ ἀμελοῦντες τῶν ἰδίων κτημάτων φαντασίαν τοῖς μὴ ὀρθοσκοποῦσι παρέχουσιν ἐλευθερίων, οὐκ ἔστι δὲ ἐλευθερίου ἀμελεῖν τῶν ἰδίων ἀλλὰ τοὐναντίον. πῶς γὰρ ἐπαρκέσει οἷς δεῖ μὴ ἐπιμελούμενος; διόπερ καὶ ἡ οἰκονομικὴ ἀρετή τίς ἐστιν. ἕκαστος γὰρ τῶν ἐναρέτων ἐκείνου ἐπιμελεῖται, ᾧ χρώμενος ἐνεργήσει κατὰ τὴν οἰκείαν ἀρετήν· ὁ γοῦν ἀνδρεῖος ἰσχύος ἐπιμελειται, ἵνα δύνηται κατ’ αὐτὴν ἐνεργεῖν. παραπλήσιον δὲ τόν τε ἀνδρεῖον ἰσχύος ἀμελεῖν καὶ τὸν ἐλευθέριον κτήσεως, εἴπερ διὰ τούτων αἱ ἐνέργειαι τῶν εἰρημένων ἀρετῶν. ἐνιότε δὲ καὶ ἔλαττον καταλείψει ἑαυτῷ ὁ ἐλευθέριος αἱροῦντος τοῦ λόγου· οὐ γὰρ πάντως εἰς αὑτὸν ἀποβλέπει ἀλλ’ εἰς τὸ καλόν. Δῆλον δὲ καὶ τὸ ἑξῆς λεγόμενον, ὅτι ἡ ἐλευθεριότης κατὰ τὴν οὐσίαν, ὅτι οὐκ ἐν τῷ πολλὰ διδόναι· τὸ γὰρ καλόν, ὅταν ἀπὸ ἕξεως γίνηται, οἷον τὸ κατ’ ἀνδρείαν καλόν, ὅταν ἀπὸ ἀνδρείας γίνηται· καὶ τὸ κατ’ ἐλευθεριότητα οὖν καλόν, ὅταν ἀπὸ ἕξεως γίνηται. τῆς ἕξεως δέ ἐστι τὸ διαφυλάττειν πάντας τοὺς εἰρημένους ὁρισμούς, τὸ ὅτε, τὸ οἷς δεῖ, τὸ οὗ ἕνεκα, τὸ ὅσον. παραβαίνει δὲ τὸ ὅσον ὁ μὴ κατὰ τὴν οὐσίαν διδοὺς ἀλλ’ ἢ ὑπερβάλλων ἢ ἐλλείπων. οὐδὲν δὲ κωλύει ἕλε ἐλευθεριώτερον εἶναι, φησί, τὸν τὰ ἐλάττω διδόντα, ἐὰν ἀπὸ ἐλαττόνων διδῷ, τοῦ ἀπὸ πλειόνων μὲν πλείω διδόντος μὴ κατὰ τὴν οὐσίαν δέ. ὁμοίως δὲ οὐδὲν κωλύει καὶ τὸν τὰ ἐλάττω ἔχοντα, πλείω δὲ διδόντα, κατὰ τὴν οὐσίαν ἄσωτον εἶναι ἀλλ’ οὐκ ἐλευθέριον, τὸν δὲ τὰ ἐλάττω διδόντα ἐλευθέριον. πῶς δ’ εἶπεν ἐλευθεριώτερον εἶναι τὸν τὰ ἐλάττω διδόντα; ἆρά γε ὡς ὄντος τοῦ μὲν ἧττον, τοῦ δὲ μᾶλλον ἐλευθρίου; ἀλλ’ εἴ γε παραβαίνει ἅτερος καὶ μὴ δίδωσι κατὰ τὴν οὐσίαν μηδὲ φυλάσσει τὸ ὅσον δεῖ προἵεσθαι, οὐκ ἔστιν ἐλευθέριος. πότερον οὗν ἐστιν ἄνεσις καὶ ἐπίτασις ἐν ταῖς ἀτελέσιν ἀρεταῖς (ἔστω δὲ ἐπὶ τῆς ὁ λόγος), οἷον ἐὰν τὰ μὲν ἅπαντά τις ἀκριβοῖ διδοὺς μὲν οἷς δεῖ καὶ ὅτε δεῖ καὶ τοῦ καλοῦ ἕνεκα καὶ τἄλλα πάντα, ἐλλείπων δὲ ἐν τῇ ποσότητι· ὅταν ὁ μὲν ᾖ, ὁ δ’ ὅλως μή, οἷον φρονιμώτερον τὸν βουλευτικὸν μᾶλλον, ἧττον δὲ τὸν μή, τοῦ μὲν ὄντος φρονίμου τοῦ δὲ μή. Tὸ δ’ ἐξῆς λεγόμενον οὐ καθόλου ἐστίν, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον. ὡς ἐπὶ τὸ πολὺ γὰρ ἐλευθεριώτεροι οἱ μὴ κτησάμενοι ἀλλὰ παραλαβόντες τῶν κτησαμένων δι’ αὑτῶν, ἐπεὶ πολλάκις γ’ ἐναντίως ἔχει. καὶ τὸ μετὰ ταῦτά γε οὐκ ἀναγκαίως συμβαίνει, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, τὸ μὴ ῥαδίως πλουτεῖν τὸν ἐλευθέριον δι’ ἃ λέγει· τῇ δὲ ἐπιμελείᾳ καὶ τῷ μὴ διδόναι, οἷς μὴ δεῖ, εὐπορήσει εἰς τὴν δέουσαν χρῆσιν. ἐπεὶ δ’ ὁ ἀναλίσκων ὑπὲρ τὴν οὐσίαν ἄσωτος, διὰ τοῦτο οὐ λέγομεν τοὺς τυράννους ἀσώτους· οὐδεμία γὰρ δαπάνη δοκεῖ ὑπερβάλλειν αὐτῶν τὸ πλῆθος τὸ τῆς οὐσίας· τοὐναντίον δὲ εἰώθαμεν ἐνίοτε φαυλίζειν τοὺς τυράννους καὶ τοὺς βασιλεῖς, ὅταν μὴ κατὰ τὴν οὐσίαν ἀναλίσκωσι. Τῆς ἐλευθεριότητος δὴ μεσότητος ἕως τοῦ τοσαῦτα εἰρήσθω. Ώσπερ καὶ αἱ τέχναι ὁμοίως διαφαίνονται ἔν τε τοῖς μεγάλοις ἔργοις καὶ τοῖς μικροῖς, οἷον ὁ Πολύκλειτος καὶ μέγα ἐργασάμενος καὶ μικρὸν ἐδήλου τὴν τέχνην, οὕτως καὶ ὁ ἐνάρετος κἀν τοῖς μεγάλοις κἀν τοῖς μικροῖς δηλοῖ τὸ καλόν· καὶ ὁ ἐλευθέριος δὴ καὶ δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, ὁμοίως καὶ ἐν μικροῖς καὶ μεγάλοις, καὶ ταῦτα ἡδέως· τοῦτο γὰρ κοινὸν ταῖς ἀρεταῖς, τὸ ἐνεργεῖν ἡδέως καὶ λήψεται ὅθεν δεῖ· καὶ ἕπεσθαι γάρ φησι τῇ ἐπιεικεῖ δόσει τὴν ἐπιεικῆ λῆψιν· ἀπλῶς μὲν γὰρ δοκεῖ ἐναντία εἶναι ἡ δόσις τῇ λήψει· ἡ μὲν γὰρ δόσις ἐστὶν οἷον ἀποβολή, ἡ δὲ λῆψις οἷον κτῆσις· οὐ μὴν δὲ ἡ ἐπιεικὴς δόσις ἀποβολὴ ἀλλὰ χρῆσις τῶν ὄντων καὶ χρῆσις καλή· ὁμοίως οὐδ’ ἡ λῆψις κτῆσις ἀπλῶς ἀλλ’ εἰς τὴν δέουσαν χρῆσιν γινομένη· οὐκ εἰσὶν οὖν ἐναντίαι ἀλλήλαις ἀλλ’ ἑπόμεναι. εἰ γάρ ἐστιν οἷος καλῶς δοῦναί τι, καὶ οἷος καλῶς λαβεῖν καὶ ἀνάπαλιν. αἱ δ’ ἐναντίαι οὐ γίνονται ἐν τῷ αὐτῷ· ἐναντία δὲ τῇ ἐπιεικεῖ δόσει ἡ φαύλη λῆψις, ὧν ἡ μὲν ἐν τῷ ἐπιεικεῖ, ἡ δὲ ἐν τῷ μοχθηρῷ γίνεται. Ὃ δ’ ἑξῆς λέγει, ἀναγκαῖόν ἐστιν· εἰ γὰρ ἡσθήσεται καλῶς ἀναλίσκων, ἀναγκαζόμενος κακῶς ἀναλίσκειν ἢ εἰς οὓς μὴ δεῖ ἢ ὑπὸ τυράννων ἢ ὑπὸ πόλεως, λυπηθήσεται, μετρίως δὲ τὸ λυποῦν αὐτὸν ἔσται, οὐ τὸ ἀνάλωμα οὐδ’ ἡ δαπάνη ἀλλὰ τὸ μὴ δεόντως γίνεσθαι. ἐπεὶ δ’ ἔνιοι ἡγοῦνται ἐπὶ μηδενὶ λυπηθήσεσθαι τὸν ἐνάρετον, ἐπισημειοῦται καί φησι τῆς ἀρετῆς εἶναι, τουτέστι τοῦ ἔχοντος τὴν ἀρετὴν τὸ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ καὶ ὡς δεῖ· οὐ γὰρ περιῄρηται αὐτοῦ τὸ παθητικὸν μόριον τῆς ψυχῆς, ἀλλὰ κεκόσμηται. ἀνάγκη οὖν μετρίαν τινὰ λύπην αὐτῷ γίνεσθαι ἐπὶ ταῖς μὴ προσηκούσαις ἐνεργείαις, ἀνθρώπῳ γε ὄντι καὶ φιλοκάλῳ. ὅτι δὲ οὐκ ἐπὶ τῷ ἀναλώματι λυπηθήσεται, ἀλλ’ ἐπὶ τῇ μὴ δεόντως γινομένῃ ἐνεργείᾳ, φανερὸν ποιεῖ λέγων αὐτὸν μᾶλλον ἄχθεσθαι εἴ τι δέον μὴ ἀνάλωσεν. Εἰρῆσθαι δέ φησι πρότερον, ὅτι ὑπερβολαὶ καὶ ἐλλείψεις εἰσὶν ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία· ἐν ἑκατέρᾳ γὰρ αὐτῶν καὶ ὑπερβολὴ καὶ ἔνδεια ὡς εἴρηται· ἐπεὶ δὲ τὸ ἐν δυσὶν εἷναι ἰδέαις ἑκατέρᾳ. ἐν λήψει καὶ δόσει, ἔστι δὲ ἡ δαπάνη κυρίως δόσις καλουμένη, φαίνεται δ’ ὁ ἄσωτος δαπανηρός, ἔστω φησὶ κοινῶς ἡ δαπάνη δόσις. εἰπὼν δὲ τὴν ἀνελευθερίαν ὑπερβάλλειν, τῷ λαμβάνειν προσέθηκε, πλὴν ἐν μικροῖς δηλονότι· οὐχ οὕτως · ὑπερβάλλειν λέγεται ὁ ἀνελευθέριος τῷ μεγάλα λαμβάνειν ἀλλὰ τοὐναντίον τῷ μικρὰ πολλάκις δὲ καὶ πανταχόθεν καὶ ὅθεν ἂν δύνηται οὐκ ὀκνῶν ὅτι ἄν δύνηται λαμβάνειν καὶ ὁπωσοῦν· ἐπεὶ δ’ ἔθετο τὴν ἀσωτίαν ὑπερβάλλειν μὲν τῷ διδόναι, ἐλλείπειν δὲ τῷ λαμβάνειν, κατὰ μὲν τὸν αὐτῆς λόγον ἡγεῖται τοιαύτην εἶναι· πλὴν οὐ πάνυ συνδυάζεται ταῦτα· οὐ γὰρ ῥᾴδιον οὐδαμόθεν λαμβάνοντα πᾶσι διδόναι διὰ τὸ ἐπιλείπεσθαι τελέως τὴν οὐσίαν τοὺς ἰδιώτας, οἵπερ καὶ δοκοῦσί φησιν ἄσωτοι εἶναι. τοῦτο δὲ ἐπεῖπεν, ἐπειδὴ οἱ βασιλεῖς δοκοῦσιν ἄσωτοι εἶναι καὶ δύνανται μὴ λαμβάνοντες διδόναι· ὁ δὲ τοιοῦτος οἷός ἐστιν ὁ τῷ ὄντι ἄσωτος μὴ λαμβάνων, διδοὺς δὲ πᾶσιν, οὐ μικρῷ βελτίων ἐστὶ τοῦ ἀνελευθερίου· ἰατὸς γάρ ἐστι καὶ ὑπὸ τῆς ἡλικίας, ὡς ἐπίπαν γὰρ νέοι γίνονται οὕτως ἄσωτοι, καὶ ὑπὸ τῆς ἀπορίας· δεινὴ γὰρ καὶ αὕτη ἀναγκάσαι σωφρονεῖν, καὶ ἐπὶ τὸ μέσον ἔλθοι ἄν διὰ τὸ ἔχειν τὰ τοῦ ἐλευθερίου· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, ἡμαρτημένως· εἰ οὖν ὑπὸ ἔθους ἡ ὁπωσοῦν μεταβάλλοι, ἔλθοι ἄν εἰς ἐλευθεριότητα· ἀλλ’ ὁ μὲν τῷ ὄντι ἄσωτος βελτίων τοῦ ἀνελευθέρου πολλῷ· οἱ δὲ πολλοὶ οὐκ ἔχουσιν ἄμφω τὰ εἰρημένα, λέγω δὲ τό τε διδόναι καὶ μὴ λαμβάνειν ἀλλὰ συμφύρουσι καὶ μιγνύουσιν εἰς ταὐτὸν ἀσωτίαν καὶ ἀνελευθερίαν· λαμβάνουσι γὰρ ὅθεν μὴ δεῖ συνεχῶς, ἵνα ἀναλίσκειν ἔχωσιν εὐχερῶς, ἅμα δὲ καὶ τοῦ καλοῦ μηδὲν φροντίζοντες οὐκ ὀκνοῦσιν αἰσχρῶς πορίζειν. διόπερ οὐδὲ ἐλευθέριοι αὐτῶν αἱ δόσεις· οὔτε γὰρ τοῦ καλοῦ ἕνεκα διδόασιν, ὥσπερ σποπός ἐστι πᾶσι τοῖς ἐναρέτοις, οὔτε οὗς δεῖ εὖ ποιοῦσιν ἀλλὰ τοὺς κόλαδεῖ κἀς ἢ τοὺς ἄλλην τινὰ ἡδονὴν πορίζοντας· διὸ οἱ πολλοὶ αὐτῶν ἀκόλαστοί εἰσι, τὸ δαπανηρὸν αὐτῶν μετάγοντες εἰς τὰς ἡδονάς· πλὴν ἡ μὲν τῷ ὄντι ἀσωτία ἰάσιμός ἐστιν, ὡς εἴρηται, ἡ δ’ ἀνελευθερία ἀνίατος. ἀνίατος δὲ εἶπεν ἀντὶ τοῦ δυσίατος· ὡς ἐπίπαν γὰρ δοκεῖ τὸ γῆρας ἀνελευθέρους ποιεῖν καὶ πᾶσα 〈ἀδυναμία〉· οἱ γὰρ ἀσθενέστεροι τὰ σώματα καὶ ἀδύνατοι τὰ πολλὰ ἀνελεύθεροι γίνονται διὰ τὸ νομίζειν πολλῶν δεῖσθαι· ἔτι δὲ καὶ διὰ τὸ νομίζειν] συμφυέστερον εἶναι τοῖς ἀνθρώποις τὴν ἀνελευθερίαν δυσιατοτέρα ἐστίν. ἐλέχθη γὰρ ὅτι ἐφ’ ἃ ἀποκλίνομεν οἱ ἄνθρωποι καὶ πρὸς ἅπερ ἁλώσιμοί ἐσμεν ταῦτα δυσίατα· ἀποκλίνουσι δὲ οἱ πλεῖστοι ἐπὶ φιλοχρηματίαν μᾶλλον ἢ 〈ἐπὶ πρόεσιν〉. φησὶ δὲ πολυειδῆ εἶναι τὴν ἀνελευθερίαν· σχεδὸν μὲν γὰρ πᾶσα κακία πολυειδής, ὡς προεῖπεν, οὐδεμιᾶς δ’ ἧττον ἡ ἀνελευθερία· ἐν δυσὶ γὰρ οὖσα τῇ τε ὑπερβολῇ τῆς λήψεως καὶ τῇ ἐλλείψει τῆς δόσεως, οὐ πᾶσιν ὁλόκληρος παραγίνεται, ἀλλ’ ἔνιοι μέν εἰσιν ἀνελεύθεροι τῷ λαμβάνειν καὶ τούτῳ ὑπερβάλλουσιν, ἔνιοι δὲ μόνον τῇ δόσει ἐλλείπουσι, λαμβάωειν δ’ οὐκ ἀξιοῦσιν· ὧν ὀνόματα πλείω ἐστί, φειδωλοὶ καὶ γλίσχροι καὶ κίμβικες· οὐ λαμβάνουσι δὲ οἱ μὲν δι’ ἐπιείκειαν ἢ φαινομένην· τὰ δ’ αὐτῶν φυλάσσειν λέγουσιν ἵνα μήποτε ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι· οἱ δὲ διὰ φόβον ἀπέχονται τῶν ἀλλοτρίων, ἡγούμενοι μὴ εἶναι ῥᾴδιον τὰ ἀλλότρια λαμβάνοντας μὴ προί· εσθαί τι· δηλοῖ δ’ ἑξῆς καὶ τίνες εἰσίν οἱ κατὰ τὴν λῆψιν ὑπερβάλλοντες· εἰσὶ δὲ οἱ πανταχόθεν ἀξιοῦντες λαμβάνειν καὶ μηδὲν κέρδος αἰσχρὸν νομίζοντες, οἷον πορνοβοσκοὶ καὶ τελῶναι καὶ οἱ κατὰ μικρὰ δανείζοντες καὶ ἐπὶ πολλῷ τόκῳ· πάντῃ γὰρ οὗτοι αἰσχροκερδεῖς. ἕνεκα γὰρ μικροῦ κέρδους πᾶν ὁτιοῦν ὑποφέρουσιν, ἐπεὶ τούς γε τὰ μεγάλα κερδαίνοντας ὅθεν μὴ δεῖ οὐ λέγομεν ἀνελευθέρους ἀλλὰ μοχθηροὺς καὶ ἀσεβεῖς καὶ ἀδίκους, οἷον τυράννους πορθοῦντας πόλεις καὶ ἱερὰ συλῶντας. ἐφίστησι δὲ ἡμᾶς, ὅτι καὶ ὁ λωποδύτης ἀνελεύθερος καὶ ὁ κυβευτής, καίτοι δοκῶν τισι προετικὸς εἶναι· ὁ μὲν γὰρ λωποδύτης ἕνεκα κέρδους ὀλίγου τοὺς μεγίστους κινδύνους κινδυνεύει, οἱ δὲ κυβευταὶ ἀπὸ τῶν φίλων κερδαίνουσιν, οἷς δυνδιημερεύουσι καὶ συζῶσι καὶ ἥδονται, ὅταν γυμνοὺς ἀποπέμψωσιν αὐτούς. εἰκότως δὲ τῇ ἐλευθεριότητι ἡ ἀνελευθερία ἀντικεῖσθαι λέγεται· καὶ γὰρ μεῖζον κακόν ἐστι τῆς ἀσωτίας καὶ μᾶλλον ἐπ’ αὐτὴν ἁμαρτάνουσιν οἱ ἄνθρωποι. Δόξειε δ’ ἄν ἀκόλουθον εἶναι καὶ περὶ μεγαλοπρεπείας. Ὅτι ἕπεται τῷ περὶ τῆς ἐλευθεριότητος περὶ μεγαλοπρεπείας εἰπεῖν, ἤτοι ὡς εἶδος γένους ἢ ὡς μέρος ὅλου δῆλον· σκεπτέον δὲ πότερον ταὐτὸν ἢ οὔ, ἐπειδὰν ᾧ διαφέρει τῆς ἐλευθεριότητος εἴπωμεν. ἡ μὲν γὰρ ἐλευθεριότης περὶ δόσιν ἐστὶ καὶ λῆψιν, ἡ δὲ μεγαλοπρέπεια περὶ τὴν δόσιν. καλείσθω γὰρ ἡ δαπάνη καὶ μεγαλοπρέπεια κοινῶς δόσις, ὥσπερ ἠξίωσεν, ἔτι δὲ ἡ μὲν ἐλευθεριότης οὐ μόνον περὶ τὰς μεγάλας ἀλλὰ καὶ περὶ τὰς μικρὰς δόσεις ἐστίν, ἡ δὲ μεγαλοπρέπεια, καθάπερ καὶ αὐτὸ σημαίνει τοὔνομα, ἐν μεγέθει δαπάνη πρέπουσά ἐστιν, ὥστε περὶ τὰ μέγεθος ἔχοντα δαπανήματα. τοιαύτη δ’ οὖσα πότερον εἶδός ἐστι τῆς ἐλευθεριότητος ἢ μέρος; εἰ μὲν γὰρ εἶδος, ἐπεὶ οὐδὲν γένος ἓν εἶδος ἔχει ἀλλὰ πλείω, πῶς διαιρήσομεν τὴν ἐλευθεριότητα; ἢ τὸ μέν τι αὐτῆς εἶδος ἐροῦμεν περὶ δόσιν, τὸ δὲ περὶ λῆψιν, τοὐ δὲ περὶ δόσιν τὸ μὲν περὶ μεγάλα, τὸ δὲ περὶ μικρὰ ἀναλώματα, ὧν τὸ μὲν πολὺ καὶ μέγα ἀνάλωμα μεγαλοπρέπεια καλεῖται, τὰ δ’ ἄλλα ἀνώνυμα; δόξειε δ’ ἄτοπον εἶναι διαιρεῖν τὴν ἐλευθεριότητα εἰς δύο εἴδη, τὸ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν· δοκεῖ γὰρ μὴ εἶναι ἐλευθριότης κατὰ ταύτην μόνην τὴν δόσιν. ἐὰν γὰρ ᾖ ἁμαρτητικὸς κατὰ τὴν δόσιν, οὐκέτι ἐλευθέριός ἐστιν, ἀλλ’ οὐδ’ ὁ λαμβάνων ὀρθῶς ἐλευθέριος, ἂν μὴ καὶ διδῷ καλῶς· ἅμα δ’ εἰ καὶ τῆς έλευθεριόητός ἐστι λόγος τὸ εἶναι κατορθωτικὴν περὶ δόσιν καὶ λῆψιν, οὐκ ἂν ἐφαρμόζοι ἑκατέρῳ τῶν εἰδῶν· μᾶλλον οὖν μέρει ἔοικε τῆς ἐλευθριότητος. καὶ γὰρ οὕτως ἐγχωρεῖ λέγειν, ὅτι εἰ μέν τίς ἐστι μεγαλοπρέπεια, ἐλευθεριότης ἐστίν, εἰ δέ τις ἐλευθεριότης, οὐ πάντως μεγαλοπρέπεια, ὥσπερ εἴ τις τὴν ἰατρικὴν διελόμενος εἰς μέρη τρία φαρμακευτικὸν διαιτητικὸν καὶ χειρουργικόν, λέγοι εἰ μέν τι ἐστι φαρμακευτικόν, πάντως καὶ ἰατρικὸν εἶναι, εἰ δέ τι ἰατρικόν, οὐ πάντως φαρμακευτικόν. εἰ δὲ καὶ ταῦτά τις εἴδη εἴποι τῆς ἰατρικῆς, οὐδὲν κωλύει καὶ τὴν μεγαλοπρέπειαν εἶδος εἶναι τῆς ἐλευθεριότη- τος. εἰκότως δὲ λέγεται τὸ ἐν μεγέθει πρέπον θεωρεῖν δαπάνημα. τὸ γὰρ μέγεθος πρός τι· τινὸς γὰρ μέγεθος. εἰ οὖν ἄλλου ἔργου ἄλλο μέγεθος τὸ πρέπον ἑκάστῳ δαπάνημα θεωρήσει. οὐ γὰρ τὸ αὐτὸ δαπάνη μὰ προσήκει τριηράρχῳ καὶ θεωρῷ. σκέψεται δὴ ὁ μεγαλοπρεπὴς τὸ πρέπον καὶ πρὸς αὐτὸν (xat) ἐν ᾧ καὶ περὶ ἅ· ἐν ᾧ δὲ καὶ περὶ ἃ ἐκ τοῦ παραλλή- παραλλήλου εἴρηκεν· ἐν ᾧ πράγματι καὶ περὶ ὃ πρῷμά ἐστι τὸ δαπάνημα· ἄλλο μὲν γὰρ δαπάνημα οἰκεῖον ἄν ἱερὸν κατασκευάζῃ μεγαλοπρεπές, ἄλλο δ ἄν τείχη τῇ πατρίδι περιβάλληται, ἄλλο δ ἄν χορηγῇ, ἄλλο δ’ ἄν γυμνασιαρχῇ. καθ’ ἕκαστον δὲ τούτων πρεπόντως δαπανήσει μεγέθους στοχαζόμενος τοῦ οἰκείου ἑκάστω. Ὁ δὲ ἐν μικροῖς ἢ ἐν μετρίοις [ἢ] κατ’ ἀξίαν δαπανῶν καὶ τὰ λοιπά. σαφῶς διὰ τοῦ μικροῖς ἔδειξε τὴν τοὐ μεγαλοπρεποῦς καὶ τοῦ ἐλευ- θερίου διαφοράν. περὶ γὰρ τὰ μικρὰ καὶ τὰ μέτρια ἀναλώματα ἡ ἐλευθερία· ἐπεὶ μηδὲν ἧττον ὁ ἐλευθέριος καὶ ἐν μικροῖς τοιοῦτος· οὐ γὰρ ἐν τῷ εἰς μεγάλα ἀναλίσκειν τὸ εἶναι αὐτῷ ὥσπερ τῷ μεγαλοπρεπεῖ, ἀλλ’ ἐν τῷ καλῶς. δεῖ δὲ εἰδέναι, 〈ὅτι〉 ὡς ἡ μὲν μικροπρέπεια τῆς ἀνελευθερίας, ἡ δὲ ἀπειροκαλία τε καὶ βαναυσία τῆς ἀσωτίας διαφέρει, οὕτως καὶ ἡ μεγαλοπρέπεια τῆς ἐλευ- θεριότητος διοίσει. λέγονται δὲ βάναυσοι καὶ οἱ ὑπερβάλλοντες ἐν τῷ εἰς ἃ μὴ δεῖ ἀναλίσκειν, οὐ μόνον οἱ περὶ τὰς βαύνους, τουτέστι τὰς καμίνους, ἐργα- ζόμενοι. καὶ δῆλον ε3 ὧν λέγει, ὅτι αἱ μὲν ἐλευθερίαι ἐνέργειαι καὶ μὴ ἐν πλουτοῦσιν οἷαί τε γίνεσθαι, αἱ δὲ ùεγαλ)̔’ρa--̔πς͂ῖς πλούτου δέονται. τῆς τοι- αύτης δὲ ἕξεως, λέγω δὲ τῆς aεγαλοπρεr-αίας, ἡ μὲν ἔὶλεͅιψις μικρο- πρέπεια καλεῖται, ἡ δὲ ὑπερβολὴ ἔοικε μὲν ἀνώνυμος εἶναι, καλεῖ δὲ αὐτὴν βαναυσίαν ἢ ἀπε--ροκ̀αλίαν. καλοῦνται μὲν γὰρ βάναυσοι καὶ οἱ τὰς χειρουργικὰς τέχνας ἐργαζόμενοι, καλοῦνται δὲ καὶ οἱ σεμνυνόμενοι ἐπ’ αὐτοῖς ὡς πλουσίοις ἢ ὡς μεγάλοις ἢ ὡς καλοῖς. ἐλήλυθε δὲ τὸ ὄνομα ἀπὸ τῶν πρὸς πῦρ ἐρἴ̀αομειων· βαύνους γὰρ ἐκάλουν τὰς καμίνους, ἐντεῦθεν δὲ καὶ πάντας τοὺς χειροτέχνας βαναύσους ὠνόμασαν. εἶτά μοι δοκεῖ ἀπὸ τῶν παρ’ ἀξίαν θρυπτομένων τεχνιτῶν καὶ σεμνυνομένων τοὔνομα μεταγαγεῖν ἐπὶ τοὺς προσποιουμένους μεῖζον. διόπερ καὶ Ἀριστοτέλης βαναυσίαν καλεῖ τὴν παρα- κειμένην κακίαν τῇ με-ίαλοπρὅτͅείᾳ, προσποίησίν τινα οὖσαν μεγέθους τοῦ ἐν δαπανήμασιν ἀξίου· ἐν οἷς γὰρ οὐ δεῖ οὐδ’ ὡς δεῖ λαμπρύνεται· ὕστερον δὲ περὶ αὐτῆς ἐρεῖν φησι. Λέγει δὲ τὸν μεγαλοπρεπῆ ἐπιστήμονι ἐοικέναι, ἤτοι ἐπειδὴ θεωρητικός ἐστι τοῦ πρέποντος ἑκάστῳ μεγέθει καὶ ἔργῳ δαπανήματος (τὸ δὲ θεωρεῖν τῆς κυρίως καλουμένης ἐπιστήμης· τὰς γὰρ θεωρητικὰς κυρίως ἐπιστήμας ὠνόμαζον), ἢ ἐπιστήμονα λέγει τὸν τεχνίτην· παντὸς γὰρ τεχνίτου τὸ πρέπον θεωρῆσαι ἑκάστου ἔργου, οἷον σκυτοτόμου <τὸ> τῷ ποδὶ ἁρμόζον καὶ γραφέως εἰδέναι, οἷον δεῖ τὸν ἥρωα γεγράφθαι ἢ τὸν ἰδιώτην ἢ τὸν ἡδόμενον ἢ τὸν λυπούμενον· οὕτως δὴ καὶ ὁ μεγαλοπρεπὴς τὸ πρέπον ἑκάστῳ ἔργῳ θεωρήσει δαπάνημα καὶ δαπανήσει μεγαλοπρεπῶς. ὥσπερ γάρ, φησίν, ἐν ἀρχῇ εἴπομεν, ἡ ἕξις ταῖς ἐνεργείαις ὁρίζεται καὶ ὧν ἐστιν. τοῦτο δὲ λέγει, ἐπειδὴ καὶ πρότερον εἶπεν ἐκ τῶν ἐνεργειῶν εὑρίσκεσθαι καὶ τὰς ἕξεις· ὁποῖαι γὰρ αἱ ἐνέργειαι, τοιαύτη καὶ ἡ ἕξις, ἀφ’ ἧς αἱ ἐνέργειαι καὶ ὧν ἐστιν ἡ ἕξις θεωρητικὴ. ἢ ποιητικὴ ἢ πρακτική, οἷον αἱ ἐνέργειαι τῆς οἰκοδομικῆς· τοιαῦται δέ τινες αἱ περὶ οἰκοδομίαν. δῆλον οὖν ὡς ἡ οἰκοδομικὴ τέχνη τοιούτων ἐνεργειῶν ἐστιν ἐνεργητική. καὶ ἔστι τὸ ὑποκείμενον τῇ οἰκοδομικῇ ξύλα καὶ λίθοι, οἷς χρωμένη ὡς ὕλῃ τὴν ἐνέργειαν ποιεῖται, τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν. ἐλέγετο γὰρ καὶ ὀλίγῳ πρότερον ἡ ἐλευθεριότης περὶ χρήματα εἶναι, ἐπειδὴ αἱ ἐνέργειαι αὐτῆς περ χρήματά εἰσι καὶ τὸ ὑποκείμενον οὖν δηλονότι τὰ χρήματα. ἐπειδὴ οὖν αἱ τοῦ μεγαλοπρεποῦς ἐνέργειαι δαπάναι εἰσὶ καὶ μεγάλαι καὶ πρέπουσαι, ἥ τε ἕξις φανερά, ἔστι γὰρ ἀφ’ ἧς αἱ τοιαῦται ἐνέργειαι, καὶ ὅτι ὑπόκειται αὐτῇ ἔργα μεγάλα καὶ δαπανήματα μεγάλα. ἢ τοῦτό ἐστι τὸ πρόσθεν λεχθέν, ἢ ὅτι ἡ ἕξις, τουτέστιν ἡ ἠθική, ὁρίζεται αὐτὰ ταῖς παραπιπτούσαις ἐνεργείαις καὶ ὧν ἐστιν ἀεὶ ἐνεργητική. οὐ γὰρ ἦν τὸ μέσον, ὃ ἐλέγετο τῶν ἀρετῶν ἀλλὰ τὸ πρὸς ἡμᾶς. καὶ τοῦ μεγαλοπρεποῦς οὖν αἱ δαπάναι μεγάλαι, πρέπουσαι παντὶ μεγάλῳ, καὶ οὐχ ἕν τι ἔχουσαι τὸ μέγα, ἀλλ’ ὁποῖον ἂν ἀπαιτῇ ἡ παροῦσα χρεία, τοιαῦτα δὴ καὶ τὰ ἔργα μεγάλα· ἕκαστον δ’ ὡς πρὸς ἑαυτό· οὕτω γὰρ ἔσται καὶ τὸ δαπάνημα μέγα, καὶ πρέπον τῷ ἔργῳ, ἂν τὸ μὲν ἔργον ῃ τῆς δαπάνης ἄξιον, ἡ δὲ δαπάνη τοῦ ἔργου ἢ καὶ ὑπερβάλλον. ἴσως γὰρ ἐν τούτῳ μᾶλλον περαιτέρω πρόεισιν ὁ μεγαλοπρεπής, ὑπερβάλλων ταῖς δαπάναις, ἵνα τὸ ἔργον μέγα γένηται. ἐπεὶ δὲ καὶ ταῖς λοιπαῖς ἀρεταῖς ὑπάρχει τοῦτο καὶ τῇ μεγαλοπρεπείᾳ, ἓν μὲν ὁ σκοπὸς τὸ τοῦ καλοῦ ἕνεκα δαπανᾶν καὶ μεγάλα ποιεῖν ἔργα, ἓν δὲ τὸ ἡδέ· ως· ἡδεῖαι γὰρ τοῖς ἐναρέτοις αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι. ἔτι δὲ προετικῶς δαπανήσει οὐκ ἀκριβολογούμενος· ἡ γὰρ ἀκριβολογία μικροπρεπής. Ἀπὸ δὲ τῆς ἴσης, φησί, δαπάνης τὸν μεγαλοπρεπῆ μέγα ποιήσειν τὸ ἔργον, οἷον εἰ δέοι κατασκευάσασθαί τι αὐτὸν τῇ πατρίδι τλάντων ἑκατὸν οὐχὶ ποιήσει (μικρὸν μὲν πολύχρυσον δὲ ἢ πολυτελῶν λίθων τινῶν ἔνεστι ποικίλως ποιήσαντα σαρδίοις ἢ σμαράγδοις ἢ ἄλλοις τισὶ τοιούτοις λίθοις βραχύ τι ἔργον ἀποδεῖξαι), ἀλλὰ μᾶλλον βουλήσεται μέγεθός τι ἔχον ἔργον ἐργάσασθαι οἷον ὁ Περικλῆς τὸν ᾿Ολύμπιον ἢ εἴ τι τοιοῦτον. οὐ γάρ ἐστιν ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου· κτῆμα μὲν γὰρ δεῖ ἔχειν τὸ πλείστου ἄξιον καὶ ἐν ὀλίγῳ δυνάμενον πολὺ φυλάττεσθαι, οἷον χρυσὸν μάργαρον λίθον τίμιον· ἔργον δὲ τὸ μέγα καὶ καλὸν τιμιώτατον. τὸ γὰρ τοιοῦτον πᾶς ἂν θαυμάσαι ὁ ὁρῶν, δεῖ δὲ τὸ μεγαλοπρεπὲς θαυμαστὸν εἷναι· καὶ ἔστιν ἔργου ἀρετὴ μεγαλοπρέπεια ἐν μεγέθει, τουτέστιν ἂν μέγα ᾖ καὶ εὐκατάστατον. ἔστι δὲ τῶν δαπανημάτων φησί, τουτέστι μεγαλοπρεπῆ τὰ τίμια, ὅταν καλῶς γένηται δηλονότι· τίμια δέ ἐστι τὰ περὶ τοὺς θεοὺς καὶ περὶ πᾶν τὸ δαιμόνιον, οἷον εἰ καὶ δαίμονας δέοι ἱλάσκεσθαι καὶ ὅσα πρὸς τὸ κοινὸν δεῖ καλῶς φιλοτιμεῖσθαι· ἐν πᾶσι δέ, ὡς καὶ πρότερον εἴρηται, δύο σκέπτεται ἑαυτόν τε τίς ὢν καὶ τίνων ὑπαρχόντων ἀναλίσκει καὶ τί τὸ ἔργον· λέγει δὲ πένητα μὴ εἶναι μεγαλοπρεπῆ, οὐ κατὰ τὴν ἕξιν ἀλλὰ κατὰ τὴν ἐνέργειαν· τὴν μὲν γὰρ ἕξιν οὐδὲν κωλύει ἔχειν τὸν πένητα, τὴν δὲ ἐνέργειαν οὐχ οἷόν τε μὴ ὑπαρχόντων αὐτῷ κτημάτων. ὅτι δὲ περὶ τῆς ἐνεργείας λέγει, φανερόν, ὅτι ἠλίθιος ἔσται ἐπιχειρῶν ἀναλίσκειν ὁ πένης, παρ’ ἁ τὴν ἀξίαν γὰρ ἀναλώσει, καὶ τὸ δέον· πᾶν γὰρ τὸ κατ’ ἀρετὴν ὀρθῶς πράττεται. πρέπει δὲ ἀνλίσκειν καὶ οἷς τάλαντα προϋπάρχει· δεῖ γὰρ αὐτοὺς ἀξίους εἶναι καὶ ὧν οἱ πρόγονοι μεγαλοπρεπῶς τινα εἰργάσαντο ἢ ὧν σφισι μέτεστι· μέτεστι δὲ συγγενῶν ἢ οἰκείων, ὥστε καὶ τῷ μεγαλοπρεπεῖ ἔχοντι συγγενεῖς ἢ οἰκείους ἁρμόττει μὴ λείπεσθαι αὐτῶν, ὄντος πλούτου καὶ χορηγίας. μάλιστα μὲν οὖν ὁ μεγαλοπρεπὴς ἐν τοῖς τοιούτοις δαπανήμασιν ἐνεργήσει, λέγω δὲ ἐν τοῖς πρὸς τὸ κοινόν, καὶ ἐν τοῖς ἰδίοις δὲ μεγαλοπρεπῶς ἀναλώσει ὅσα εἰσάπαξ γίνεται, οἷον γάμος καὶ εἴ τι τοιοῦτον, καὶ περὶ ὃ πᾶσα ἡ πόλις σπουδάζει ὑπερβαλεῖται, οἷον ἂν περὶ ὅπλα σπουδάζῃ πάσα ἡ πόλις ἢ περὶ ἵππους, μεγαλοπρεπῶς ταῦτα αὐτὸς παρασκευάσει, κἂν οἱ ἐν ἀξιώματι περί τι τοιοῦτον σπουδάζωσιν ἢ ὡς ἐλευθέριον ἢ ὡς τῇ πόλει χρήσιμον μεγαλοπρεπῆ αὐτοῦ τὴν χρῆσιν ἕξει. καὶ περὶ ξένων δέ φησὶ ὑποδοχὰς τὸν μεγαλοπρεπῆ καλῶς ἀναστρέφεσθαι καὶ δωρεὰς καὶ ἀντιδωρεάς· δόξει δὲ λέγω. ἀντιδωρεὰς ὁμολογεῖν, ὅτι λήψεται ὁ μεγαλοπρεπὴς δωρεάς. ἔστι δὲ οὐδὲν θαυμαστόν· τὸ μὲν γὰρ ὅλον περὶ μεγάλην δαπάνην καὶ ἐν μεγάλοις ἔργοις ἐστὶν ἡ μεγαλοπρέπεια. ἀγαθὸς δὲ ὢν τάχ’ ἂν οὐκ ὀκνήσειέ ποτε λαβεῖν δωρεάν, μέλλων μείζονα ἀντιδωρεῖσθαι· ἐπεὶ δὲ οὐκ εἰς ἑαυτὸν δαπανηρός ἐστιν ὁ μεγαλοπρεπὴς ἀλλ’ εἰς τὰ κοινά, ὡς εἴρηται, καὶ τὰ ἀναθήματα (τὰ δὲ δῶ ῥα ἀναθήμασι ἔχει τι ὅμοιον) ἑτοίμως ἕξει πρὸς τὰς τῷ γὰρ ὄντι οὐδενὸς ἀναθήματος ἔλαττόν ἐστι δῶρον καλῶς διδόμενον ἢ Δῖός [διὰ] Φιλίου χάριν ἢ Ξενίου. λέγει δὲ τὸν μεγαλοπρεπῆ περὶ ταῦτα δαπανᾶν, ὅσα πολυχρόνια τῶν ἔργων, οἷον ναοὺς θεῶν καὶ τειχῶν ἀνασκευὰς καὶ ὅσα μόνιμά ἐστι μᾶλλον ἢ περὶ χορηγίας καὶ γυμνασίας καὶ ὅσα μόνον ἀναλώματά ἐστιν, ἔργον δ’ οὐδὲν μόνιμον ἔχειν φαίνεται. καὶ ἐν ἑκάστῳ δὲ τῶν ἔργων τὸ πρέπον σκέπτεται καὶ οὐχ ὁμοίαν ποιήσεται δαπάνην ἱεροῦ καὶ τάφου ἐπὶ δὲ τῶν δαπανημάτων μεγαλοπρεπέστατον μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις, τουτέστιν ἐν ἑκάστῳ δὲ τὸ οἰκεῖον καὶ πρόσφορον. καὶ ἔτι διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· οὐδὲν γὰρ κωλύει τὸ μὲν ἔργον αὐτὸ μέγα εἶναι, τὸ δὲ δαπάνημα μικρόν, οἷον σφαῖρα ἢ λήκυθος ἡ καλλίστη ἔχει μεγαλοπρέπειαν παιδικοῦ δώρου· τοῦτο δὲ διχῶς ἔστι λαβεῖν, ἢ ὅτι παῖς ἄν παιδὶ χαρίζηται ὡς ἐν παιδὶ μεγαλοπρεπής, οὐκ οὔσης μὲν κυρίως μεγαλοπρεπείας ἐν παιδί, οὐδὲ ἄλλης ἀρετῆς οὐδεμιᾶς, ὅλον δὲ τοῦτο ἀρετῆς παιδικῆς· ἢ οὕτως οὖν ἀκουσόμεθα ἢ ὅτι ὁ μεγαλοπρεπὴς ἂν χαρίζηται παιδὶ καλλίστην σφαῖραν ἢ λήκυθον, τὸ μὲν δῶρον μεγαλοπρεπὲς καὶ παιδικὸν πρὸς παῖδα, ἡ δὲ τιμὴ μικρὰ καὶ ἀνελευθέριος, εἰ αὐτὴν καθ’ αὑτήν τις σκοποίη. . τοῦτο δὲ ὅλον παράδειγμά ἐστι τοῦ ἐν ἑκάστῳ εἶναί τι μέγα κατὰ τὸ γένος, ὁπότε καὶ ἐν τοῖς παιδικοῖς δώροις ἔνι τις μεγαλοπρέπεια· ἐν· μεγάλοις δὲ μέγα εἴρηκεν, οἷον ἄν ἔν τινι τῶν τιμιωτάτων μέγεθος προσῇ· τιμιώτατα δὲ τὰ πρὸς θεοὺς μὲν πρῶτον, ἔπειτα δὲ τὰ πρὸς τὸ κοινόν. τὸ δ’ ἑξῆς τῆς φράσεως· ἐπὶ τῶν δαπάνη μάτων ἕκαστον μέγιστον ἐν τῷ οἰκείῳ γένει καὶ τὰ ἑξῆς, διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, εἰ ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ὑπερβάλλοιτο, ὅταν καὶ τὸ δαπάνημα ἄξιον ᾖ τοῦ ἔργου καὶ τὸ ἔργον τοὐ δαπανήματος. Ἄ δὲ λέγει περὶ τοῦ βαναύσου καὶ τοῦ μικροπρεποῦς δῆλά ἐστιν· εἶναι μὲν οὖν δῆλον καὶ αὐτός φησι κακίας, οὐ μὴν ὀνείδ· η ἐπιφέρειν διὰ τὸ μὴ εἶναι βλαβερὰς τῶν πέλας ὥσπερ ἡ ἀδικία βλαπτική ἐστι καὶ ἡ ἀκολασία καὶ σχεδὸν αἱ λοιπαὶ κακίαι. Ἡ μεγαλοψυχία δὲ ἕως τοῦ ***Πρὸς μὲν τὸ λαβεῖν τί ἐστιν ἡ μεγαλοψυχία, οὐδὲν διαφέρει, ὥς φησι, τὴν ἕξιν σποπεῖν ἢ τὸν κατὰ τὴν ἕξιν λέγει δὲ κατὰ τὴν ἕξιν τὸν μεγαλόψυχον. πρὸς δὲ τὸ ῥᾷον λαβεῖν ἴσως πρὸ ἔργου ἐστὶν ἡ τοῦ μεγαλοψύχου θεωρία· διὸ περὶ τούτου ποιεῖται τὴν σκέψιν· καταφανοῦς γὰρ αὐτοῦ γενομένου, ῥᾳδία ἐστὶν ἡ μετάβασις ἐπὶ τὴν μεγαλοψυχίαν. δοκεῖ δέ φησι μεγαλόψυχος εἶναι ὁ μεγάλων αὑτὸν ἀξιῶν, 〈ἄξιος ὤν· 〉ὁ γὰρ μεγάλων <ἑαυτὸν> ἀξιῶν, οὐκ ὢν δὲ ἄξιος, ἠλίθιος· οὐδεὶς δὲ τῶν κατ’ ἀρετὴν ἠλίθιος, ὥστε οὐκ ἄξιός ἐστι μικρῶν καὶ μικρῶν ἀξιῶν ἑαυτόν, ὅν φησιν εἶναι σώφρονα· ἕτερος δὲ ὁ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὤν, ὃν ὀνομάζει χαῦνον καὶ τάττει κατὰ τὴν ὑπερβολήν· τρίτον δὲ τὸν μειζόνων ἀξιοῦντα ἑαυτὸν ἢ ἄξιός ἐστιν, ὃν οὐ πάντως φησὶ χαῦνον εἶναι· τέταρτον δὲ τὸν ἐλαττόνων ἀξιοῦντα ἑαυτόν, ἐάν τε μεγάλων ἐάν τε μετρίων ἐάν τε καὶ μικρῶν ἄξιος ὢν ἔτι ἐλαττόνων ἑαυτόν τόν ἀξιοῖ. περὶ δὲ τούτων πάντων σκέψαιτο ἄν τις εὐλόγως ἀρξάμενος ἀπ’ αὐτοῦ τοῦ μεγαλοψύχου. καὶ γὰρ ἐπίνοιά ἐστι τοὺ μεγαλοψύχου ἀνδρὸς κατὰ τοὔνομα μέγεθός τι ψυχῆς ἔχοντος· καὶ διὰ τοῦτο μήτε ὑπὸ εὐτυχίας ἐξογκουμένου μήτε ὑπὸ δυστυχίας πίπτοντος, ἀλλ’ ἐμμελῶς φέροντος τἀς τύχας. οὗτοι γὰρ λέγονται μάλιστα μεγαλόψυχοι, ὧν ἔοικεν ἡ ψυχὴ τοῖς ἰσχυροῖς καὶ ὑγιεινοῖς σώμασιν, ἃ οὔτε ὑπὸ πνίγους οὔτε ὑπὸ χειμῶνος ἢ πνευμάτων μεταβάλλει, ἀλλ’ ἄσειστα καὶ ἀμετάβλητα μένει· τὸν αὐτὸν τρόπον καὶ ὁ μεγαλόψυχος ὑπ’ οὐδεμιᾶς τύχης σείεται οὔτε μεταβάλλει, ἅτε εἰδὼς οὐδὲν τῶν ἀνθρωπίνων σπουδῆς ὂν ἄξιον ἀλλὰ μέγιστον μὲν ἀγαθὸν τὴν ἀρετήν, μέγιστον δὲ κακὸν τὴν κακίαν, τὰ δ’ ἄλλα ἀγαθὰ καὶ κακὰ οὐ τοιαῦτα εἶναι, ὥστ’ ἄξιον εἶναι πίπτειν ἐπὶ τοῖς κακοῖς ἢ ἐπαίρεσθαι ἐπὶ τοῖς ἀγαθοῖς· τοιοῦτος δή τις μάλιστα δοκεῖ ὁ μεγαλόψυχος. λέγειν γοῦν εἰώθαμεν ἐπὶ τῶν ἐν δυστυχίᾳ μὴ καταπιπτόντων, ὅτι μεγαλοψύχως ἤνεγκαν καὶ ἐπὶ τῶν μὴ ἐπαιρομένων μηδὲ έξογκουμένων ὑπὸ εὐτυχίας μεγαλοψύχως ἔχειν. ὁ δ’ Ἀριστοτέλης λέγει μεγαλόψυχον τὸν μεγάλων ἑαυτὸν ἀξιοῦντα ἄξιον ὄντα. τίνα δὲ τὰ μεγάλα ταῦτά ἐστιν, ὧν ἑαυτὸν ἀξιοῖ, προελθὼν διασαφεῖ. Λέγει γὰρ τὰς τιμὰς εἶναι τὰ μέγιστα τῶν ἐκτός ἀγαθῶν ὧν ἐφίεσθαι τὸν μεγαλόψυχον. τοῦτο δ’ αὐτὸ δόξει ἄτοπον εἶναι· ἂν γὰρ σκοπὸς <ᾖ> παρὰ τῶν ἄλλων τιμή, οὕτως ἔοικεν οὐκ ἐφ’ ἑαυτῷ εἶναι ἀλλ’ ἐπ’ ἄλλοις, κἀν οὕτω τύχῃ, πυκνὰ μεταβάλλειν ἐκ τοῦ εὖ πράττειν εἰς τὸ κακοπραγεῖν, ἐὰν ποτὲ μὲν τιμᾶται ποτὲ δὲ μή, ἀλλὰ τοὐναντίον ἀτιμάζηται· ἥκιστα δὲ προσήκει τῷ ἐναρέτῳ ἐπ’ ἄλλοις εἶναι. ἀλλὰ μή ποτε οὐ τοῦτο λέγει ὁ Ἀριστοτέλης· τοὐναντίον γὰρ καὶ ὑπεροπτικὸν αὐτόν φησιν εἶναι τῆς παρὰ τῶν πολλῶν τιμῆς, ἅτε μηδὲν τῶν ἀνθρωπίνων ἡγούμενον εἷναι πολλῆς τιμῆς ἄξιον. τίς οὖν αὐτῷ σκοπός; οὐ μὰ Δία τὸ τιμᾶσθαι· εἴη γὰρ ἂν οὕτως ἐπ’ ἄλλοις, ἀλλὰ τὸ παρέχειν· ἑαυτὸν ἄξιον ὑπὸ τῶν σπουδαίων τιμᾶσθαι καὶ συνειδέναι ἑαυτῷ ἀρίστῳ καὶ ἀξίῳ τῆς παρὰ τῶν ἀγαθῶν τιμῆς καὶ σπουδῆς, ἧς τυγχάνων μὲν ἀσμενιεῖ, ἐὰν δὲ μὴ τυγχάνῃ, ἱκανὸν ἡγήσεται τὸ αὑτῷ συνειδέναι οἷός τίς ἐστι. τοιοῦτος γάρ ἐστιν, οἷον ὁ ποιητὴς πεποίηκε τὸν Ἀχιλλέα λέγοντα ‟φρονέω δὲ τετιμῆσθαι Δῖός αἴσῃ“. ἄριστοι μὲν γὰρ πάντων οἱ θεοί, παρὰ δὲ τούτων ἡγεῖται τιμὴν αὐτῷ ὑπάρχειν ἀγαθῶ ὄντι καὶ τελείω κατ’ ἀρετήν· σχεδὸν γὰρ πάσας αὐτόν φησιν ἔχειν τὰς ἀρετάς, χαρακτηρίζεσθαι δὲ κατὰ τὸ μέγεθο· ς τὸ τῆς ψυχῆς· ἐπικόσμημα γάρ τι εἶναι τὴν μεγαλοψθχίαν πασῶν τῶν ἀρετῶν. ἑκάστην μὲν γὰρ εἰδοποιεῖσθαι κατὰ τὰ ὑποκείμενα, οἷον σωφροσύνην μὲν διὰ τὸ περὶ ἡδονὰς εἶναι καὶ λύπας, ἀνδρείαν δὲ διὰ τὸ περὶ φόβους εἶναι καὶ θάρρη, ἄλλας δὲ δι’ ἄλλο τι· ἐπανθεῖν δ’ αὐταῖς μὲν τὴν μεγαλοψυχίαν, οἷον ἐπιγινομένην τινὰ ἕξιν τῇ πασῶν κτήσει. τὸ δὴ μέγεθος τῆς ψυχῆς ἐντεῦθεν τῷ μεγαλοψύχῳ· τῷ τοιούτῳ δὲ μεγέθει ἕπεσθαί φησιν ὁ Ἀριστοτέλης τὰ εἰρημένα ὑφ’ ἡμῶν τὸ φέρειν ἐμμελῶς τὰς δυστυχίας· καὶ ἄλλα δὲ πλείω ἀκολουθεῖ περὶ ὧν αὐτὸς δηλώσει. Ὁ μὲν οὖν μεγαλόψυχος, ὡς τύπῳ εἰπεῖν, τοιοῦτός ἐστιν, τοὺς δὲ λοιποὺς σκεπτέον. ἦν δὴ ὁ πρῶτος ὁ μικρῶν ἄξιος καὶ μικρῶν αὑτὸν ἀξιῶν, ὃν ἔλεγεν εἶναι σώφρονα. εἰ δὲ μικρῶν ἄξιος, πῶς ἂν εἴη σώφρων; ὁ γὰρ σώφρων ἐνάρετος· ὁ δὲ ἐνάρετος μεγάλων ἄξιος, ἐπειδὴ σώφρονα λέγει τὸν περὶ ἡδονὰς κατορθοῦντα· οὗτος δὲ τοιοῦτος. ἔοικεν οὖν κοινότερον λαμβάνειν νῦν σωφροσύνην ἀντὶ φρονήσεως ὥσπερ εἰώθαμεν πολλάκις· καὶ ταύτης οὐχὶ τῆς ἀρετῆς ἀλλὰ τῆς φυσικῆς συνέσεως, ἣν ἔχουσί τινες, ὥστε συνορᾶν τίνων ἄξιοι καὶ ἐπὶ πόσον. εἴη δ’ ἄν τοιοῦτος οὐκ ἀφυὴς ἄνθρωπος, ὃς οὐχ ὁρῶν ἑαυτὸν οὐδέπω οὐδὲν μέγα οὔτε εἰδότα οὔτε πεποιηκότα οὐχ ἡγεῖται μεγάλων εἶναί πω τιμῶν ἄξιος· οὐδὲν δὲ κωλύει παιδευθέντα γενέσθαι αὐτὸν μεγαλόψυχον· ὁ δὲ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὢν μοχθηρὸς καὶ χαῦνος, ἀντιποιούμενος μὴ προσηκουσῶν τιμῶν, παντελῶς αὐτῶν ἀνάξιος ὤν. ἀξιοῖ δ’ αὑτὸν οὐ τῶν ἀπλῶς μεγάλων· οὐδὲ γὰρ οἶδεν ἄλλα τῶν νομιζομένων, λέγω δὲ τῶν πολιτικῶν τιμῶν. μεγάλη γὰρ τιμὴ ἡ μέν ἐστι κατ’ ἁλή θείαν (αὕτη δέ ἐστιν οἱ πολλοὶ παρέχουσι στέφανοι καὶ εἰκόνες καὶ τὰ τοιαῦτα, ὧν ἀξιοῖ τυγχάνειν ὁ χαῦνος ἑαυτόν, οὐδ’ αὐτῶν ἀνάξιος ὤν· ὁ δὲ μειζόνων ἢ ἄξιος οὐ ίας χαῦνος. γίνονται γάρ τινες εὐφυεῖς καὶ χαρίεντες εὐποιητικοὶ τῶν πατρίδων ἐν καιρῷ, ἐπιδιδόντες καὶ βοηθοῦντες τῷ κοινῷ καὶ ἀνατιθέντες ἀναθήματα· οὗτοι δὲ ἄξιοί εἰσι τῆς παρὰ τῶν πόλεων τιμῆς. ἐνίοτε δ’ ἀξιοῦσι διὰ τοῦτο καὶ ἁπλῶς ἐνάρετοι εἶναι καὶ τέλειοι οὐ διὰ χαυνότητα ἀλλὰ δι’ ἄγνοιαν, οὓς οὐδὲν κωλύει παιδευθέντας καὶ τελείως ἀγαθοὺς γενέσθαι. περὶ δὲ τοῦ μικροψύχου καὶ παντελῶς ἀπορήσαι τις ἄν· λέγει γὰρ μικρόψυχον εἶναι, ἐάν τε μεγάλων ἐάν τε μικρῶν ἄξιος ὤν, ἔτι ἐλαττόνων αὑτὸν ἀξιοῖ· εἰ μὲν γὰρ μεγάλων ὅλως ἐστὶν ἄξιος, πῶς ἂν εἴη μοχθηρός; ἢ μεγάλων οὕτως ἄν εἴη ἄξιος, οἷον εἰ προγόνων ἐπισήμων ὢν εἰς μικρὰ ἑαυτὸν ἄγει ἐπιτηδεύματα καὶ βάναυσον τέχνην μεταχειρίζεται, ἐξὸν πολιτικῶν ἅπτεσθαι καὶ εἰ μὴ ἀφυὴς ᾖ πρὸς τὸ μαθεῖν ἄν τι ἢ γνῶναι, τούτων μὲν ἀφέστηκε, τὰ δὲ τυχόντα ἐπιτηδεύει· οὗτος γὰρ τῷ ὄντι ἐλαττόνων ἑαυτὸν ἀξιοῖ. ὁ δὲ καὶ μικρῶν ἄξιος καὶ ἔτι ἐλαττόνων ἑαυτὸν ἀξιῶν παντελῶς μικρόψυχος, καίτοι ὁ Ἀριστοτέλης λέγει μάλιστα ἂν δοκεῖν μικρόψυχον τὸν μεγάλων ἄξιον μικρῶν δὲ ἑαυτὸν ἀξιοῦντα, ἴσως εἰς τοιαῦτα ἀποβλέπων οἷα εἰρήκαμεν· ταῦτα μὲν οὖν εἰρήσθω περὶ αὐτῶν, ἐξ ὧν ὡς ἐν κεφαλαίῳ εἰπεῖν εἴληπται ὅτι ὁ μὲν μεγαλόψυχός ἐστιν ὁ μεγάλων αὑτὸν ἀξιῶν ἄξιος ὤν, ὁ δὲ κατὰ τὴν ὑπερβολὴν τεταγμένος χαῦνος, ὁ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὤν, ὁ δὲ κατὰ τὴν ἔλλειψίν ἐλαττόνων αὑτὸν ἀξιῶν ἤ ἐστιν ἄξιος 〈μικρόψυχος〉. τὰ δὲ ἑξῆς, ἐπειδὴ καὶ καθ’ αὑτὰ δῆλά ἐστι καὶ ἐκ τῶν εἰρημένων, οὐκ ἀνάγκη πάντα ἐπιέναι, ἀλλ’ εἴ τινα ἔχει ἔνστασιν κατὰ τὴν λέξιν ταῦτα θεωρητέον. Λέγει δὲ τὸν μεγαλόψυχον τῷ μεγέθει ἄκρον εἶναι· μέγας γάρ ἐστι τῷ μέγεθος ἔχειν ψυχῆς τὸ ἀκρότατον, τῷ δὲ ὡς δεῖ μέσος· οὔτε γὰρ ὑπερπαρακειμέναις βάλλει οὔτε ἐλλείπει κατὰ τὸ ἀξιοῦν ἑαυτὸν ὧν ἐστιν ἄξιος. οἱ δ’ ἐν ταῖς κακίαις οἱ μὲν ὑπερβάλλουσιν, οἱ δὲ ἐλλείπουσιν, οἱ μὲν χαῦνοι ὑπερβάλλουσιν, οἱ δὲ μικρόψυχοι ἐλλείπουσιν· ἐπεὶ δὲ τῶν μεγίστων αὑτὸν ἀξιοῖ, τὸ δὲ μέγιστον ἐν τῷ ὑπερθετικῷ λεγόμενον ἕν, περὶ ἕν τι ἂν εἴη ὁ μεγαλόψυχος. τί οὖν τοῦτ’ ἐστιν ἐκ τῆς ἀξίας ληπτέον. ἡ γὰρ ἀξία λέγεται τουτέστι] πρὸς τὰ ἐκτὸς ἀγαθά. ἀξίαν γὰρ λέγομεν ἢ πλούτου ἢ δόξης ἢ τιμῆς ἢ ἄλλου τινός. τῶν δὴ ἐκτὸς ἀγαθῶν τοῦ μεγίστου ἀξιοῦται ὁ μεγαλόψυχος· μέγιστον δέ ἐστιν ὃ τοῖς θεοῖς ἀπονέμομεν, τοῦτο δέ ἐστιν ἧ ὧν μὲν γὰρ δεῖ τιμῶν ἐφίεται καὶ ἄξιον αὑτὸν ἡγεῖται, ὧν δὲ οὐ δεῖ ὑπερορᾷ· ὁμοίως δὴ καὶ ἀτιμίας· τὰς μὲν παρὰ τῶν ἀγαθῶν ἀλλοτρίας ἑαυτοῦ νενόμικε, τὰς δὲ παρὰ τῶν πολλῶν ὑπερορᾷ. σχεδὸν δὴ ὁ λόγος τοιοῦτός ἐστιν· εἰ μεγίστων αὑτὸν ἀξιοῖ ἄξιος ὤν, τὸ δὲ μέγιστον ἕν, λέγεται δὲ ἀξίωμα ὡς πρὸς τὸ ἐκτός, τὸ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν εἴη ἄν οὗ ἀξιοῖ ἑαυτόν. εἰ δὲ μέγιστον ἡ τιμή, ταύτης ἀξιοῖ ἑαυτόν· καὶ ἐκ τοῦ λόγου μὲν συμφανές· καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ τιμὴν εἶναι. ὁ δὲ μικρόψυχος, φησίν, ἐλλείπει καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα, οὔτε γὰρ ὧν αὐτός ἐστιν ἄξιος ἀξιοῖ ἑαυτὸν πολύ τε ἀπέχει τοῦ ἐφίεσθαι ὧν ὁ μεγαλόψυχος· ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει· ἀξιοῖ γὰρ αὑτόν, ὧν οὐκ ἔστιν ἄξιος· οὐ μὴν τόν γε μεγαλόψυχον· οὐδὲ γὰρ ἐπινοῆσαι δύναται ὧν ἑαυτὸν ἀξιοῖ ὁ μεγαλόψυχος. Μετὰ δὲ ταῦτα ἐνδείκνυται ὅτι ἄριστος ὁ μεγαλόψυχος· εἰ γὰρ τῶν μεγίστων ἄξιος, ἄριστος ἄν εἴη. καὶ δόξειεν ἂν εἶναι, φησί, μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα. ὥσπερ γὰρ ἐλέγομεν, ἑκάστη μὲν ἀρειὴ εἰδοποιεῖται τοῖς ὑποκειμένοις αὐτῇ, τὸ δὲ μέγεθος ἑκάστῃ ἐπιθετέον ἐν τῇ μεγαλοψυχίᾳ. μέγεθος γάρ τι τῇ ψυχῇ παραγίνεται σὺν τῇ ἕξει ταύτῃ· αὕτη δὲ παραγίνεται, τελειωθεισῶν τῶν ἀρετῶν πασῶν. καὶ προελθὼν λέγει κόσμον τινὰ εἶναι τῶν ἀρετῶν τὴν μεγαλοψυχίαν· μείζους γὰρ αὐτὰς ποιεῖ. πῶς δὲ μείζους; διότι μέγεθός τι προσγίνεται τῆ ψυχῇ τῶν ἐναρέτων καὶ ἐφ᾿ ἑκάστῃ δὲ μεγαλοφρονεῖ ὁ σπουδαῖος, θεωρῶν τὴν ὑγίειαν καὶ τὸ κάλλος αὑτοῦ τῆς ψυχῆς. διὰ τοῦτο χαλεπὸν τῇ ἀληθείᾳ μεγαλόψυχον εἶναι· δεῖ γὰρ τὴν τελείαν ἔχειν καὶ καλοκαγαθίαν· τοῦτο δὲ χαλεπόν. μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχος, καὶ ἡσθήσεται τιμώμενος ὑπὸ τῶν σπουδαίων κατ’ ἀξίαν, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἄν γένοιτο ἀξία τιμή. λέγει δὲ παντελῆ ἀρετὴν τὴν σύμπασαν, ἣν ἀνάγκη ἔχειν τὸν μεγαλόψυχον· οὐ μὴν ἀλλ’ ἀποδέξεται ὅταν μὴ ἔχωσιν αὐτῷ νέμειν μείζω· τῆς δὲ παρὰ τῶν τυχόντων ὀλιγωγήσει καὶ τῆς ἐπὶ μικροῖς. ἐὰν γάρ τινα μικρὰ αὐτῷ πραχθῇ, οὐχ ἡγεῖται δεῖν ἐπὶ τούτοις τιμᾶσθαι. ὁμοίως δὲ καὶ ἀτιμίας ὀλιγωρήσει τῆς παρὰ τῶν πολλῶν· κἄν γὰρ γίνηται περὶ αὐτόν, οἶδεν ὅτι οὐ δικαίως ἔσται. τοῦ δὲ μὴ δικαίως γινομένου παντὸς καταφρονεῖ. μάλιστα μὲν οὖν, ὡς εἴρηται, τούτῳ μήτε εὐτυχοῦντα περιχαρῆ αὐτὸν γίνεσθαι μήτε δυστυχοῦντα περίλυπον. ὁ γὰρ εἰθισμένος τῶν μεγίστων αὑτὸν ἀξιοῦν τῶν ἄλλων ἀγαθῶν καὶ κακῶν κρείττων ἐστίν, οἷον πλούτου πενίας δόξης ἀδοξίας, ἁπλῶς τῶν περὶ τὸ σῶμα καὶ ἐκτὸς ἀγαθῶν καὶ κακῶν· μέγιστα γὰρ ἀγαθὰ ἡγεῖται τὰ περὶ ψυχήν, ὧν ὑπαρχόντων αὐτῷ ὑπ’ οὐδενὸς αὐτῶν οὔτε ἐπαίρεται οὔτε καταπίπτει· οὐδὲ γὰρ πρὸς τὴν τιμὴν οὕτως ἔχει, ὥστε ἐξεπαίρεσθαι ὑπ’ αὐτῆς, ἀλλὰ τῆς μὲν παρὰ τῶν πολλῶν καὶ παντελῶς καταφρονεῖ, τὴν δὲ παρὰ τῶν σπουδαίων ἀποδέχεται μὲν εἰ γίνοιτο· γινομένης δέ, οὐ διὰ τοῦτο λανθάνει μὴ συμβαίνειν. Δοκεῖ δέ τισι τὰ εὐτυχήματα συμβάλλ ἕσθαι πρὸς μεγαλοψυχίαν. μεγαλόψυχος μὲν γάρ ἐστιν ὁ ἀξιῶν ἑαυτὸν τῶν μεγίστων τιμῶν. οἱ δ’ εὐγενεῖς καὶ πλούσιοι ἢ δυνάσται ἄλλην εὐτυχίαν ἔχοντες ἀξιοῦσι τιμᾶσθαι καὶ τιμῶνται ὡς ἐν ὑπεροχῇ ἀγαθῶν ὄντες. οὐ μήν εἰσιν οὗτοι μεγαλόψυχοι οὔτε τῷ ἐφίεσθαι τιμῶν οὔτε τῷ τυγχάνειν. κατ’ ἀλήθειαν γὰρ μεγαλόψυχος γένοιτ’ ἂν ὁ ἀγαθός, ὁ δ’ αὐτὸς καὶ τιμητός. ἂν δ’ ἄμφω αὐτῷ ὑπάρχῃ ἀρετὴ καὶ τὰ ἐκιὸς εὐτυχήματα, ἴσως μᾶλλον δόξει τιμητὸς εἶναι τοῖς πολλοῖς, κατ’ ἀλήθειαν δὲ μᾶλλον αὐτός ἐστιν εἰ καὶ διὰ τὴν εὐτυχίαν ἀκωλύτως ἐνεργοίη κατὰ τὴν ἀρετὴν ἐν προηγουμένοις· ταῖς γὰρ καλαῖς ἐνεργείαις ἀκολουθοῦσιν αἱ τιμαί. ἄνευ δὲ ἀρετῆς τὰ εὐτυχήματα ὡς ἐπίπαν ὑβριστὰς καὶ ὑπερόπτας ποιεῖ· μιμοῦνται γὰρ ὡς οἴονται τὸν μεγαλόψυχον ἐν οἷς δύνανται· δύνανται δὲ ἐν τῷ καταφρονεῖν τῶν πολλῶν, οὐκ ἐν τῷ κατ’ ἀρετὴν πράττειν· καταφρονεῖ δὲ τῶν πολλῶν οὐχ ὥστε ὑβρίζειν ἀλλ’ ὥστε μὴ θαυμάζειν τὰς παρ’ αὐτῶν τιμάς. καὶ ὁ μὲν δικαίως αὐτῶν καταφρονεῖ· δοξάζει γὰρ ἀληθῶς ὅτι κρείττων ἐστὶ τῶν ἄλλων, οἱ δὲ ψευδῶς καὶ ὡς ἄν τύχῃ περί τε αὑτῶν καὶ περὶ τῶν ἄλλων δοξάζουσιν· ἐπειδὴ δὲ τὸ αὑτοῦ μέγεθος οὐκ ἀγνοεῖ ὁ μεγαλόψυχος καὶ τὰ ἄλλα ἐπίσταται τὰ ἀνθρώπινα οἷά ἐστι, εἰκότως οὐκ ἔστιν οὔτε πυκνοκίνδυνος οὔτε φιλοκίνδυνος ἑαυτόν τε οὐχ ἡγούμενος δεῖν ὡς ἔτυχε καὶ προίεσθαι καὶ οὐκ ἀξιῶν ὑπὲρ τῶν μηδενὸς ἀξίων κινδυνεύειν· ἐν οἷς δ’ ἂν κρίνῃ κινδυνευτὰ ἐνεῖναι, μεγαλοκίνδυνός ἐστιν. οὐδὲ γὰρ τὸ ζῆν μέγα ἡγεῖται ἀλλὰ προτιμᾷ αὐτοῦ τὸ καλῶς καὶ ὑπὲρ καλῶν ἔργων ἀποθανεῖν. καὶ οἷος, φησίν, εὖ ποιεῖν, εὐεργετούμενος δ’ αἰσχύνεσθαι. τοῦτο δὲ αἰτιῶνταί τινες ὡς οὐκ εὖ λεγόμενον· τῷ γὰρ ἀγαθῷ οὐ μόνον τὸ εὖ ποιεῖν ἀλλὰ καὶ τὸ εὖ πάσχειν οἰκεῖον εἶναί φασιν, ἀληθῆ μὲν λέγοντες, οὐ μὴν καθορῶντες τὸ τοῦ μεγαλοψύχου μέγεθος. πολλὰ γὰρ δεῖ γίνεσθαι ἵνα ἀνάσχηται ἢ εἰς χρήματα ἢ εἰς δύναμιν ἢ εἴς τι τῶν τοιύτων εὐεργετούμενος. τοῦτο οὖν ἐστιν, ὃ λέγει, ὅτι αἰσχύνοιτ’ ἂν ἢ χρήματα λαμβάνειν ἢ ἄλλην τινὰ τοιαύτην εὐεργεσίαν· τὸ γὰρ μέγεθος τῆς μεγαλοψυχίας ἐν ὑπεροχῇ, ὁ δ’ εὐεργετούμενος ἐν ὑπρεχομένου δοκεῖ χώρᾳ τετάχθαι· διὸ καὶ ἀντευεργετικὸν αὐτόν φησι πλειόνων εἶναι, ἵνα ὁ ὑπάρξας πάλιν προσοφείλῃ. 0 δ’ ἐπιφέρει καὶ λίαν τινὲς μέμφονται. φησὶ γὰρ ὧν μὲν ἄν εὖ ποιήσῃ ήσῃ ὁ μεγαλόψυχος μεμνῆσθαι αὐτόν, ὧν δ’ ἂν εὖ πάθῃ <μὴ> δοκεῖ δὲ τοὐναντίον ἁρμόττειν τῷ ἀγαθῷ, τούτων μὲν μὴ πάνυ μεμνῆσθαι, ὧν δ’ ἂν εὖ πάθῃ· εὐχαρίστου γὰρ ἤθους. οὐ μὴν τοῦτο λέγει ὁ ᾿Αριστοτέλης, ὅτι [οὐκ] ἐπιλανθάνεται, ὧν ἂν εὗ πάθῃ. πάντων γὰρ ἥκιστα τοῦτο ὁ μεγαλόψυχος, ὃς καὶ πειρᾶται ὡς εἰπεῖν ἀντευεργέτης εἶναι πλειόνων, ἀλλ’ οὐκ ἔστιν ἐν λόγῳ μνημονευτικὸς οὐδὲ ἡδέως ἀεὶ μέμνηται πρὸς ἄλλους ὧν εὖ πέπονθεν, οὐδ’ ἄν ἄλλων ἡδέως κατακούσειε. μεγαλοψύχου δὲ καὶ τὸ μὴ ῥᾳδίως δεῖσθαί τινος μήτε ἵνα εἰς χρήματα ὠφεληθῇ μήτε εἰς ἄλλο τι, ἀλλὰ μόλις καὶ ὑπὸ μεγάλης ἀνάγκης, παρέχειν δὲ προθύμως τοῖς δεομενοις, ἄν μὴ μοχθηροὶ ὦσι τὸ γὰρ ὑπηρετεῖν ἀντὶ τοῦ παρέχειν εἴρηκεν. ὅταν δὲ λέγῃ πρὸς τοὺς ἐν ἀξιώματι καὶ εὐτυχίαις δεῖν μέγαν εἶναι τὸν μεγαλόψυχον, οὐκ ἀξιοῖ ἐν βασιλευομένῃ ὄντα πόλει καὶ ἕνα ὄνια τῶν ὑπηκόων τὸν μεγαλόψυχον ἀντεξάγειν τῷ ἄρχοντι καὶ βασιλεύοντι· ἄφρονος γὰρ τὸ τοιοῦτον· ἀλλὰ καὶ πρὸς τά ἴδια μὲν μὴ παντάπασιν εἶναι ἄσεμνον μηδ’ ἀγεννῆ, ἄλλως τε κἀν μὴ τύχῃ εἷς τῶν ἐν τῇ βασιλευομένῃ πόλει ὄντων ὁ μεγαλόψυχος. μάλιστα δὲ 〈πρὸς τοὺς διὰ〉 πλοῦτον ἢ δι’ ἄλλην δύναμιν ἐν ἀξιώματι ὄντας μέγας ἔσται, ἡγούμενος πολὺ μεῖζον ἔχειν αὐτῶν τὴν ἀρετήν· πρὸς δὲ τοὺς μέσ’ οὑς μέτριος, ἐπιεικὲς γὰρ ὥσπερ καὶ αὐτὸς λέγει· τὸ δὲ συμνύνεσθαι πρὸς τοὺς ἐν ἀξιώματι οὐ τοῦτο λέγει· φορτικὸς γὰρ ἔσται λέγων σεμνὰ περὶ αὑτοῦ, ἀλλ’ ὅτι τῆς σεμνότητος οὐκ ἀφαιρήσει τῆς ἑαυτοῦ ἐντυγχάνων τοῖς ἐν μεγέθει καὶ εἰς τὰ ἔντιμα, φησί, μὴ ἰέναι, ἢ οὗ πρωτεύουσιν ἄλλοι· ἀλλὰ] φαντασίαν μὲν γὰρ ἔχουσιν ὡς μεγαλοψύχου τοῦ πάντως ἕν τι ποιουμένου, οἷον εἰ βούλοιτο καὶ ῥητόρων πρωτεύειν καὶ τῶν ἐν μουσικῇ εὐδοκίμων ἢ ἐν ἀγωνίᾳ τινί. οὐ μὴν ἀλλὰ ταῦτα μὲν μειρακιώδη εἰσὶ καὶ ἐπιπολαίων ἀνδρῶν, ὁ δὲ μεγαλόψυχος ὁρῶν τινας πρωτεύοντας ἐν γὰρ αὐτῷ τὸ τῆς ἀρετῆς μέγεθος, ὃ καὶ ἀληθῶς ἐν τιμῇ ἐστιν. ὅταν δὲ λέγῃ ἀργὸν αὐτὸν εἶναι καὶ μελλητήν, τῷ τοῦ ἀργοῦ ὀνόματι κέχρηται ἀντὶ τοῦ μὴ εὐκίνητον αὐτὸν εἶναι πρὸς τὰς τυχούσας πράξεις, ἀλλ’ ἢ ὅπου τιμὴ μεγάλη ἢ ἔρως· ἐρωτικὸς γὰρ ὁ μεγαλόψυχος τῶν εὐφυῶν καὶ καλῶν ὡς ἀληθῶς· ἐφίεται δὲ καὶ τῶν τοιούτων ἔργων, οἷς μεγάλη τιμὴ ἐπακολουθεῖ παρὰ τῶν σπουδαίων, οὐχ οὕτως διὰ τὴν τιμὴν ὡς διὰ τὸ τῶν πράξεων καλόν. ᾿Αληθευτικὸν δὲ αὐτὸν εἶναι λέγει, ὅσα μὴ δι’ εἰρωνείαν. ἐκ δὲ τούτων φανερόν, ὅτι οὐχ ἅπασαν εἰρωνείαν φαῦλον ἡγεῖται ὁ Ἀριστοτέλης· οὐ γὰρ ἂν προσετίθει τῷ μεγαλοψύχῳ ἰὴν εἰρωνείαν, ἀγαθῷ ὄντι διαφερόντως. φεύγων δὲ τὸ ἐπαχθὲς οὐ πάντα ἐρεῖ τὰ προσόντα ἑαυτῷ πρὸς ἰοὺς πολλούς γε, ἐπεὶ πρὸς τε τοὺς σπουδαίους καὶ ὁμοίους αὐτῷ ἐρεῖ ἅτε φιλαληθεῖς ὄντας. τὸ δὲ πρὸς ἄλλους αὐτὸν μὴ δύνασθαι ζῆν ἀλλ’ ἢ πρὸς φίλους φανερόν, ὡς ἀληθές· οὐ γὰρ ἀναθήσει γε αὑτὸν τῇ ἄλλου προαιρέσει, οὐδὲ πρὸς τὰ ἄλλω δοκοῦντα ἁρμόσεται τὸν αὑτοῦ βίον, ἐὰν μὴ ἄρα φίλος ᾖ· φίλος δὲ τῷ ὄντι ὁ ἀγαθὸς τῷ ἀγαθῷ, ὥστε καὶ οὕτως πρὸς ἑαυτὸν τρόπον τινὰ βιώσεται. οὐκ ἔσται δὲ θαυμαστικός, ὥσπερ οἱ πολλοὶ θαυμαστικοί εἰσιν ἢ ἀναθημάτων μεγάλων ἢ σωμάτων †ἢ μίσθους ἢ μουσικῆς ἀγωνίας· οὐδὲν γὰρ μέγα φανείη ἂν τῷ τὴν ἀρετὴν ἔχοντι. οὐδ’ ἀνθρωπολόγος δέ ἐστιν· ἀνθρωπολόγος γὰρ ὁ περὶ ἀνθρώπων διεξιὼν ὥσπερ ἔνιοι τοὺς ἄλλων βίους διεξητάκασι, τί ἀγαθὸν τῷ δεῖνι ἢ τί κακόν ἐστι. τὸν δὲ μεγαλόψυχον καὶ ὡς ἀληθῶς φιλόσοφον λέληθε ταῦτα πολὺ μᾶλλον ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Θεαιτήτῳ ἢ οἱ ἐν τῇ θαλάττῃ χόες. ἀλλ’ οὐδὲ περὶ αὑτοῦ λέγει. τίνες οὖν αἱ τοῦ μεγαλψύχου ὁμιλίαι καὶ λόγοι, ἐπειδὴ ἀνθρώπων αὐτῷ λόγος οὐκ ἔστιν; ἢ οὐκ ἄν τις ἁμαρτάνοι εἰπὼν περὶ τούτου ὅτι τὸ μὲν ὅλον θεόλογός ἐστὶ καὶ περὶ τούτων καὶ πρὸς τοὺς πολλοὺς καὶ περὶ φύσεως ἐπιστημῶν; εἰ δ’ ἄρα καὶ περὶ ἀνθρωπίνων, περὶ ἄλλης τινὸς ἀρετῆς καὶ τῶν κατ’ αὐτὴν ἐνεργειῶν. οὐδὲ ἐπαινετικὸς δέ ἐστιν ὡς ἔτυχεν ἀλλ’ οὐδὲ κακολόγος ποτὲ οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ δι᾿ ὕβριν. τοῦτο δὲ οὐχ οὕτως δεῖ ἀκοῦ· εἰν ὡς ὅτι ἐξυβρίζων κακολογήσει τοὺς ἐχθρούς, ἀλλὰ τὸ ὅλον τοιοῦτός ἐστιν ὁ μεγαλόψυχος 〈οἷος〉 οὐδὲ περὶ τῶν ἐχθρῶν ἐρεῖ φαῦλα, εἰ μὴ πέρ τοῦ δέοντος ἐξυβρίζοιεν. καὶ περὶ ἀναγκαίων ἢ μιρῶν ἥκιστα ὀλοφυρτικός. τούτων στερούμενος, ἀλλ’ οἴσει μετρίως· ὅθεν οὐ δεήσεται ῥᾳδίως ὥστε τυγχάνειν αὐτῶν. τὸ γὰρ ὀλοφύρεσθαι περὶ τούτων ἢ δεῖσθαι ῥᾳδίως τοῦ σπουδάζοντος περὶ αὐτὰ καὶ ἡγουμένου μέγα ἀγαθὸν εἶναι τὴν κτῆσιν αὐτῶν. ὁ δὲ περιποιήσεται μὲν ἑαυτῷ τὰ ἀναγκαῖα, ἀλλ’ οὐ μετὰ μεγάλης σπουδῆς, ἀλλ’ ἀποθανεῖν μᾶλλον αἱρήσεται ἢ αἰσχρῶς ἀπορεῖν αὐτῶν· ἄπορα μετρίως πολλὰ ἕξει̣ καὶ ἄκαρπα τῶν κτημάτων δι’ ἐλευθεριότητα, οἷον εἰς περιπάτους τινὰς ἀνιεὶς ἄλση καὶ τεμένη θεῶν. αὐτάρκης γὰρ καὶ ὀλιγοδεής, ὅθεν οὐ δεῖ πολλαχόθεν αὐτῷ καρπῶν. λέγει δὲ καὶ τὴν κίνησιν τοῦ μεγαλοψύχου βραδεῖαν εἶναι καὶ οὐ σπευστικὴν καὶ φωνὴν βαρεῖαν. οὐ δήπου πάντως ἀξιοῖ βαρυφθόγγους εἶναι τοὺς μεγαλοψύχους, ἀλλ’ ἡσύχως φθεγγομένους καὶ μὴ μέγα βοῶντας, ἐπεὶ καὶ τὴν λέξιν στάσιμον αὐτῶν λέγει εἶναι, τουιέστιν οὐκ ἐσπευμένως διαλέξονται· ταῦτα γὰρ πάντα οἰκεῖα τῷ μεγαλοψύχῳ καὶ εὐσταθῶς τῷ μὴ σπευστικὸν εἶναι μήτε κινήσει μήτε φωνῇ μήτε λέξει, ἂν μήπου παρεπείγῃ. τοῦτο γὰρ δεῖ προσυπολαμβάνειν, ἐπεὶ σώσειν μέλλων φίλον ἡ πόλιν ἤ τινα ἄλλον, ὧν αὐτῷ διαφέρει, καὶ δραμεῖται καὶ μέγα βοήσει. χωρὶς δὲ τοιαύτης ἀνάγκης οὐ σπευστικὸς οὐδὲ σύντονος ὁ μηδὲν μέγα οίόμενος πλὴν ὀλίγων· ταῦτα δέ ἐστιν ὅσα μέγεθος ἔχει τῶν πρακτῶν ἢ τῶν ἐν θεωρίᾳ καὶ γνώσει. ῾Ο μὲν δὴ μεγαλόψυχος τοιοῦτος, ὁ δ᾿ ἐλλείπων μικρόψυχος, αξιος μὲν ὤν ἀγαθῶν, οὐκ ἀξιῶν δὲ ἑαυτόν. εἰρήκαμεν δὲ περὶ αὐτοῦ πῶς οίον τε ἔχειν οὕτως. ἔοικε δὲ μέγα κακὸν ἔχειν· οὐκ ἀξιῶν γὰρ ἑαυτὸν τῶν τιμῶν οὐδὲ τῶν ἔργων ἐπιμελεῖται, ἐφ᾿ οἷς αἱ τιμαί· οὐ μόνον δὲ τῶν καῶν ἐπιτηδευμάτων ἀφίσταται, ἀλλὰ καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὥς φησιν. ἥκιστα γὰρ οἱ τοιοῦτοι ἢ ἰσχύος ἐπιμελοῦνται ἢ ἀγωνίας. ἀμελοῦσι δὲ οὐ μόνον τῆς παρὰ τοῖς σπουδαίοις δόξης, ἀλλὰ καὶ τῆς παρὰ τοῖς πολλοῖς, ὡς ἂν οὐδενὸς ἡγούμενοι ἑαυτοὺς μεγάλου ἀξίους, ὑπὸ δὲ ταπεινότητος οὐδὲ πλούτου ἑαυτοὺς ἀξιοῦσιν οὐδ’ ἔχουσι τὰ τῶν πλουσίων ποιεῖν ἀλλὰ μᾶλλον τὰ τῶν τενἡτων. οἱ δὲ χαῦνοι ἀγνοοῦσι μὲν καὶ αὐτοὶ ἑαυτοὺς ὥσπερ καὶ οἱ μιχρόψυχοι. ἀσχημονέστεροι δέ εἰσι τῶν μικροψύχων· οἱ μὲν γὰρ συγκρύπτουσιν αὑτῶν τὴν κακίαν· ἴδιον γὰρ τοῦτο τῆς μικροψυχίας τὸ βούλεσθαι λανθάνειν· οἱ δὲ χαῦνοι εἰς μέσον φέρουσιν αὑτῶν τὴν ἠλιθιότητα, ἐπιχειροῦντες τοῖς εντίμοις, ὧν οὐδὲν αὐτοῖς μέτεστι. καὶ γὰρ λέγειν βούλονται καὶ δυνατοὶ φαίνεσθαι καὶ πράττειν οὐδέτερα τούτων ὄντες. καὶ σεμνολογοῦσι περὶ αὑτῶν καὶ ἢ οὐ πλουτοῦντες σκήπτονται πλουτεῖν ἢ πλουτοῦντες φορτικῶς ἐπιδείκνυνται τὸν πλοῦτον. ἀντικεῖσθαι δέ φησι τῇ μεγαλοψυχίᾳ τὴν μικροψυχίαν μᾶλλον τῆς χαυνότητος. καὶ γὰρ πρότερον ἔλεγεν ἀντικεῖσθαι μᾶλλον τὰς κακίας αἷς μᾶλλον οἱ ἄνθρωποί εἰσιν ἁλώσιμοι· ἁλώσιμοι δὲ μᾶλλον τῇ μικροψυχίᾳ ἢ τῇ χαυνότητι καὶ χεῖρον δέ ἐστιν ἡ μικροψυχία τῆς χαυνότητος ἀεί. ἀφίστανται γὰρ τῶν καλῶν ἐπιτηδευμάτων οἱ μικρόψυχοι, οἱ δὲ χαῦνοι μιμοῦνται μὲν τοὺς μεγαλοψύχους, σφάλλονται δὲ, οὐκ ἀφυεῖς δέ εἰσι παντάπασιν, ἀλλὰ γένοιντ’ ἄν παιδευθέντες μεγαλόψυχοι. ῾Η μὲν οὖν μεγαλοψυχία ία ἕως διὰ τὸ μὴ ὠνομάσθαι τὸν μέσον. ᾿Ανώνυμόν τινά φησιν ἀρετὴν περὶ τιμὴν οὖσαν καὶ αὐτὴν ἀνάλογον ἔχειν ὡς τὴν ἐλευθερότητα πρὸς τὴν μεγαλοπρέπειαν. ὡς γὰρ ἡ ἐλευθεριότης ἐστὶ καὶ περὶ τὰς μικρὰς δόσεις τοὐ καλοῦ θεωρητική, τῆς μεγαλοπρεπείας περὶ τὰ μεγάλα μόνον οὔσης ἀναλώματα, οὕτω τῆς μεγαλοψυχίας οὔσηςπερὶ τὰς μεγάλας τιμὰς ἔστι τις ἀρειὴ περὶ τὰς μετρίας καὶ μικρὰς τιμὰς διατιθεῖσα ἡμᾶς ὡς δεῖ. ὅτι δέ ἐστιν ἡ τοιαύτη ἀρετὴ ἐκ τῆς κατὰ τὴν ὑπερβολὴν κακίας καὶ τῆς κατὰ τὴν ἔλλειψιν, οἴεται φανερὸν εἶναι· ἔστι γὰρ μᾶλλον ἢ δεῖ τιμῆς ὀρέγεσθαι καὶ ἐφ’ οἷς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ καὶ κατὰ τοὺς ἄλλους πάντας διορισμούς· τὸν δὲ τοιοῦτον καλεῖν εἰώθαμεν φιλότιμον, καθ’ ὑπερβολὴν τῶν τιμῶν ὀρεγόμενον· ψέγομεν δὲ καὶ τὸν ἐλλείποντα· οὗτος δέ ἐστιν ὁ ἐπὶ μηδενὶ προαιφούμενος τιμᾶσθαι καὶ διὰ τοῦτο ἀπεχόμενος καὶ τῶν καλῶν πράξεων· ἐπειδὴ οὖν ἐστιν ἡ κατὰ τὴν ὑπερβολὴν κακία καὶ ἡ κατὰ τὴν ἔλλειψιν, εἴη ἄν τις καὶ μεσότης τοῦ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ παρ᾿ ὧν δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ κατὰ ἰοὺς ἄλλους διορισμοὺς ὀρεγομένου τῆς τιμῆς· ἀνωνύμου δ’ οὔσης τῆς μεσότητος καὶ τοῦ μέσου τοῖς τῶν ἄκρων ὀνόμασιν εἰώθαμεν ὀνομάζειν αὐτόν, ὁτὲ μὲν φιλότιμον ὀνομάζοντες, ὁτὲ δὲ ἀφιλότιμον, ὅταν μὴ ὀρέγηται ὧν μὴ προσήκει τιμῶν. δῆλον δ’ ὅτι πολλαχῶς τοῦ φιλοτοιούτου λεγομένου, οὐκ ἐπὶ τὸ αὐτὸ φέρομεν ἀεἰ τὸν φιλότιμον· εἰ γὰρ ὁ φιλοτοιοῦτος ἐνίοτε μὲν ἐν ἐπαίνῳ λέγεται, ἐνίοτε δὲ ἐν ψόγῳ, οἷον φίλιππος ὁ μέν τις λέγεται ὁ μέχρις οὗ δεῖ χαίρων ἱππικῇ καὶ τοῖς ἵπποις καὶ οὗτος ἤτοι ἐπαινετὸς ἢ ψεκτός· ὁ δὲ νενοσηκὼς καὶ πρὸς τοῦτο τὸν βίον κατατρίβων ἐπίψογος· ὁμοίως καὶ ὁ φιλοκύων καὶ ὁ φιλοθεάμων ὁ μέχρι του χαίρων θεάμασι καὶ τισὶ καὶ ποιὲ ἴσως ἐπαινετός, ὁ δὲ πάντα καὶ ἀεὶ καὶ πρὸς τοῦτο τὸν βίον ἀναλίσκων τῷ πάντα θεάματα ζητεῖν καὶ μηδενὸς ἀπολείπεσθαι ψεκτός. τὰ δ’ αὐτὰ εἴποι ἄν τις καὶ ἐπὶ τοῦ φιληκόου· εἰσὶ γάρ τινες οἳ κατατρίβουσι τὸν αὑτῶν βίον ὥσπερ ὁ Πλάτων’ φησὶ περιιόντες πανταχοῦ καὶ ἀκούοντες κωμῳδῶν ἢ τραγῳδῶν καὶ πάντων τῶν ὁτιοῦν ἀδολεσχούντων ἢ λεγόντων· οὗτοι μὲν ἐπίψογοι. ἐπαινετοὶ δὲ οἱ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ μέχρις ὅσου δεῖ ἀκούοντες ἀσμένως. ἔνιοι δὲ οὐδὲ πολ- λαχῶς λέγονται οὐδὲ δύο σημαίνουσι τό τε εὖ καὶ τὸ μὴ εὖ τῶν φιλοτοιούτων, ἀλλ’ οἱ μὲν τὸ εὖ μόνον, οἱ δὲ τὸ κακῶς. φιλόσοφοι μὲν γὰρ καὶ φιλόκαλοι πάντες εἰσὶν ἐπαινετοί, φίλοινοι δὲ καὶ φίλοψοι καὶ οἱ τοιοῦτοι πάντες εἰσὶν ἐπίψογοι. τὸ δὴ τοῦ φιλοτίμου ὄνομα ἔοικε τοῖς δύο σημαίνουσι τῷ τε εὖ καὶ τῷ μὴ εὖ, ὥσπερ ἐστὶ καὶ τὸ τοῦ φιληκόου καὶ τὸ τοῦ φιλοθεάμονος. ἐπειδὴ οὖν πολλαχῶς λέγεται, φησίν, οὐκ ἑ ’πὶ τὸ αὐτὸ ἀεὶ φέρομεν, ἀλλ᾿ ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον ἢ οἱ πολλοί. ἔστι γάρ τις ὅρος πρὸς τὸ καλὸν ἡ τῶν πολλῶν ἔννοια· πάντες γὰρ φύσει ἐφίενται ὡς καλοῦ ὄντος τῆς τιμῆς, οὐ μὴν ἀκριβοῦσι· καὶ σχεδὸν οἱ πολλοὶ τιμῆς ἐφίενται ἀλλ’ οὐ δύνανται ἀκριβοῦν. ὁ δὴ μᾶλλον ἢ οἱ πολλοὶ ἐφιέμενος καὶ ἀκριβῶν τὰ περὶ τὰς τιμὰς ἐπαινετός, ὁ δὲ μᾶλλον ἢ δεῖ ψρκυςοε. φαίνεται δέ, φησίν, ἡ ἕξις αὕτη πρὸς μὲν τὴν φιλοτιμίαν φιλοτιμίαν ἀφιλοτιμέα, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία, πρὸς ἀμφότερα δὲ ἀμφότερά πὼς, δηλονότι καθάπερ ἐπὶ τῶν ἄλλων ἀρετῶν ἡ μέση ἕξις πρὸς τὴν ἑτέραν ἑτέρα φαίνεται, οὕτως καὶ ἡ φιλοτιμία πρὸς μὲν τὴν φιλοτιμίαν ἀφιλοτιμία φαίνεται, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία, πρὸς ἀμφότερα δὲ ἀμφότερά πὼς. τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ προειρημένου, ἀλλ’ οἱονεὶ ἐξήγησίς ἐστιν. οὐ γὰρ ἁπλῶς ἐστιν ἀμφότερα ἀλλὰ πώς, τουτέστι κατὰ τὴν φαντασίαν. ἔστι δὲ καὶ εἰπεῖν ἀμφότερα αὐτὴν φαίνεσθαι πρὸς ἀμφότερα ἅμα ἐξεταζομένην φιλοτιμίαν καὶ ἀφιλοτιμίαν. Τὰ μὲν οὖν εἰρημένα περὶ τῆς ἀνωνύμου ταύτης μεσότητος δῆλα καὶ περὶ τῶν παρακειμένων αὐτῇ κακιῶν. ἀπορήσειε δ’ ἄν τις περὶ αὐτῆς, εἰ ἔστιν ἀρετή. εἰ γὰρ πᾶσα ἀρετὴ σκοπὸν τίθεται τὸ καλόν, αὕτη δὲ τὴν τιμήν, οὐκ ἔστιν ἐνάρετος. δόξει γὰρ διὰ μισθὸν ποιεῖν τὰ καλὰ ἀλλ’ οὐκ αὐτὰ αἱρούμενος δι’ αὐτά. κρείττων μὲν οὖν ἴσως ἐστὶ τοὐ δι’ ἀργύριον πράττοντος ὁ διὰ τιμὴν ἐνεργῶν τὰ καλά, οὐ μὴν οὐδ’ οὗτος ἐνάρετος, εἰ μὴ τοῦ καλοῦ ἕνεκα ποιεῖ. ῥητέον δὲ καὶ περὶ αὐτοῦ, ἅπερ καὶ περὶ τοὐ μεγαλοπάντα δ’ αὑτὸν τοιοῦτον οἷον καὶ τῆς παρὰ τῶν πολλῶν τυγχάνειν τιμῆς· ὁ μὲν μεγαλόψυχος ᾗ μεγαλόψυχος μόνης ἐφίεται τῆς παρὰ τῶν σπουδαίων, ὁ δὲ φιλότιμος πράττει μὲν τὰ καλὰ δι’ αὐτά, βούλοιτο δ’ ἄν καὶ τοὺς πολλοὺς μὴ λανθάνειν καὶ οὐδὲν κωλύει ἀμφοτέρους τῷ αὐτῷ ὑπάρχειν, ἀλλὰ ᾗ μὲν ὡς πρὸς τοὺς σπουδαίους μόνον ἀποβλέπει, μεγαλόψυχος λέγεται, ᾗ δὲ πρὸς τοὺς πολλούς, φιλότιμος. βούλοιτο δ’ ἂν καὶ τὰς παρὰ τούτων τιμὰς ἐπὶ καλαῖς πράξεσιν αὐτῷ γίνεσθαι, καὶ δικαίως· αὗται δ’ εἰσὶν αἱ μικραὶ τιμαὶ αἱ παρὰ τῶν πολλῶν, μεγάλαι δὲ αἱ παρὰ τῶν σπουδαίων. φαίνονται δέ φησιν οἱ ἄκροι ἀντικεῖσθαι ἀλλήλοις διὰ τὸ μὴ ὠνομάσθαι τὸ μέσον· ἀντίκεινται μὲν γὰρ καὶ αἱ ἄλλαι κακίαι ἀλλήλαις καὶ τῷ μέσῳ καὶ φαίνονται ἀντικεῖσθαι· ἐνταῦθα δὲ ὁ κατὰ τὴν κακίαν φιλότιμος, ὁμοίως δὲ καὶ ἀφιλότιμος ἀντίκεινται μὲν καὶ ἀλλήλοις διὰ τὸ μὴ ὠνομάσθαι τὸ μέσον, ἐπεὶ δὲ οὐκ εἷπε ποτέρα τῶν κακιῶν ἀντίκειται τῇ μέσῃ ἕξει, ὑπομνηστέον ὅτι μᾶλλον ἡ ἀφιλοτιμία· καὶ γὰρ χείρων ἐστί· παρασκευάζει γὰρ μηδὲν τῶν δεόντων ποιεῖν καὶ καταφέρονται πολλάκις καὶ πολλοὶ ἐπὶ ταύτην τὴν ἁμαρτίαν. Πραόιης δέ ἐστι μὲν ἕως καὶ περὶ τὴν ὀργὴν ἕξεις εἰρήσθωσαν. Αἱ ἠθικαὶ ἀρεταί, ὥσπερ καὶ ἐν τοῖς πρώτοις ἐλέχθη λόγοις, διὰ τὸ μέσαι εἶναι ὑπερβολῆς καὶ ἐλλείψεως, κακιῶν οὐσῶν, καὶ διὰ τὸ αἱρεῖσθαι τὸ ἐν τοῖς πάθεσι μέσον καὶ ἐν ταῖς ἕξεσιν. ἐννοητέον δέ, ὅτι οὐ περὶ δυοῖν παθῶν εἰσιν, εἰ μή τις τὰ ἀνωτάτω λάβοι πάθη, ἡδονὴν καὶ λύπην. πᾶσαι γὰρ αἱ ἠθικαὶ ἀρεταὶ τὸ μέσον αἱροῦνται τούτων· περὶ ἴδια δὲ πάτη αἱ μὲν περὶ δύο εἰσίν, αἱ δὲ περὶ ἕν, αἱ δὲ περὶ οὐδὲν πάθος, οἷον ἀνδρεία μὲν περὶ φόβους καὶ θάρρη παθητικοὺς παρασκευάζουσα μέσους, ἐν τούτοις καὶ κατὰ τὸν λόγον· ὁμοίως δὲ καὶ περὶ πρά̣ξεις· ἐλευθεριότης δὲ περὶ μὲν πράξεις, περὶ δὲ πάθη οὐκ ἔστιν ἢ μόνον περὶ τὰ κοινὰ ταῦτα, ἡδονὴν καὶ λύπην. χαίρει γὰρ ὡς δεῖ ἐπὶ ταῖς ἑαυτοῦ ἐνεργείαις ὁ ἐλευθέριος καὶ λυπεῖται, ἐὰν παρὰ τὸν λόγον βιασθῇ τι ποιεῖν. ἡ δὲ πραότης περὶ ἓν πάθος ἴδιόν ἐστι· περὶ γὰρ τὴν ὀργὴν τὸ μέσον αἱρουμένη καὶ παρασκευάζουσα τὸν ἔχοντα, ἐφ’ οἷς μὲν δεῖ ὀργίζεσθαι καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμούς· ἐφ’ οἷς δὲ δεῖ μὴ ὀργίζεσθαι ἀόργητον. σχεδὸν δὲ καὶ τοὺς ἄκρους αὐτὸς ὀνομάζει τὸν μέσον πρᾷον καὶ τὴν μεσότητα πραότητα, δι’ ἣν καὶ πρότερον εἴπομεν αἰτίαν. ἦν μὲν γὰρ τὸ ὄνομα τῆς πραότητος καὶ τοῦ πράου παρὰ τοῖς καὶ πρὸ αὐτοῦ φιλοσόφοις, ἀλλ’ ἐπὶ μὲν τὸν ἡσύχιον καὶ ἀόργητον παντάπασιν ἔφερον τὸ ὄνομα, τὸν δὲ ὅτε μὲν δεῖ χρώμενον τῇ ὀργῇ ὅτε δὲ μὴ δεῖ μὴ χρώμενον οὐ πάνυ τι πρᾷον ὠνόμαζον, ἀλλ’ ὁ Πλάτων’ ἠξίου πρᾷον εἶναι καὶ μεγαλόθυμον, ὡς οὔτε τοῦ πρᾴου ἱκανῶς ἐναρέτου ὄντος οὔτε τοὺ μεγαλοθύμου· ὁ δ’ ᾿Αριστοτέλης τὸν μέσως ἔχοντα ἐν ταῖς ὀργαῖς πρᾷον ὀνομάζει, μᾶλλον δὲ ἀποκλίνειν τὴν πραότητά φησι πρὸς τὴν ἔλλειψιν. χρῆται μὲν γὰρ τῇ ὀργῇ ὁ πρᾷος, ἀλλ’ ἥκιστα καὶ ὀλιγάκις· ἀνώνυμα δὲ λέγει σχεδὸν καὶ τὰ ἄκρα, διὰ τὸ μᾶλλον μὲν τὴν πραότητα τῆς ὀργιλότητος ὠνομάσθαι κατὰ τῶν μὴ δεόντως χρωμένων τῇ ὀργῇ· οὐ μὴν ἀλλὰ τὴν φυσικὴν διάθεσιν μᾶλλον ἐμφαίνειν τὴν ἕξιν, ἥτις ἤδη κακία ἐστίν· ἡ δὲ ἔλλειψις καὶ παντελῶς ἀνώνυμος. ζητεῖ γοῦν καὶ αὐτὸς ἔτι πότερον ἀοργησίαν ἢ ἄλλο τι ὀνομαστέον. ὅτι δέ ἐστιν επαινετη η πραότης υπομιμνησκει· τὸ μὲν γὰρ πάθος, περὶ ὃ ἡ πραότης τυγχάνει οὖσα, ὀργή ἐστι, τὰ δ’ ἐμποιοῦντα τὴν ὀργὴν πολλά· ἐκ πολλῶν γὰρ οἱ ἄνθρωποι κινοῦνται πρὸς τοὺς θυμούς. Τὸ δὲ μὴ ἄγεσθαι ὑπὸ τοῦ πάθους τούτου μηδ᾿ εὐάλωτον εἶναι ἄλλως τῷ θυμῷ ἐπαινετόν. τοῦτο δέ ἐστιν ὃ λέγει, ὅτι χρὴ τὸ θυμοειδὲς μέρος τῆς ψυχῆς πεπαιδεῦσθαι ὡς μηδὲν παρὰ τὸν λόγον πράττειν ἀλλὰ συνεξορμᾶν τῷ λόγῳ, σύμφωνον αὐτῷ ὄντα. ἀτάραχος δὴ ὢν ὁ πρᾶος μᾶλλον δοκεῖ ἁμαρτάνειν ἐπὶ τὴν ἔλλειψιν τοῖς μὴ ὀρθῶς σκοποῦσιν, οἷς ἁμαρτάνειν δοκεῖ· ἁμαρτάνει μὲν γὰρ οὐδαμῶς, συγγνωμονικὸς δ’ ὢν τὰ πολλὰ καὶ οὐ τιμωρητικός, ἂν μὴ ὁ λόγος ὑπαγορεύῃ, αἰτίαν ἔχει τῆς παρὰ καιρὸν ἀοργησίας. καὶ ὅτι μὲν ἀνδραποδῶδες ἡ ἔλλειψις, φανερὸν πεποίηκεν. ἡ δ’ ὑπερβολὴ οὐ μονοειδής· ἔστι μὲν γάρ πᾶσα κακία πολυειδὴς καὶ τοῦ ἀπείρου, ὡς πρότερον ἔλεγεν· οὐδενὸς δ’ ἧττον ἡ κατὰ τὸν θυμὸν ὑπερβολή. οὕτως δ’ ἐστὶ χαλεπὰ τὰ εἴδη ὡς μὴ δύνασθαι τῷ αὐτῷ ὑπάρχειν πάντα. τὸ γὰρ κακόν, ὥς φησι, καὶ αὑτὸ ἀπόλλυσι διὰ τὸ ἔχειν ἐναντιότητα, κἀν ὁλόκληρον ᾖ, καὶ ἀφόρητον γίνεται. δῆλον δ’ ἐστὶ καθ’ ἕκαστα σκοποῦσι τῶν κατὰ τῆν’ ὑπερβολὴν τῆς ὀργῆς εἰδῶν, ὅτι οὐδὲ δυνατὸν ἅμα πάντα τῷ αὐτῷ παρεῖναι κἂν καθ’ ὑπόθεσιν παρῇ, ἀφόρητος ἔσται ἡ κακία. καλεῖται μὲν οὖν ἡ κακία ὀργιλότης ἀπορίᾳ ἄλλου ὀνόματος. ἐξαιρέτως μὲν νομίζονται ὀργίλοι οἱ ταχέως μὲν ὀργιζόμενοι καὶ οἷς οὐ δεῖ καὶ ἐφ’ οἷς οὐ δεῖ καὶ μᾶλλον ἢ δεῖ, παυόμενοι δὲ ταχέως ἔχουσι τοῦτο τὸ μέτριον. συμπρότερον] βαίνει δὲ τούτοις τοῦτο, ὅτι οὐ κρύπτουσι τὴν ὀργήν, ἀλλ’ ἀνταποδιδόασι ταχέως, τουτέστι τιμωροῦνται· οὐ γὰρ ἀναμένουσι πάντως μεγάλην τιμωρίαν, ἀλλ’ ἐξαρκεῖ αὐτοῖς καὶ πλῆξαι μόνον καὶ λοιδορήσασθαι μόνον· διὸ οὐδὲ λανθάνουσιν ὀργιζόμενοι διὰ τὴν ὀξύτητα τοῦ θυμοῦ, ἀποπαύονται δ’ ὅμως ταχέως. οἱ δ’ ἀκρόχολοι ἢ οἱ αὐτοί εἰσι τοῖς ὀργίλοις ἢ ἔτι μᾶλλον ἐπιτεταμένην ἔχουσι τὴν ὀργιλότητα. ἄλλο δ’ εἶδός ἐστι τὸ τῶν πικρῶν καλουμένων· ἐπὶ πολὺ γὰρ ὀργίζονται καὶ οὐ ταχέως ἀποπαύονται καὶ κρύπτουσι τὴν ὀργήν, διὸ καὶ πικροὶ λέγονται· μόλις δὲ παύονται ὅταν διὰ πολλοῦ ἀνταποδῶσι· τότε δὲ ἡ τιμωρία παύει τὴν ὀργήν, ηοονην παρέχουσα ἀντὶ τῆς πρόσθεν λύπης· εἰσὶ δὲ ἑαυτοῖς ὀχληρότατοι, ὥς φησι, καὶ τοῖς φίλοις· ἐπὶ πολὺ γὰρ ἔχουσι τὸ βάρος τὸ τοῦ θυμοῦ καὶ διὰ τὸ κρύπτειν οὔτε ὑπ’ ἄλλων συμπείθονται παῦλαν ἔχειν τῆς ὀργῆς οὔτε αὐτοὶ ἑαυτοὺς παραμυθοῦνται, ἀλλὰ δυσφοροῦσιν ἀεὶ ἠρέμως, μέχρις ἂν ἐπεξέλθωσιν αὐτούς. οὗτοι δ᾿ ὅτι ἐναντίοι τοῖς ἰδίως καλουμένοις ὀργίλοις καὶ ἀκροχόλοις, δῆλον, ὥστ’ οὐ ῥᾴδιον ἅμα ἄμφω ἐν τοῖς αὐτοῖς γίνεσθαι, ὅπερ εἶπεν. οἱ δὲ χαλεποὶ τὰ μὲν ἄλλα ἐοίκασι τοῖς πικροῖς· ἐπὶ πολὺ γὰρ καὶ αὐτοὶ φυλάττουσι τὴν ὀργὴν καὶ τιμωροῦνται χαλεπῶς καὶ δυσδιάλλακτοί εἰσι, διαφέρουσι δ’ ὅτι φανερωτέραν ἔχουσι τὴν ὀργὴν. Πραότητι δέ φησι μᾶλλον ἀντικεῖσθαι τὴν ὑπερβολήν· καὶ γὰρ μᾶλλον οἱ ἄνθρωποι ἐπὶ τὰς ὀργὰς καταφέρονται καὶ τοῦ τιμωρεῖσθαι τοὺς δοκοῦντας ἀδικεῖν ἐφίενται. ἔτι δὲ χεῖρόν ἐστι καὶ ἡ ὑπερβολὴ τῆς ἐλλείψεως· καὶ γὰρ κακοποιὸν ἡ ὀργιλότης μᾶλλον τῆς ἀοριγησίας. καὶ πρὸς τὸ συμβιοῦν οἱ χαλεποὶ χείρους. χαλεποὺς δὲ ἢ κοινῶς ἅπαντας εἴρηκε τοὺς μὴ ὡς δεῖ χρωμένους τῇ ὀργῇ ἡ τοὺς ἰδίως καλουμένους χαλεπούς, οἷς τῷ ὄντι τὸ συμβιοπῦν ἀηδέστατον. ἔλεγε δὲ καὶ ἐν τοῖς πρώτοις λόγοις, ὅτι περὶ τῶν πρακτῶν τύπῳ μὲν ἔστι λέγειν, καθόλου δὲ περὶ οὐδενὸς ἔστι διορίσαι οὕτως ὥσπερ ἐπὶ τῶν μαθηματικῶν. τοῦτο δὴ καὶ νῦν ὑπομιμνήσκει καί φησι καὶ ἐκ τῶν νῦν λεγομένων εἶναι φανερόν, ὅτι οὐ ῥᾴδιον διορίσαι τίσιν ὀργιστέον καὶ ἐπὶ τίσι καὶ ἐπὶ πόσον χρόνον καὶ τὰ ἄλλα οὕτως. διόπερ καὶ λανθάνουσιν οἱ μικρόν τι παραβαίνοντες ἢ ἐπὶ τὴν ἔλλειψιν ἢ ἐπὶ τὴν ὑπερβολήν, πέρα δὲ τοῦ δέοντος τῇ ὀργῇ χρώμενοι ἡ τῇ ἀοργησίᾳ τότε ἐλέγχονται. ἐπεὶ οὖν αἱ ἐνέργειαι ἐν τοῖς καθ’ ἕκαστά εἰσι καὶ ἐν τοῖς αἰσθητοῖς, περὶ ὧν καθόλου οὐκ ἔστιν ἕξεως ἕξεως δέ ἐστι τῆς· χρωμένης ἀεὶ τοῖς συμβαίνουσιν ὃν προσήκει τρόπον, καὶ διὰ τοῦτο ἡ πραότης ἐπαινεῖται χρωμένη τῇ ὀργῇ κάτα τὸ προσῆκον. ᾿Εν δὲ ταῖς ὁμιλίαις ἕως ἀνώνυμον εἶναι τὸ μέσον. ᾿Επειδὴ πολιτικὸς καὶ κοινωνικός ἐστιν ὁ ἄνθρωπος φύσει, ἀνάγκῃ καὶ λόγων καὶ πράξεων κοινωνεῖν ἀλλήλοις γίνεται τοὺς ἀνθρώπους. ἐν δὲ τῇ κοινωνίᾳ ταύτῃ καὶ τῇ πρὸς ἀνθρώπους ὁμιλίᾳ ἐστί τις ἀρετή, ἣν ἀνώνυμόν φησιν εἷναι· ἴσως δ’ ἂν κληθείη ὁμιλητικὴ ἢ τοιούτῳ ὀνόματί τινι, ἣν ὁ ἔχων ὁμιλήσει τοῖς ἐντυγχάνουσι καὶ κοινωνοῦσι τῶν λόγων, μάλιστα μὲν ἐστοχασμένως τοῦ ἡδὺς αὐτοῖς εἶναι προσομιλῶν, οὐ μὴν ἀλλ’ ἂν ἄσχημον ᾖ τὸ σὺν ἡδονῇ καὶ βλαβερὸν αὐτῶ ἢ ἰοῖς ἀκούουσι, πειράσεται λυπεῖν μᾶλλον. τοῦ γὰρ καλοῦ ἕνεκεν καὶ οὗτος πάντα ἐρεῖ, ὥστ’ ἂν καλὸν ᾖ τὸ λυπεῖν, λυπήσει καὶ μάλιστα ὅταν μέλλῃ πρὸς βραχὺ λυπήσας ἐπὶ πλεῖον αὐτοὺς ὠφελεῖν· εὐποιητικὸς γάρ ἐστι καὶ ὠρελητικὸς ἔτι τῶν ἐντυγχανότων, ἐὰν μὲν δύνηται καὶ μετὰ τοῦ ἡδέος, εἰ δὲ μὴ, καὶ μεῖά τοῦ λυπηροῦ. ἔοικε δὲ ἡ τοιαύτη ἀρετὴ φιλίᾳ· πρότερον μὲν γὰρ ἐν ἰῇ διαγραφῇ κοινότερον αὐτὴν φιλίαν εἶπε, νῦν δὲ διαιρεῖ ὅτι φιλία μὲν οὐκ ἔστιν, ἔοικε δὲ φιλίᾳ. καὶ γὰρ ὁ φίλος πειρᾶται μὲν ἡδὺς εἶναι τῷ φίλῳ, ἂν μέντοι βλαβερὸν ᾖ ἢ ἄσχημον τὸ σὺν ἡδονῇ, τὸ δὲ λυπεῖν εὔσχημον καὶ ὠφέλιμον τῷ φίλῳ, τοῦτο πειρᾶται μᾶλλον. τοιαύτη δή τις καὶ ἀνώνυμος αὕτη ἡ ἕξις χωρὶς τοῦ στέργειν· οὐ γὰρ πρὸς τοὺς φίλους γίνεται ἀλλὰ πρὸς πάντας τοὺς ἐντυγχάνοντας ἡ ἐνέργεια αὕτη, καὶ ἄνευ τοῦ κατὰ τὸ φιλεῖν ἢ μισεῖν πάθους. ὁμοίως γὰρ τῇ ἕξει χρῆται πρὸς ἀγνῶτας καὶ γνωρίμους καὶ συνήθεις καὶ ἀσυνήθεις, πλὴν τὸ ἁρμόττον νέμει ἑκάστοις. κοινὸν γὰρ τὸ ὡς δεῖ ὁ· μιλεῖν· καὶ τοῦ καλοῦ ἕνεκα πᾶσι τὸ ἁρμόττον ἴδιον πρὸς ἑκάστους· οὐ τὸν αὐτὸν γὰρ τρόπον συνήθεσι καὶ ἀσυνήθεσι ὁμιλήσει οὐδὲ ὁμοίως πρεσβυτέροις αὑτοῦ καὶ νεωτέροις οὐδ’ ἄρχουσι καὶ ἰδιώταις ἀλλὰ τὴν προσήκουσαν ὁμιλίαν ποιήσεται πρὸς ἑκάστους, τέλος μὲν ἔχων τὸ καλόν, δυοῖν δὲ ἐστοχασμένος ὡς προειρήκαμεν τοῦ τ’ εὐσχήμονος καὶ ὠφελίμου ἑαυτῷ τε καὶ τοῖς κοινωνοῦσι τῆς ὁμιλίας. ὁ μὲν οὖν μέσος τοιοῦτος ὢν ἀνώνυμός ἐστιν, εἰ μή τις αὐτὸν ὁμιλητικὸν λέγει καὶ τὴν ἀρετὴν ὁμιλητικήν. ὁ δὲ κατὰ τὴν ὑπερβολήν ἐστιν ἅπαντας συνηδύνων καὶ πᾶσιν ἀρέσκειν βουλόμενος, ἐάν τε δι’ ὠφέλειαν, ὧν μέλλει αὐτοῖς περιποιήσειν ἡδονῶν καὶ εὐσχημόνων ἑαυτῷ καὶ ἐκείνοις, ἐάν τε διὰ τῶν ἐναντίων· οὗτος δ’ ἂν μηδενὸς ἕνεκα τοῦτο ποιῇ, ἀλλ’ αὐτῷ τούτῳ χαίρων τῷ ἀρέσκειν ἄρεσκος καλεῖται, ἐὰν δ᾿ ἵνα κερδαίνῃ, κόλαξ. ὁ δὲ κατὰ τὴν ἔλλειψίν ἐστιν ὁ πᾶσιν ἀντιτείνων καὶ μηδενὶ πρὸς ἡδονὴν βουλόμενος διαλέγεσθαι, οἵους καὶ οἱ κωμῳδοποιοὶ μιμοῦνται δυσκόλους ὀνομάζοντες· καὶ ἐνταῦθα δὲ διὰ τὸ ἀνώνυμον εἶναι τὸν μέσον μόνον ἀλλήλοις δοκεῖ ἀντικεῖσθαι τὰ ἄκρα· ἀντίκειται δὲ καὶ ἀλλήλοις καὶ τῷ μέσῳ. ὁρίσαιτο δ’ ἄν τις τὴν εἰρημένην ἀρειὴν μεσότητα περὶ ἡδονὰς καὶ λύπας καὶ πράξεις εἶναι· πράξεις γάρ τινες καὶ λόγοι. ἔστι δέ τι τοιοῦτον εἶδος ἡδονῆς καὶ λύπης τὸ περὶ τὰς ὁμιλίας. τὸ δὲ χαίρειν αὐτὸν ἐνεργοῦντα κατὰ τὴν ἀρετῆν καὶ ἄχθεσθαι κωλυόμενον κοινὸν πασῶν τῶν ἀρετῶν. ἀντικεῖσθαι δὲ μᾶλλον φαίνεται τῇ μέση ἕξει ἡ δυσκολία διὰ τὸ ἀγριωτέρα εἶναι καὶ θηριωδεστέρα. Περὶ ταῦτα δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείας ἕως ἐν ταῖς κατὰ τὸν ἄλλον βίον ὁμιλίαις. Οὐ μόνην ἰὴν προκειμένην φησὶν ἀρετὴν καὶ ἰὰς παρακειμένας αὐτῇ κακίας ἀλλὰ καὶ ἑτέραν τινὰ μέσην ἕξιν καὶ δύο κακίας· ἀνώνυμον δὲ καὶ ταύτην εἶναι τὴν ἕξιν. καλοῖτο δ’ ἂν ἀληθευτκή, ἢ ὡς αὐτὸς ὀνομάζει αὐτὴν ἀλήθειαν, ἣν ὁ ἔχων περὶ πλείστου ποιεῖται τὸ ἀληθές, τὸ δὲ ψεῦδος παντὶ τρόπῳ μισεῖ. αὐθέκαστον δὲ αὐτὸν λέγει, διότι κατὰ τὸ ὄνομα αὐτὰ ἕκαστα ὁποῖά ποτέ ἐστι τὰ ὑπάρχοντα αὐτῷ καὶ λέγει καὶ ἐνδείκνυται κατὰ τὸν βίον καὶ οὔτε μείζω οὕτε ἐλάττω προσποιούμενος εἶναι τῶν ὑπαρχόντων. λέγεται δὲ ἀλήθεια κυριώτατα μὲν ἡ ἐν λόγοις, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς πράξεσιν. ἀληθευτικὸς γὰρ δοκεῖ >μὴ προσποιούμενος τὰ μὴ ὑπάρχοντα αὐτῷ ἐν τἀς πράξεσιν, οἷον εἰ μή τις πλούσιος προσποιοῖτο μὴ ὤν, μήτε ἰσχυρὸς μὴ ὤν, ἀλλ’ ὡς φανερὸν αὑτοῦ προτιθείη καὶ τὸν βίον, ὁποῖός τίς ἐστι καὶ [ὁ] τὸν λόγον. ὁ δ’ ἐπὶ πλέον προσποιούμενος καὶ τῷ βίῳ καὶ λόγῳ ἀλαζών, ὁ δ’ ἐπὶ τὸ ἔλαττον καὶ καθαιρῶν τὰ ὑπάρχοντα αὐτῷ εἴρων, ὁ δὲ μέσος αὐθέκαστός τις, ἀληθευτικὸς ὤν. διὰ τοῦτο δὲ μετατεθείκαμεν τὴν λέξιν, ἵνα καὶ ὡς γέγραπται ἀναγνώσκοντες μετὰ τὸ αὐθέκαστός τις οὕτως ἐπιφέρωμεν <ῶν> ἀληθευτικός. ἔστι δὲ τούτων, φησίν, ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ μηδενός. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὸ ἀληθεύειν ὅ τῷ λό’ καὶ ταῖς κατὰ τὸν βίον πράξεσιν, ὁμοίως δὲ καὶ τὸ ψεύδεσθαι ἔστιν ἀπὸ ἕξεως ἁπλῶς ποιεῖν, ἔστι δὲ καὶ ἕνεκά τινος, οἷον ὁ μὲν ἀληθευτικὸς ἕξιν ἔχει καθ’ ἣν ἀληθεύει ἅπαντα καὶ οὐδὲν ψεύδεται, ἔστι δ’ ὅτε καὶ ἕνεκέν τινος ἀναγκαίου βιασάμενος τὴν ἐν αὐτῷ ἕξιν χρῆται τῷ ψεύδει, ἐν φαρμάκου μοίρᾳ ὑπὲρ μεγάλων καὶ συμφερόντων αὐτῷ ἢ φίλοις ἢ πατρίδι· ὁμοίως δὲ καὶ οἱ τὰς ἐναντίας ἔξεις ἔχοντες τὸ μὲν ὅλον ψεῦσταί εἰσιν, οἱ μὲν ἐπὶ τὸ μεῖζον, οἱ δ’ ἐπὶ τὸ ἔλαττον. κέρδους δ’ ἕνεκεν ἢ δόξης ἡ ἄλλης τινὸς αἰτίας ἔστιν ὅτε χρήσαιντ’ ἄν τῷ ἀληθεῖ· κρίνονται δὲ ἕκαστοι ὁποῖοί εἰσιν ἀπὸ τῶν ἕξεων ἀλλ’ οὐκ ἀφ᾿ ὧν ποτε καὶ ἕνεκά τινος ποιοῦσι. ταῦτα δὲ ὁ ᾿Αριστοτέλης οὕτως ἡρμήνευκεν· ἕκαστος δὲ οἷός ἐστι τοιαῦτα λέγει καὶ πράττει καὶ οὕτως ζῆ· ἔστι δ’ ἕκαστος ὁποία ἡ ἕξις ἡ ἐν ἑκάστῳ καὶ κατὰ ταύτην ζῇ, ἂν μή τινος ἕνεκα παρεκβαίνῃ τὴν ἕξιν. ἔστι γὰρ τὸ μὲν καθ’ αὑτὸ ψευδὲς ψεκτόν, τὸ δ’ ἀληθὲς καθ’ αὑτὸ ἐπαινετόν· διόπερ ὁ μὲν ἀληθευτικὸς ὢν τοῦ καθ’ αὑτὸ ἐπαινετοῦ ἐπαινετός ἐστι καὶ αὐτός· οἱ δὲ προαιρετικοὶ τοῦ καθ’ αὑτὸ ψεκτοῦ, λέγω δὲ τοῦ ψεύδους, ψεκτοί· ψεκτοὶ δὲ οὗτοι ἀμφότεροι μέν, μᾶλλον δὲ ὁ ἀλαζών. Εἶτα ἐπαναλαβὼν περὶ ἑκάστου λέγει, ἀρξάμενος ἀπὸ τοῦ ἀληθευτικοῦ. ἔστι γάρ τις ἄλλος ἀληθευτικὸς ἐν ταῖς ὁμιλίαις καὶ συνθήκαις οὐδὲν παραβαίνων· καὶ οὗτος μὲν οὗν κατὰ δικαιοσύνην ἐνεργεῖ, καὶ <ἃ> μόριά ἐστι δικαιοσύνης, ὁ δὲ κατὰ τὴν εἰρημένην ἕξιν, ὁ ἐν τῷ συζῆν ἀληθευτικὸς καὶ λόγῳ καὶ βίῳ· ἀληθεύοι δ’ ἂν καὶ οὗτος ἐν ταῖς ὁμολογίαις· ὁ γὰρ ἐν οἷς μηδὲν διαφέρει ἀληθεύων, δῆλον ὅτι ἐν οἷς διαφέρει μᾶλλον χρήσεται τῆ ἀληθείᾳ. μᾶλλον δέ φησιν ἀποκλίνειν αὐτὸν ἐπὶ τὸ ἔλαττον· οὐ γὰρ πάνυ ὀγκώδη περὶ αὑτοῦ ἐρεῖ, κἂν ἀληθῆ ᾖ, διὰ τὸ ἐπαχθές. Ὁ δὲ ἄλλα καὶ μείζω προσποιούμενος τῶν ὑπαρχόντων δύο εἴδη περιέχει. ὁ μὲν γὰρ προσποιεῖται ἐπὶ τὸ μεῖζον οὐδενὸς ἕνεκα καὶ ἔστι μὲν φαῦλος διὰ τὸ χαίρειν τῷ ψεύδει, μά τὰ ἰὸς δὲ καὶ ἀνοήτος μᾶλλον ἢ κακός· ὁ δὲ ἕνεκά τινος χρώμενος τῇ ἀλαζονείᾳ ἤδη μοχθηρότερος· τούτου δ’ αὐτοῦ πάλιν δύο εἴδη· ὁ μὲν γὰρ δόξης καὶ τιμῆς ἕνεκα ἀλαζονεύεται, ὁ δὲ ἀργυρίου καὶ ἔστι χείρων οὗτος τοῦ διὰ τιμὴν ἀλαζονευομένου· ἧττον γὰρ ψεκτὸς ὁ ἀλαζὼν ὁ διὰ τιμὴν ἀλαζονευόμενος τοῦ δι’ ἀργύριον. ὁ μὲν γὰρ δόξης ἕνεκα ἀλαζονευόμενος τὰ τοιαύτα προσποιεῖται, ἐφ’ οἷς εὐδαιμονίζονται οἱ ἄνθρωποι ἢ ἐπαινοῦνται. εὐδαιμονίζονται μὲν οὖν ἐπὶ πλούτῳ ἐπὶ ἰσχύι ἤ τινι τῶν τοιούτων, ἐπαινοῦνται δὲ ἐπὶ σοφίᾳ ἢ λόγων δυνάμει ἤ τινι τῶν ᾦ ἑαυτοῖς. πάντων δὴ τούτων προσποιητικοί εἰσιν οἱ διὰ δόξαν ἀλαζονευόμενοι· οἱ δὲ διὰ κέρδος ἀλαζονευόμενοι τὰ τοιαῦτα προσποιοῦνται, ὧν ἀπολαύειν ἔστι τοῖς πέλας καὶ διὰ τοῦτο ἕτοιμοί εἰσι προέσθαι ἀργύριον τοῖς δυναμένοις αὐτὸ παρέχειν. ῥᾴδιον δὲ καὶ διαλανθάνειν μὴ ὄντα διὰ τὸ τοὺς πολλοὺς ἀνεπιστήμονας εἷναι περὶ αὐτά· τοιοῦτον δὲ μαντικὴ ἰατρικὴ σοφία· ἕλκουσι γὰρ τὴν σοφίαν ἐπ’ ἄμφω καὶ οἱ δόξης ἐρῶντες καὶ οἱ χρημάτων καὶ οἱ ἀμφοτέρων, καθάπερ οἱ σοφισταί. οὐκ ἐν τῇ δυνάμει δέ φησιν εἶναι τὸν ἀλαζόνα ἀλλὰ ἐν τῇ προαιρέσει· δύναμιν γὰρ ἔχει καὶ ὁ ἀγαθὸς καὶ ὁ σοφὸς τοῦ ἀλαζονεύεσθαι, οὐ προαιρεῖται δέ· ὁ δὲ δυνάμενος ἅμα καὶ προαιρούμενος ἀλαζών. ἔλεγε δὲ καὶ ἐν τοῖς Τοπικοῖς καὶ ἐν ἄλλοις λόγοις ὅτι οὔκ εἰσιν οἱ δυνάμεις ψεκταὶ ἀλλ’ αἱ προαιρέσεις. Οἱ δ’ εἴρωνες ἐπὶ τὸ ἔλαττον ἄγοντες τὰ αὑτῶν χαριέστεροι φαίνονκηρόν. τᾶι· οὔτε γὰρ κέρδους οὔτε δόξης χάριν ψεύδονται ἀλλὰ φεύγοντες τὸ ὀγκηρόν. διὸ καὶ τὰ σφόδρα ἔνδοξα ἀπαρνοῦνται· καὶ ἴσως οἱ διὰ τοῦτο καὶ τοιοῦτον τὸν τρόπον εἰρωνευόμενοι οὔκ εἰσιν ἐπίψογοι, ὥσπερ ὁ Σωκράτης· οἱ δὲ καὶ τὰ σμικρὰ καὶ τὰ λίαν φανερὰ ἀπαρνούμενοι καὶ προσποιούμενοι μὴ ἔχειν ἐπίψογοι καὶ ὥς φησι βαυκοανοῦργοι καλοῦνται· πανουργία γὰρ μᾶλλον τὸ τοιοῦτον ἢ χαριεντισμός, οἷον εἴ τις πλούσιος ὢν λέγοι μὴ ἔχειν μηδὲ εἰς τὰ ἀναγκαῖα ἢ εἴ τις σφόδρα ἰσχυρὸς ὢν φαίη πάντων εἶναι ἀσθενέστατος. ἀλαζονεία γάρ, ὥς φησιν, ἐνίοτε καὶ τὸ τοιοῦτόν ἐστιν· ἀρνεῖται γὰρ τὰ φανερά, σχεδὸν ἐνδεικνύμενος, ὅτι ὑπάρχει αὐτῷ. φησὶ δὲ καὶ τοὺς Λακεδαιμονίους τῇ σφόδρα εὐτελείᾳ τῆς ἐσθῆτος ἀλαζονεύεσθαι. καὶ γὰρ τὸ εἰς τὸ πέρα τοῦ δεόντος εὐτέλειαν ἄγειν ἀλαζονικόν· οἱ δὲ περὶ τὰ μὴ λίαν φανερὰ εὶρωνευόμενοι, ἵνα φύγω σί’ τὸ ἐπαχθές, χαρίεντες φαίνονται. ἀντίκειται δὲ μᾶλλον ὁ ἀλαζὼν τῷ ἀληθευτικῷ ἢ ὁ εἴρων διὰ τὸ χείρων εἶναι καὶ ἐπαχθέστερος. οὐδ’ αὐτή ἐστιν ἡ μεσότης περὶ ἴδιά τινα πάθη ἀλλὰ περὶ ἡδονὴν καὶ λύπην, τὰς κοινὰς ταῖς ἀρεταῖς. ὁ γὰρ ἔχων την ἕξιν χαιρει, κωλυομενος δε ουσχεραινει. Οὔσης δὲ καὶ ἀναπαύσεως ἐν ταῖς ὁμιλίαις αἱ μὲν προειρημέναι ἀρεταὶ δύο, ἥ τε ὁμοία τῆ φιλίᾳ, ἣν ὁμιλητικὴν ὠνομάσαμεν, καὶ ἡ ἀληθευπροέσθαι] τικὴ περὶ πάντα ὁμιλία ἔν τε βίῳ καὶ λόγῳ· ἡ δὲ μέλλουσα ῥηθήσεσθαι περὶ τί μέρος ἐσιὶ τοῦ βίου; ἐπειδὴ γὰρ δεῖται ὁ ἄνθρωπος ἀναπαύσεως καὶ ἀνέσεώς τινος, ἔστι καὶ ἐνταῦθα ὁμιλία καὶ παιδιά τις ἐμμελής. καλεῖ· τᾶι δὲ εὐτραπελία καὶ ὁ ἔχων αὐτὴν εὐτράπελος, οἷον εὔτροπός τις ὤ. φησίν. εὔτροπον δὲ λέγει διὰ τὸ εὐρύθμους τοῦ ἤθους αὐτοῦ τὰς κινήσεις εἶναι καὶ τὰς τροπάς· ὥσπερ γὰρ τὰ σώματα ἐκ τῶν κινήσεων κρίνεται, οὕτως καὶ τὰ ἤθη. ὅτι δὲ κρίνεται τὰ σώματα ἐκ τῶν κινήσεων δῆλον. μέχρι μὲν γάρ τις ἠρεμεῖ, οὐ δῆλον, εἴ τι πεπήρωται τῶν τοῦ σώματος εἴτε ἄρρυθμόν ἐστι, κινουμένου δὲ μάλιστα ἐλέγχεται τὸ σῶμα· οὕτως καὶ κατὰ τὴν παιδιὰν τοῦ ἤθους οἱ μὲν εὔρυθμοί. εἰσι καὶ ἐμμελεῖς· καλοῦνται δὲ οἱ εὔρυθμοι εὐτράπελοι παίζοντες ἐστοχασμένως τοῦ μὴ λυπεῖν μήτε ἄλλον μηδένα μήτε ἐκεῖνον, πρὸς ὃν χρῶνται τῆ παιδιᾷ, ἀλλὰ τοὐναντίον καὶ εἰς ἡδονὴν ἄγειν. ὁ δ’ αὐτὸς καὶ οἷα δεῖ καὶ ἐρεῖ καὶ ἀκούσεται οἷα δεῖ καὶ παρακούσεται ἑκὼν εἶναι τῶν ἀπαδεύτως χρωμένων τῷ γελοίῳ καὶ αἰσχρῶς· οὐδ’ ἐν πᾶσι δ’ ἐρεῖ ἀλλ’ ἐν οἷς προσήκει. ἔχει δὲ καὶ τοὺς ἄλλους διορισμοὺς τῶν ἀρετῶν· καὶ γὰρ ὅτε δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ ὡς δεῖ χρῆται τῇ παιδιᾷ. ῾Ο δὲ ὑπερβάλλων βωμολόχος καλεῖται, ἐπιπόλαιός τις ὢν καὶ πάντως τοῦ γελοίου στοχαζόμενος ἤπερ τοῦ λέγειν εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενον· ἕνεκεν δὲ τοῦ γέλωτα κινεῖν οὐδενὸς φείδεται, οὕτε φίλου οὔτε ἐχθροῦ· ἐνίοτε δὲ οὐδὲ τῶν θεῶν, καθάπερ οἱ τὰς παλαιὰς κωμῳδίας ποιήσαντες· ὑπὸ γὰρ βωμολοχίας οὐδὲ τῶν θεῶν ἀπείχοντο. ἔστι δὲ κ̣αὶ ἐνταῦθα ἔλλειψις· εἰσὶ γάρ τινες οἳ τὸ παράπαν οὐκ ἀξιοῦσι χρῆσθαι τῇ παιδιᾷ καὶ οὕτ᾿ αὐτοὶ. ἄν εἴποιεν πλέον τι, οὔτ’ ἄλλων ἀκούσαιεν ἂν ἡδέως· καλοῖτο δ’ ἄν ἡ τοιαύτη κακία ἴσως ἀνριότης καὶ σκληρότης. οὗτοι μὲν οὖν οὐδέποτε δοκοῦσιν εἶναι εὐτράπελοι ἀλλ’ ἐναντίοι τοῖς εὐτραπέλοις· οἱ δὲ βωμολόχοι δοκοῦσιν εἶναι ἐνίοτε εὐτράπελοι διὰ τὸ χαίρειν τοὺς πολλοὺς τῷ γελοίῳ. ἡ δὲ μέση ἕξις καλεῖται μὲν εὐτραπελία, ὀνομάζοιτο δ’ ἄν ἴσως καὶ ἐπιδεξιότης· τοὐ γὰρ ἐπιδεξίου τοιαῦτα καὶ λέγειν καὶ ἀκούειν, ὁποῖα καὶ πρέπει τῶ ἐλευθερίῳ. διαφέρει γάρ ἡ τοῦ ἐλευθερίου παιδιὰ τῆς τοῦ ἀνδραποδώδους καὶ ἡ τοῦ πεπαιδευμένου τῆς τοῦ ἀπαιδεύτου. παράδειγμα δ ἑκατέρας τίθεται τάς τε παλαιὰς κωμῳδίας καὶ τὰς νέας· τοῖς μὲν γὰρ τὰς παλαιὰς γράφουσι γελοῖον ἐδόκει τὸ αἰσχρολογεῖν, τοῖς δὲ τὰς νέας τὸ μεθ’ ὑπονοίας σκώπτειν, τουτέστιν μετὰ τοῦ αἰνίττεσθαι. διαφέρει δ᾿ οὐδὲν πρὸς εὐσχηοσύνην ἢ φανερῶς αἰσχρολογεῖν ἢ μόνον ἐμφαίνειν. Μετὰ ταῦτα ζητεῖ πότερον δεῖ τὸν εὖ σκώπτοντα ὁρίζεσθαι τῷ λέγειν πρέποντα ἐλευθερίῳ καὶ πεπαιδευμένῳ ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα ἢ καὶ τοὐναντίον τέρπειν. δεῖ μὲν γὰρ ἴσως ἀμφοτέρων ἐστοχάσθαι τὸν εὖ σκώπτοντα, ἀλλ’ ὅμως καθ’ ὁπότερον αὐτῶν ὁριστέον μᾶλλον· καί φησιν ἀόριστον εἶναι τὸ πρὸς τοὺς σκωπτομένους λαμβάνειν τὸ ἄκρον· ἄλλο γὰρ ἄλλῳ που ἡδύ τε καὶ μισητόν, καὶ οὐδὲν κωλύει αὐτὸν μὲν εὖ σκώπτειν, ὑπὸ δὲ ἀγροικίας ἀηδῆ εἶναι τῷ ἀκούοντι· μᾶλλον οὖν ὁ ὅρος τοῦ σκώπτοντος ἐν τῷ ὡς δεῖ σκώπτειν καὶ πρὸς οὓς ἰῷ ἐλευθερίῳ. ἐν μὲν οὖν τούτῳ φαίνεται το σκῶμμα μέσον τι. ὁ ***************************