Ancient Greek · ~369 min
ΕΙΣ ΤΟ (??) ΤΩΝ ΗΘΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
Aspasius, In Ethica Nicomachea paraphrasis ΕΙΣ ΤΟ (??) ΤΩΝ ΗΘΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.1
Not analysed yet
τῆς ἀρετῆς δὲ περὶ πάθη ἕως τὸ τιθέναι ἀκούσια. Ἡ μὲν πρόθεσις περὶ ἀκουσίου καὶ ἑκουσίου εἰπεῖν· πρῶτον δὲ λέγει, ὅτι ἀναγκαία ἡ περὶ αὐτῶν θεωρία τοῖς περὶ ἀρετῆς ἐπισκοποῦσι καὶ ὅλως τῷ πολιτικῷ καὶ νομοθετικῷ. ἐπεὶ γὰρ ἡ ἀρειὴ περὶ πάθη καὶ πράξεις, ἐν οἷς τὸ μὲν ἑκούσιον ἐπαινεῖται, ἂν καλῶς γένηται, τὸ δ’ ἀκούσιον συγγνώμης τυγχάνει, ἐνίοτε δὲ καὶ ἐλέου, ἀναγκαῖον τῷ περὶ ἀρετῆς ἐπισκοποῦντι περὶ ἑκουσίου καὶ ἀκουσίου διορίσαι. ἐν μὲν οὖν ταῖς πράξεσιν ὁμολογουμένως ἐστὶ τὸ ἑκούσιον καὶ ἀκούσιον, ἐν δὲ τοῖς πάθεσι πῶς ἄν εἴη; δοκεῖ γὰρ ἀκούσια εἶναι τὰ πάθη· ἢ τὸ διαθεῖναί πὼς οὕτως ἑαυτὸν καὶ ἔθεσι καὶ λόγῳ, ὥστε μὴ πάσχειν κακῶς ἑκούσιον; καὶ ταύτῃ λέγοιτ’ ἂν τὰ πάθη ἑκούσια ἐνίοτε· ἀκούσια δέ πὼς ἂν εἴη ἢ ἁπλῶς ἢ κατὰ τὴν ἑαυτῶν φύσιν. μήποτε δὲ οὐ περὶ τῶν παθῶν εἴρηκε τὸ ἑκούσιον καὶ ἀκούσιον, ἀλλὰ περὶ τῶν πράξεων. ἔτι ἰὰ πραττόμενα διὰ θυμὸν ἢ ὅλως διὰ πάθος ἑκούσια λέγεται, ὅταν εἰδὼς πράττῃ· ἀναγκαῖον δὲ καὶ τῷ πολιτικῷ καὶ νομοθετικῷ εἰδέναι περὶ ἑκουσίου καὶ ἀκουσίου· οὐ γὰρ μικρὸν μέρος τῆς νομοθεσίας τὸ περὶ τὰς τιμὰς καὶ περὶ τὰς κολάσεις, ἀλλ’ ἐν ταῖς πόλεσι περὶ τοῦτ’ ἐστι πᾶσα νομοθεσία. τὸ οὖν εἰδέναι τίνας μὲν δεῖ κολάζειν, τίσι δὲ νέμειν συγγνώμην καὶ πάλιν τίνας μὲν δεῖ τιμάν †εἰ καὶ ὅτι μάλιστ’ ἄν ᾖ ἀγαθοῦ τινος διὰ τὸ ἄκοντα εἰργάσθαι] τοῦ εἰδότος ἱκανῶς περὶ ἑκουσίου καὶ ἀκουσίου· ὥστε ἀναγκαία ἡ γνῶσις τῷ πολιτικῷ καὶ νομοθετικῷ. Ἀρχεται δὲ ἀπὸ τοῦ ἀκουσίου ὡς γνωριμωτέρου. δοκεῖ δὲ ἀκούσιον εἶναι τὸ βίᾳ ἢ δι’ ἄγνοιαν. οὗτος δὲ οὐ δοκεῖ κυρίως ὁρισμὸς εἶναι, ἀλλὰ εἰδῶν μᾶλλον ἔκθεσις τῶν τοῦ ἀκουσίου. καθόλου δὲ οὐδὲ ὅροι δοκοῦσιν εἶναι οἱ κατὰ τὰς διαιρέσεις ταύτας ἀποδιδόμενοι, οἷον ὅτι ἐστὶ τὸ ὂν ὃ οἷόν τε παθεῖν ἢ ποιῆσαι. τούτῳ γὰρ τῷ τρόπῳ καὶ τὰ ὁμώνυμα ἔστιν ὁρίζεσθαι, οἷον κλείς ἐστιν ἤτοι ἡ τἀς θύρας ἀνοίγουσα ἢ ἡ περὶ τὸν αὐχένα· ἀλλ’ ἀναγκαῖον ὅμως καὶ τοῖς τοιούτοις ἐνίοτε ὁρισμοῖς χρῆσθαι, ὅταν τοῦ κοινοῦ τῶν εἰδῶν μὴ ᾖ ῥᾴδιον λόγον λαβεῖν, ὥσπερ ἔχει καὶ ἐπὶ τοῦ βιαίου καὶ τοῦ δι’ ἄγνοιαν. κοινὸν μὲν γὰρ αὐτοῖς τὸ ἀκούσιον καὶ δοκεῖ συνωνύμως αὐτῶν κατηγορεῖσθαι, ἐπειδὴ καὶ τὸ ἑκούσιον ἕνα ἔχει λόγον, ὡς ἔσται δῆλον ὀλίγον ὕστερον. οὐκ ἔστι δὲ ὅμως ἕνα τοῦ ἀκουσίου λαβεῖν λόγον. εἰπὼν δὲ ἀκούσια εἶναι τὰ βίαια ἢ δι’ ἄγνοιαν, πρῶτον ὁρίζεται τὸ βίαιον, λέγων αὐτὸ βίαιον εἶναι οὗ ἡ ἀρχὴ ἔξωθεν, τοιαύτη οὖσα εἰς ἣν μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων· δοκεῖ δέ τισιν ἱκανῶς ἔχειν ὁ ὁρισμός, εἰ καὶ μόνον οὕτως ἀποδέδοται βίαιόν ἐστιν οὗ ἡ ἀρχὴ ἔξωθεν· τῶν μὲν γὰρ ἐφ’ ἡμῖν ἐν ἡμῖν εἰσι καὶ αἱ ἀρχαί· καὶ γὰρ εἰ λαβών μέ τις μετέωρον φέροι ἐμοῦ προστάξαντος καὶ βουληθέντος, ἐν ἐμοὶ ἡ ἀρχή. ὅταν δ’ ἔξωθεν ἡ ἀρχὴ καὶ βίᾳ μέ τις λαβὼν ἄγῃ, ἀκούσιον τὸ τοιοῦτον καὶ βίαιον. ἔοικε δὲ οὐκ ἀλόγως καὶ τὰ ἑξῆς προσκεῖσθαι ἀμφισβητεῖται γάρ, ὡς προελθὼν λέγει, περὶ τῶν διὰ φόβον μειζόνων κακῶν τυράννοις ἢ ὅλως τοῖς κρατοῦσιν ὑπηρετησάντων τι τῶν αἰσχρῶν, περὶ ὧν ὀλίγον ὕστερον ἐπισκοπεῖ· καὶ δοκεῖ μᾶλλον ἑκούσια εἶναι. τὸ δὴ καθαρῶς βίαιον τοῦτό ἐστιν; ὅταν ἔξωθέν τε ἡ ἀρχὴ καὶ μηδὲν συμβάλληται ὁ πράττων ἢ ὁ πάσχων. δοκεῖ δὲ τὸ καὶ] ὁ πράττων μὴ εὖ προσχεῖσθαι· ὅτῳ γὰρ ἂν βίαιόν τι συμβαίνῃ, κἂν μηδὲν αὐτὸς εἰς τοῦτο συμβάλληται, πάσχειν μὲν ἂν λέγοιτο, πράττειν δ’ οὔ, οἷον εἰ, ὥς φησι, πνεῦμα κομίσαι ποί τινα ἢ ἄνθρωποι κύριοι ὄντες· τὸ γὰρ κομίζεσθαι καὶ τύπτεσθαι καὶ τά τοιαῦτα πάσχειν ἀλλ’ οὐ ποιεῖν ἐστιν. ἢ καὶ πράττειν βίαιόν ἐστιν; οἷον εἰ ὠσθείς τις αὐτὸς ὤσειεν ἄλλον καὶ καταβάλοι ἄκων· ἄκων γὰρ καὶ βίᾳ ἔπραξεν, οὐδὲν εἰς τοῦτο συμβαλλόμενος. λέγεται δὲ καὶ ἐν τοῖς ἀψύχοις βίαιον, οἷον τὸ πῦρ δοκεῖ κάτω φέρεσθαι καὶ ἡ γῆ ἄνω. τὸ δὲ βίᾳ οὕτως λεγόμενον καὶ ἐπὶ τῶν ἐμψύχων πότερον ὁμώνυμόν ἐστιν ἢ συνώνυμον; δοκεῖ γὰρ ἴσως ὁμώνυμον εἶναι. τὸ μὲν γὰρ βίᾳ ἐν τοῖς ἄλλοις ἐστὶν ἡ παρὰ φύσιν κίνησις αὐτῶν ἢ ἡ μονή, ἐν δὲ τοῖς ἐμψύχοις οὐ ἐστι πᾶν τὸ βίαιον; ἐφαρμόττει γὰρ καὶ τῷ ἐν τοῖς ἀψύχοις βιαίῳ ὁ ἀποδοθεὶς λόγος. ἔστι γὰρ βίαιον, οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου τοῦ πράττοντος ἢ τοῦ πάσχοντος. τὸ μὲν οὖν ἔξωθεν εἶναι τὴν ἀρχὴν τῆς κινήσεως καὶ τοῖς κατὰ φύσιν κινουμένοις ἐστί, καίπερ μὴ κινουμένοις βίᾳ· οὐδὲ γάρ τι κάτω κινηθήσεται, μὴ τὴν ἀρχὴν τῆς κινήσεως παρ’ ἄλλου λαβόν· τὸ δὲ λοιπὸν τοῦ ὁρισμοῦ μὴ σφόδρα δηλοῖ καὶ τὸ τοῖς βίᾳ κινουμένοις τῶν ἀψύχων ὑπάρχον· οὐδὲν γὰρ συμβάλλεται εἰς τὴν ἄνω κίνησιν ὁ λίθος, ὥσπερ εἰς τὸ κάτω φέρεσθαι συμβάλλεται ἡ φύσις αὐτοῦ. περὶ μὲν οὖν τούτων διορίσθω ταῦτα. Ὁ δὲ Ἀριστοτέλης ἑξῆς τοῖς προειρημένοις ἀπορεῖ, εἰ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τι, ἀκούσιά ἐστιν. δοκεῖ δὲ τὸ μέν τι ὀρθῶς ἠπορῆσθαι τῶν ἐν τῷ λόγῳ, τὸ δ’ εὐήθως· τὸ μὲν γὰρ ἀπορεῖν εἰ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἑκούσιά ἐστιν ἢ ἀκούσια εὔλογον, τὸ δὲ, εἰ ὅσα διὰ καλόν τι πράττεται, ταῦτα ζητεῖν εἰ ἑκούσια ἢ ἀκούσια, ἐστὶ γελοῖον. καὶ γὰρ ἐπαινεῖται καὶ ἑκούσια δοκεῖ τὰ δι’ ἀρετὴν καὶ διὰ καλόν τι πραττόμενα. ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, εἰ ἑκούσια ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται μᾶλλον ἢ διὰ καλόν τι; εἰ γάρ τις προτιμᾷ τὸ μὴ πάσχειν τι φοβερὸν τοῦ καλόν τι πρᾶξαι, ἐπ’ αὐτῷ ὂν ὑπομεῖναι τὸ ἀλγεινὸν ἐπὶ τῷ καλῷ, περὶ τούτου ἀμφισβητήσειεν ἄν τις, εἴτε ἄκων εἴτε ἑκὼν πεποίηκεν, οἷον εἰ τύραννος προστάττοι αἰσχρόν τι πρᾶξαι ἀπειλήσας γονέων καὶ τέκνων θάνατον· καὶ πράξαντος μὲν σώζοιντο, μὴ πράξαντος δὲ ἀποθνήσκοιεν· ὁ δὲ τοῦτο ὑπομένοι ἐπὶ τῷ καλῷ. ἀμφισβητεῖται γὰρ περὶ τοῦ τοιούτου, πότερον ἑκὼν ἢ ἄκων ποιεῖ, ὅταν ὑπομείνῃ τὰ αἰσχρὰ ἐπὶ σωτηρίᾳ τῶν φιλτάτων ἑαυτῷ παραμελήσας τοῦ καλοῦ· ὅπερ οὐκ ἐποίησεν ὁ Σωκράτης, ἀλλὰ τῶν τριάκοντα κελευσάντων ἄγειν ἐπὶ θάνατόν τινα τῶν πολιτῶν Λέοντα ὄνομα, ἵνα δὴ μὴ κοινωνήσῃ αὐτοῖς τῶν πράξεων, καταφρονήσας καὶ τῆς ἑαυτοῦ σωτηρίας καὶ τῶν τέκνων καὶ τῆς γυναικός, οὐχ ὑπηρέτησε τὸ προσταχθὲν διὰ τὸ καλὸν καὶ τὸ δίκαιον. περὶ δὴ τῶν τοιούτων ἀπορεῖται, ὅταν διὰ τὸν τοιοῦτον φόβον ἐνδούς τις ὑπομένῃ, εἰ δεῖ λέγειν αὐτὴ ἀκούσια. ἐοικέναι δὲ δοκεῖ ταῖς ἐν τοῖς χειμῶσιν ἐκβολαῖς. ἀπλῶς μὲν γὰρ οὐ· δεῖς ἄν ἐκβάλλοι τὰ ἐκ τῆς νεώς· ἐνίοτε δὲ ὑπομένει τοῦτ’ ἐπὶ σωτηρίᾳ ἑαυτοῦ καὶ τῶν συμπλεόντων· καὶ γὰρ οὕτως τὰς αἰσχρὰς πράξεις καὶ μοχθηρὰς ἑκὼν μὲν οὐδεὶς ἂν ὑπομείνειεν ἐπιεικής· ἐνίοτε δὲ ὑπομένουσιν ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῶν φίλων. μικτὰς μὲν οὖν εἶναί φησι τὰς τοιαύτας πράξεις ἐξ ἑκουσίου καὶ ἀκουσίου. ᾗ μὲν γὰρ ἔξωθεν ἡ ἀρχὴ τῆς πράξεως, οἷον τύραννος ἡ ὁ κρατῶν καὶ ἡ ἐκείνου ἀπειλή, ταῦτα ἀκούσια, ᾗ δ’ ἐξὸν αὐτοῖς πᾶν ὁτιοῦν παθεῖν πρὸ τοῦ αἰσχρόν τι πρᾶξαι τὰ αἰσχρ. ὰ τῷ μὴ παθεῖν τὰ φοβερὰ ὑπομένουσι, ταύτῃ δοκοῦσιν ἑκούσια εἶναι. ὅμως δὲ ἐοικέναι μᾶλλόν φησιν αὐτὰς ἑκουσίοις. αἱρεταὶ γάρ εἰσιν αἱ τοιαῦται πράξεις καὶ τὸ τέλος τῆς τοιαύτης πράξεως κατὰ τὸν καιρὸν κρίνεται, καθ’ ὃν πράττεται. π· ερὶ γὰρ οὐδεμιᾶς πράξεως καθόλου ἔστι διορίσασθαι, ἀλλὰ κρίνεται τότε ὅτε πράττεται διὰ τί ἐπράχθη καὶ πῶς ἐπράχθη. ἑκὼν δὲ τότε πράττει, ὅτε πράττεται, καὶ προτιμᾷ ἄλλο πρὸ ἄλλου καὶ συμβάλλεται εἰς τὸ πραχθῆναι οὐ μικρόν. καὶ γὰρ ἡ ἀρχή τοὐ κινεῖν τὰ μέρη τὰ αὐτοῦ, ἅπερ ἐστὶν ὄργανα τῇ ψυχῇ, ἐν αὐτῷ ἐστι τῷ πράττοντι, ὅτε ἐνεργεῖ τὰς πράξεις. οὐ γὰρ ἔοικε τῷ ὑπὸ πνεύματος κομισθέντι ποι ἢ ὑπὸ τῶν δησάντων ἀχθέντι· ἀλλὰ φέρε εἰπεῖν προστάξαντος τοῦ τυράννου ἀποκτεῖναί ναί τινα τῶν πολιτῶν καὶ ἀπειλοῦντος αὐτῷ θάνατον ἂν μὴ ἀποκτείνῃ, ἀποκτίννυσιν αὐτὸν ἐπάγων τὴν χεῖρα τῷ ἀναιρουμένῳ ὧν δὲ ἐπ’ αὐτοῖς ἡ ἀρχὴ τοῦ· πρᾶξαι καὶ μή, ἑκούσια δοκεῖ εἶναι τὰ τοιαῦτα ἁ πλῶς δὲ ἴσως λέγοιτ’ ἂν ἀκούσια, ὅτι οὐδεὶς ἂν ἕλοιτο αὐτὰ καθ’ αὑτά. ἔτι καὶ ἐντεῦθεν δῆλον ὅτι ἐστὶν ἑκούσια· ἐπαι- νοῦνται γὰρ ἐνίοτε ὅταν λυπηρόν τι ὑπομείνωσι μᾶλλον ἢ τὸν· υἱὸν παρα- σχεῖν τῷ τυράννῳ εἰς ὕβριν καὶ ἔτι μᾶλλον ἂν ἐπὶ σωτηρίᾳ τῆς πατρίδος. ἐπεὶ δ’ εἶπε καὶ αἰσχρὰ ὑπομενητέον εἶναι, ἐνθυμητέον ὅτι μικρὰ αἰσχρὰ ὑπομενητέον ἀντὶ μεγάλων καλῶν, οἷον εἰ κελεύσειε τύραννος σπουδαῖον ἄνδρα ἐνδυθέντα στολὴν γυναικείαν φανῆναι τοῖς πολίταις, ἀπειλῶν, εἰ τοῦτο μὴ πράξει ἀναστατώσειν αὐτοῦ τὴν πατρίδα καὶ γονεῖς καὶ τέκνα· ὑπομενεῖ γὰρ τὸ προσταχθέν. ἂν δὲ ἀνάπαλιν, ψέγονται, ἄν αἰσχρὰ ὑπομένωσιν ἐπὶ μηδενὶ καλῷ. εἰ δὲ ἔπαινος καὶ ψόγος ἀκολουθεῖ, δῆλον ὅτι ἑκούσιά ἐστι. ἐπὶ γὰρ τοῖς ἑκουσίοις ἔπαινος ἢ ψόγος. ἐνίοτε δὲ τοῖς πράξασί τι τῶν αἰσχρῶν συγγνώμη γίνεται, ὅταν ἃ μὴ δεῖ διὰ τοιαῦτα ποιήσωσιν ἃ ὑπερ- βάλλει τὴν ἀνθρωπίνην φύσιν, οἷον σφοδρὰς βασάνους καὶ ἀμηχάνους, καίοντός τινος καὶ τέμνοντος καὶ στρεβλοῦντος. ἔνια δέ φησιν οὐδὲ ἀναγκασθῆναι προσήκει ἀλλὰ πάντα μᾶλλον ὑπομενητέον ἢ πρᾶξαι τὰ αἰσχρά. μικρὰ μὲν γὰρ ἄν ἴσως ἀνάσχοιτο τῶν ἀγαθῶν παραβῆναι, μεγάλα δ’ οὔ, ἀλλ’ ἀνέξεται πρότερον στρεβλούμενος καὶ ἐν τούτοις τεθνήξεται, πρίν τι πρᾶξαι τῶν παν- τελῶς αἰσχρῶν. ἐνίοτε δὲ χαλεπώτατόν ἐστι τὸ κρῖναι, ὅταν ὥσπερ ἐν ζυγῷ ἰσόρροπα ἐφ’ ἑκάτερα καὶ ἴσα δοκῇ εἶναι τὸ κακὸν πρᾶξαί τι καὶ μὴ· καὶ δεῖ μεγάλης φρονήσεως ἀντιθεῖναι ποῖ· α ἀντὶ ποίων αἱρετέον. οὐκ ἔστι δὴ ὥσπερ περὶ τῶν ἄλλων πρακτῶν καθόλου περὶ τῶν τοιούτων διορίσαι, ἀλλὰ δεῖ τοῖς καιροῖς καὶ τοῖς συμβαίνουσι παρεπόμενον κρίνειν ἱκανῶς. ἔτι δὲ χαλεπώτερον τοῦ κρῖναι τὸ ἐμμεῖναι τοῖς γνωσθεῖσιν· ἐνίοτε γάρ τις εἵλετο μὲν ὑπομεῖναι τὰ δεινὰ μᾶλλον ἢ πρᾶξαι τὰ αἰσχρά, γενόμενος δὲ ἐν ταῖς βασάνοις μετέθετο· καὶ προείλετο μὲν ἰδεῖν τὸν υἱὸν ἀποθνήσκοντα μᾶλλον ἢ ποιῆσαί τι τῶν ἀνοσίων, ἰδὼν δὲ τὸν υἱὸν ἀγόμενον οὐκ ἀντέσχεν, ἀλλὰ μετέβαλε τὴν γνώμην. διὸ καὶ ἔπαινος ἐνίοτε γίνεται περὶ τοὺς μὴ ἀναγκασθέντας καὶ ψόγοι περὶ τοὺς ἐνδόντας ταῖς ἀνάγκαις. λεκτέον δὲ βίαια ἁπλῶς μὲν καὶ κυρίως, ὅταν ἡ αἰτία ἐν τοῖς ἐκτὸς ᾖ, μηδὲν συμβαλλομένου τοῦ πράττοντος· οἷα δ’ ἔφαμεν εἶναι τὰ μικτά, καθ’ αὑτὰ μὲν ἀκούσια, διότι οὐδεὶς ἂν αὐτὰ ἕλοιτο τῶν ἐπιεικῶν, τότε δὲ ὅτε πράττεται ἀντὶ τῶνδε· λέγων δὲ περὶ τούτων ἃ καθ’ αὑτὰ μὲν ἀκούσια, ἑκούσια δὲ τότε, μᾶλλον ἑκούσια καὶ οὐκ ἀκούσια αὐτά φησιν εὐλόγως. τὸ γὰρ καθ’ αὑτὰ ἀκούσια αὐτὰ εἶναι ἴσον τῷ καθόλου· ἐν δὲ τοῖς πρακτοῖς ὁ περὶ τῶν καθόλου λόγος κενός, αἱ γὰρ πράξεις ἐν τοῖς καθ’ ἕκαστα ταύτῃ δ’ ἦν ἑκούσια· ὥστε ἐν οἷς τὴν ἰσχὺν μάλιστα αἱ πράξεις ἔχουσι τοῦ εἶναι ἑκούσιοι ἢ ἀκούσιοι, κατὰ τοῦτο οὖσαι ἑκούσιοι μᾶλλον ἀν’ εὐλόγως ἢ ἀκοῦ σιοὶ λέγοιντο. ἢ τὸ ἀπλῶς οὐ τὸ καθόλου σημαίνει; ἀλλ’ ὅτι αὐταὶ ἐφ’ ἑαυτῶν ἄνευ περιστάσεως τῆς ἐν τῷ τότε καιρῷ ἀκούσιοί εἰσι, φοβερῶν δὲ ἐπικειμένων μᾶλλον ἑκούσιοι. καὶ γὰρ αἱ πράξεις ἐν τοῖς καθ’ ἕκαστα ἑκούσιοι, ὅταν ἑκὼν τότε πράττῃ ὁ πράττων. Γελοῖοι δ’ εἰσὶν οἱ λέγοντες βίαια εἶναι ὅσα ὑπὸ τῶν ἡδέων τινὲς ἀχθέντες ποιοῦσι. φασὶ γὰρ ὑποπίπτειν τῷ ὁρισμῷ τοῦ βιαίου· ἔξωθεν γὰρ ἡμῶν ὄντα τὰ ἡδέα ἀναγκάζει ἡμάς. οὗτος δ’ ὁ λόγος πάντα ποιεῖ τὰ ἀδικήματα βίαια· σχεδὸν γὰρ πάντες δι’ ἡδονὴν ἀδικοῦσιν οἱ ἄνθρωποι. γελοῖον δὲ τὸ μὴ αὐτὸν μᾶλλον αἰτιᾶσθαι εὐθήρατον ὄντα ὑπὸ τῶν ἡδέων, ἀλλὰ τὰ ἡδέα· ἐπ’ αὐτῷ οὖν καὶ τὸ ἄγεσθαι καὶ τὸ μή. δηλοῦσι δὲ καὶ οἱ σώφρονες καὶ οἱ ἐγκρατεῖς· ἐπεὶ κατά γε τοῦτον τὸν λόγον οὐδὲ τοὺς καλὰ πράττοντας ἑκόντας φαίη τις ἄν πράττειν· ἀναγκάζεσθαι γὰρ ὑπὸ τῶν καλῶν. εἰ δ’ αὐτόν τις αἰτιᾶται, εὔλογον καὶ τῶν αἰσχρῶν αὐτόν τινα αἰτιᾶσθαι ἀλλὰ μὴ τὰ ἡδέα. Tὸ μὲν οὖν βίαιον τί ἐστιν εἴρηται· τὸ δὲ δι᾿ ἄγνοιάν φησι πάντως εἶναι οὐχ ἑκούσιον· εἴδη δὲ τοῦ δι’ ἄγνοιαν εἶναι δύο· τὸ μὲν ὁμώνυμον τῷ ἀνωτάτω γένει, καλεῖται δὲ ἀκούσιον. ὅταν γὰρ δι’ ἄγνοιάν τις ποιήσῃ τι τῶν μὴ δεόντων καὶ μετὰ ταῦτα μαθὼν μετανοῇ καὶ λυπῆται, τότε ἀκούσίον φαίνεται ὡς ἀληθῶς τὸ πραχθέν. ὅταν δὲ γνοὺς μὴ μεταμελῆται μηδὲ λυπῆται, ἐνίοτε δὲ καὶ ἀσμενίζῃ, ἀκούσιον μὲν οὐ ῥητέον· ἔοικε γὰρ ἑκόντος αὐτοῦ γεγονέναι εἰ καὶ ὅτι μάλιστα ἠγνόησεν. ἐπεὶ δὲ ἀγνοήσας ἔπραξε, καὶ δεῖ αὐτῷ ἄλλο ὄνομα τίθεσθαι, ἀλλ’ οὐχὶ τὸ ἀκούσιον οὐκ εὐποροῦμεν δὲ ἄλλου ὀνόματος, καλείσθω οὐχ ἑκούσιον), ἔοικε δὴ ἡ πᾶσα διαίρεσις τοιαύτη εἶναι· ληπτέον γὰρ αὐτήν, ἐπειδὴ καὶ δυσθεώρητός ἐστι, διὰ τὰς ἐνούσα· ς αὐτῷ ὁμωνυμίας τῶν γενῶν πρὸς τά εἴδη ὧν ἐστιν ἀνωτάτω ἀκούσιον ὃ ταὐτόν πώς ἐστι τῷ οὐχ ἑκουσίῳ· τοῦ δ’ αὖ ἀκουσίου ἢ οὐχ ἑκουσίου τὸ μὲν βία, τὸ δὲ δι’ ἄγνοιαν. τοῦ δὲ δι’ ἄγνοιαν τὸ μὲν ἑκούσιον, τὸ δὲ οὐχ ἑκούσιον, ὧν ἑκάτερον ὁμώνυμον τῷ γένει, τὸ μὲν τῷ οὐχ ἑκουσίῳ, τὸ δὲ τῷ ἀκουσίῳ. εἴποι ἂν οὖν τις καὶ τὰ ὑπὸ τὴν ἄγνοιαν οὐχ ἑκούσια καὶ ἀκούσια κατὰ τὸ ἀνωτάτω οὐχ ἑκούσιον καὶ ἀκούσιον, ὡς δὲ πρὸς ἄλληλα συγκρινόμενα τοῦ δι’ ἄγνοιαν εἴδη, καθ’ ἣν εἶπε διαφορὰν ὁ Ἀριστοτέλης τὸ μὲν ἔσται ἀκούσιον, τὸ δὲ οὐχ ἑκούσιον. Ἕτερον δέ φησιν εἶναι καὶ τὸ δι’ ἄγνοιαν πράττειν, οὗ ἀρχὴ τῆς πράξεως καὶ αἰτία ἡ ἄγνοια· οὐ λέγεται δὲ δι’ ἄγνοιαν πεποιηκέναι, ἀλλ’ ἀγνοῶν ἐνίοτε πράττει ὁ μεθύων τι πράξας ἢ ὀργιζόμενος· τῆς γὰρ πράξεως τῷ μὲν ἀρχὴ ἡ μέθη, τῷ δὲ ἡ ὀργή. διὰ μέθην οὖν ἂν λέγοιτο πεποιηκέναι, καὶ ὁ ἕτερος δι’ ὀργήν, δι’ ἄγνοιαν δὲ οὐδέτερος· ἀγνοῶν δ’ ὅμως ποιεῖ ἃ ποιεῖ. εἰ μὲν οὖν τις δι’ ἄγνοιάν τι ποιεῖ καὶ ἀγνοῶν ποιεῖ, εἰ δ’ ἀγνοῶν οὐ πάντως δι’ ἄγνοιαν. τάχα δ’ ἂν λέγοιτο εὐλόγως ὁ διὰ μέθην πράξας οὐ δι’ ἄγνοιαν πεποιηκέναι, οὐ μόνον ὅτι αἰτίαν ἔχει τῆς πράξεως τὴν μέθην, ἀλλὰ διότι οὐκ ἀγνοῶν ἦλθεν ἐπὶ τὴν μέθην καὶ ἐξὸν μὴ ἐπὶ τοσοῦτον πιεῖν ὥστε μεθυσθῆναι, ὅμως ἔπιεν· ἑκὼν οὖν ἐμεθύσθη, ὥστε καὶ ἑκὼν ἔπραξε τὰ ἐν τῇ μέθῃ καὶ οὐ δι’ ἄγνοιαν. τὰ δ’ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ δι’ ὀργὴν πράξαντος· ἐπ’ αὐτῷ γὰρ ἦν ἐπιμεληθῆναι ἑαυτοῦ, ὅπως μὴ δι’ ὀργὴν προαγόμενος ποιῇ τὰ δεινὰ καὶ παράνομα. Ἅ δ’ ἑξῆς λέγει, δυνατὸν μὲν ὡς ἀκόλουθα λαμβάνειν τοῖς προειρημένοις, δυνατὸν δὲ καὶ ὡς αὐτό τι καθ’ αὑτό. φησὶ γὰρ πάντα τὸν μοχθηρὸν ἀγνοεῖν ἃ δεῖ πράττειν καὶ ὧν ἀφεκτέον καὶ διὰ τὴν τοιαύτην ἄγνοιαν ἀδίκους καὶ κακοὺς γίνεσθαι. πάντες γὰρ ἄνθρωποι σχεδὸν ἐφίενται τοῦ ἀγαθοῦ· τὰ δὲ ἄδικα ἐνίοτε οὐκ ἀγνοοῦσι μὲν ἄδικα ὄντα, ἀπατώμενοι δὲ καὶ ἡγούμενοι ἑαυτοῖς ὠφέλιμα εἶναι, πράττειν αἱροῦνται. οὐ μέντοι τὸ ἀκούσιον κατὰ τοῦτο λέγεται· οὐδέ φαμεν ἄκοντας ποιεῖν διὰ τὸ ἀγνοεῖν τὰ συμφέροντα καὶ διὰ τὴν ἐν τῇ προαιρέσει ἄγνοιαν καὶ τὴν καθόλου. λέγει δὲ ἐν προαιρέσει ἄγνοιαν, ὅταν τις προαίρεσιν ἔχῃ μοχθηρὰν δι’ ἄγνοιαν τοῦ συμφέροντος. τὴν δ’ αὐτὴν καὶ καθόλου καλεῖ ἄγνοιαν, ὅτι μὴ περὶ ἕν τί ἐστι, μηδὲ περὶ μίαν πρᾶξιν ἡ τοιαύτη ἄγνοια, ἀλλὰ καθόλου τὸν οὕτως ἀγνοοῦντα λέληθε τὰ συμφέροντα φέροντα ἅπαντα. οὐ δὴ διὰ τὴν τοιαύτην ἄγνοιαν ἀκούσια λέγεταί τινα ἁμαρτήματα τεκμήριον δέ· συγγώμης τυγχάνουσιν οἱ ἀκούσια πεποιηκότες καὶ παρὰ τῶν νόμων καὶ παρὰ τῶν δικαζόντων, ἡ δ’ ἐν τῷ ἤθει ἄγνοια μισεῖται καὶ εἰκότως. αἴτιοι γὰρ αὐτοὶ αὑτοῖς οἱ ἄνθρωποι τῆς τοιαύτης ἀγνοίας, μὴ ἐπιμελόμενοι τοῦ διαγινώσκειν τὰ ὡς ἀληθῶς συμφέροντα τίνα ἐστὶ καὶ ὅτι ἡ κακία καὶ ἡ ἀδικία πάντων χρημάτων βλαβερώτατον τῷ ἔχοντι. ταῦτα δέ, ὡς ἔφην, δύναται μὲν καὶ ἕπεσθαι τοῖς προειρημένοις ὁ γὰρ μοχθηρὸς λέγοιτ’ ἂν ἀγνοεῖν μὲν ἃ ποιεῖ· οὐ μέντοι δι’ ἄγνοιαν πράττει τὴν ἐν ταῖς πράξεσιν· ἀλλ’ εἴπερ ἄρα, δι’ ἄγνοιαν τὴν καθόλου ἢ τὴν ἐν τῇ προαιρέσει, ἥτις ἐστὶ τοῦ συμφέροντος· δύναται δὲ καὶ καθ’ αὑτό τι εἶναι θεώρημα πρὸς τοὺς λέγοντας ἀκούσια τὰ ἁμαρτήματα ἕκαστον γὰρ ἀγνοοῦντα τὸ αὑτῷ συμφέρον ἁμαρτάνειν. πρὸς γὰρ τοὺς οὕτως ἀναφανομένους λέγεται, ὅτι ἀγνοοῦσι μὲν ὡς ἀληθῶς οἱ μοχθηροὶ τὸ συμφέρον αὑτοῖς οὐ μὴν διὰ τὴν τοιαύτην ἄγνοιαν τὸ ἑκούσιον λέγεται, ἀλλὰ διὰ τὴν καθ’ ἕκαστα καὶ περὶ ἃ ἡ πρᾶξις· αὕτη γάρ ἐστι τυγχάνουσα ἐλέου καὶ συγγνώμης καὶ τὰ διὰ τὴν τοιαύτην ἄγνοιαν πραττόμενα. Διορίζει δὲ καὶ τίνα ἐστίν, ἐν οἷς ἡ ἄγνοια· ἔστι δ’ αὐτὰ ἢ τίς ἐστιν 〈ἢ τί〉 ἢ περὶ τί ἢ ἐν τίνι ἢ τίνι πράττει ἢ ἕνεκα τίνος καὶ πῶς. σημαίνει δὲ τὸ τίς, τίς ὁ πράττων, ὅπερ οὐκ ἄν τις ἀγνοήσειε μὴ μαινόμενος· οὐδεὶς γὰρ ἄν ἑαυτὸν ἀγνοήσειε πράττων μὴ μαινόμενος. τὸ δὲ τί ἐστι τὸ πραττόμενον, ὅπερ ἐκπεπτωκέναι 〈λέγουσιν〉 αὐτούς, ὡς ὁ Αἰσχύλος τὰ μυστικά· ἔλεγε μὲν γὰρ οὐχ ὡς μυστικά, ἔλαθε δὲ εἰπὼν μυστικά· καὶ δεῖξαί τις βουλόμενος τὸν καταπέλτην τῷ φίλῳ καὶ τοῦτο πρᾶξαι βουλόμενος ἀφεὶς ἐπάταξεν αὐτόν, ἄλλο οὖν πράττων ἄλλο ἔπραξεν· ἠγνόει οὖν ὃ ἔπραξε. τὸ δὲ περὶ τί καὶ ἐν τίνι ἐφ’ ἓν ἔοικε φέρειν. διὸ καὶ οὕτως· ἐπεὶ ἓν περὶ τί καὶ ἐν τίνι, οἷον εἰ ἀγνοοίη περὶ τίνα πράττει. εἰ γὰρ τὸν υἱὸν οἰηθεὶς πολέ- μιον εἶναι ἀποκτείνοι, περὶ ὃν ἡ πρᾶξις ἠγνόησε. δυνατὸν μὲν οὖν ἐστι φάναι, τὸ ἐν τίνι τόπῳ ἔπραξεν ἀγνοεῖν, οἷον ἐν ἱερῷ οὐκ ἔοικε δὲ ἐπὶ τοῦτο φέρειν φανερὸν δ’ ἔσται ὀλίγον ὕστερον. τὸ δὲ τίνι, ὅταν ἀγνοῇ τις τὸ ὄργανον· ἀγνοεῖ γὰρ ᾧ ἔπραξε πῶς εἶχεν ἔβαλε μὲν γάρ τις τὸ δόρυ ἐπὶ τὸν πλησίον ὡς ἐσφαιρωμένον, ἔλαθε δ’ αὐτὸν λελογχωμένον· καὶ ἔβαλε μέν τις ὡς κίσσηριν, ἦν δὲ λίθος. τὸ δὲ ἕνεκα τίνος, εἰ ἄλλου μὲν ἕνεκα πράξειεν, ἄλλο δ’ ἀποβαίη, ὡς ὁ τὸ φάρμακον δοὺς ἐπὶ σωτηρίᾳ, ἀγνοήσας ὅτι θανάσιμον ἦν· καὶ ἐπὶ σωτηρίᾳ μὲν ἔπαισε τὸν ἐξεστηκότα ἑαυτοῦ ἵνα ἀνανήψῃ· ἔλαθε δ’ ἀποκτείνας, οὐκ ἐπὶ τοῦτο παίσας. τὸ δὲ πῶς, εἰ αὐτὸς ᾤετο ἠρέμα παίειν, ἔπαισε δὲ σφοδρῶς ὥσπερ οἱ γυμναζόμενοι. περὶ πάντα δὴ ταῦτα φησὶ τῆς ἀγνοίας οὔσης, ἐν ταῖς καθ᾿ ἕκαστα πράξεσι πάντα μὲν ἑξῆς οὐδεὶς ἂν ἀγνοήσειε, τουτέστιν οὐ συμβήσεταί ποτε ἀγνοήσαι αὐτὸν καὶ τί πράττει καὶ ἐν τίνι πράττει καὶ πῶς καὶ τἄλλα, ἔτι δὲ ἑαυτόν, εἰ μή που εἴη μαινόμενος, ἓν δέ τι ἀγνοῆσαι αὐτόν, οὐδὲν καινὸν καὶ ὁ τούτων τι ἀγνοήσας, ἄκων δοκεῖ πεποιηκέναι καὶ μάλιστά φησιν ἐν τοῖς κυριωτάτοις· κυριώτατα δ’ εἶναι δοκεῖ, ἐν οἷς ἡ πρᾶξις καὶ τὸ οὗ ἕνεκα· ὅτι δὲ τὸ οὗ ἕνεκα κυριώτατόν ἐστιν ἐν τῆ ἀγνοίᾳ δῆλον. κυριώτατον γὰρ ἐν τῷ ἀγνοεῖν ὃ μάλιστα φαίη τις εἶναι δι’ ἄγνοιαν· τοῦτο δὲ τὸ οὗ ἕνεκα. ὅταν γὰρ φαίνηταί τις ἄλλου μὲν ἕνεκεν πράξας, οἷον ἀγαθοῦ καὶ ὠφελίμου, τοῖς τοιούτοις διὸ καὶ οἱ ἀπολογούμενοι ἐπὶ τοῦτο μάλιστα εἰώθασ. ι καταφεύγειν τὴν προαίρεσιν αὐτῶν ἀξιοῦντες ἐξετάζειν καὶ τίνος ἕνεκα ἔπραξαν, πότερα σῶσαι βουλόμενοι ἢ ἀποκτεῖναι. σχεδὸν γὰρ καὶ τἄλλα πάντα τὰ δι’ ἄγνοιαν εἰς τοῦτο ἀνάγεται. καὶ γὰρ ὁ τὸ τί ἔπραξεν ἀγνοήσας εἰς τοῦτο ἀνάγει, οἶον ὅτι ἐξέπεσεν πεσεν αὐτὸν λέγοντα τίνος ἕνεκεν ἔλεγε· πότερον ἵν’ ἐξαγγείλῃ τὰ μυστικὰ ἢ οὔ, ἀλλ’ ἄλλο τι λέγων ἔλαθεν ἐξαγγείλας. καὶ ὁ τὸ ὄργανον ἀγνοήσας εἰς τοῦτο ἀνάγει τίνος ἕνεκεν ἔβαλεν, ὅτι ᾤετο ἐσφαιρῶσθαι τὸ δόρυ, ἦν δὲ λε- λογχωμένον· καὶ ὁ ἠρέμα μὲν οἰόμενος πλήττειν, σφόδρα δὲ πλήττων, τὸ τίνος ἕνεκα ἔπραξε προτεῖναι ἄν, οἷον ὅτι γυμνασίου καὶ ἀκροχειριζόμενος. κυριώτατον οὖν ἐν τοῖς δι’ ἄγνοιαν τὸ. οὗ ἕνεκα· ἔτι δ’ ἐν οἷς ἡ πράξις· τὸ δ’ ἐν οἷς ἡ πρᾶξις ταὐτὸν λαμβάνει τῷ περὶ ὃν ἡ πρᾶξις· καὶ διὰ τοῦτο ἔφαμεν τὸ περὶ τί ἢ ἐν τίνι ἐκ παραλλήλου εἰρῆσθαι. κύριον δὲ τοῦτο διὰ τὸ καὶ αὐτὸ μάλιστα ἐμφαίνειν τὴν ἄγνοιαν, οἷον ὅτι πολέμιον οἰηθεὶς εἶναι ἀλλ’ οὐ φίλον ἀπέκτεινεν. εἰπὼν δὲ περὶ τοῦ ἀκουσίου ταῦτα, μέτεισιν ἐπὶ τὸ ἑκούσιον. οὐχ ὥσπερ δὲ δύο εἴδη εἰσὶ τοῦ ἀκουσίου τό τε βίᾳ καὶ τὸ δι’ ἄγνοιαν αὐτὸν πεποιηκέναι, ἀλλ’ ἵνα ἑκὼν ᾖ εἰργασμένος, τοῦτον καὶ μὴ βιασθέντα καὶ μὴ δι’ ἄγνοιαν πεποιηκέναι· δι’ ὅπερ εἷς λόγος ἐστὶ τοῦ ἑκουσίου, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ τῷ πράττοντι εἶδ’ ὅτι τὰ καθ’ ἕκαστα· ἐν γὰρ τούτῳ τῷ ὁρισμῷ περιεί- ληπται καὶ τὸ μὴ βίᾳ πράττειν καὶ τὸ μὴ δι᾿ ἄγνοιαν τὸν ἑκουσίως πράξαντα. ἐπεὶ δὲ τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν πραχθέντα τὴν ἀρχὴν ἔχει ἐν αὐτῷ τῷ πράξαντι καὶ εἰδότι τὰ καθ’ ἕκαστα, δοκεῖ δὲ ἀκούσια εἷναι, οὐκ ὀρθῶς φησὶν ὑπολαμβάνειν τοὺς οἰομένους ἀκούσια τὰ διὰ θυμὸν ἡ ἐπιθυμίαν· οὐδὲν γὰρ τῶν ἄλλων ζῴων ἑκουσίως πράξει, οὐδ’ οἱ παῖδες· κατὰ γὰρ ἐπιθυμίαν πράττουσι καὶ διὰ θυμόν, οὐ κατὰ λογισμόν. ἀλλὰ μὴν ἑκουσίως πράττουσι καὶ τἄλλα ζῷα καὶ οἱ παῖδες· οὐκ ἄρα ἀκούσια τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν. ὅτι δὲ ἑκουσίως οἱ παῖδες καὶ τὰ ἄλλα ζῷα πράττουσι, δῆλον· ἀκουσίως γὰρ δοκεῖ ἔνια ποιεῖν καὶ πάσχειν, οἷον ἐπειδὰν ἄκοντα ἄγηται δε- θέντα· εἰ δ’ ἀκουσίως τινὰ πάσχει ἢ ποιεῖ τὰ παρὰ τὴν ὁρμὴν αὐτῶν, ὅσα κατὰ τὴν ἐν αὐτοῖς ὁρμὴν καὶ ὄρεξιν ποιεῖ, ἑκουσίως ποιεῖ. ἔτι δὲ ἄτοπον ὅσα μὲν καλὰ πράττομεν δι’ ἐπιθυμίαν ἢ θυμὸν ἑκούσια λέγειν, οἷον εἴ τις θυμωθεὶς τύραννον ἀποκτείνειε καὶ ἐλευθερώσειε τὴν πατρίδα, ἢ εἴ τις ἐπιθυ- μήσειε καλοῦ τινος ἐπιτηδεύματος καὶ μαθήματος· τὰ δ’ αἰσχρὰ ὅσα ἄν πράττωμεν δι’ ἐπιθυμίαν ἢ θυμὸν ἀκούσια λέγειν, ὧν δεῖ ὀρέγεσθαι. δεῖ δὲ καὶ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυ- μεῖν τινων· ἔτι δέ φησι τὰ μὲν ἀκούσια λυπηρὰ εἶναι. ἀνιᾶι γὰρ πᾶς ὁ ἄκων τι ποιήσας· τὰ δὲ κατ’ ἐπιθυμίαν πραττόμενα ἡδέα· οὐκ ἄρα ἀκούσια τὰ κατ’ ἐπιθυμίαν πραττόμενα ἡδέα. δύναιτο δ’ ἄν τις καὶ ἐπὶ τῶν κατὰ θυμὸν πραττομένων τὸν αὐτὸν λόγον ποιεῖσθαι. δοκεῖ γὰρ καὶ τὰ κατὰ θυμὸν πραττόμενα ἡδέα εἶναι· ὁ γὰρ ἀνύων τὰ κατὰ θυμὸν τὰ πολλὰ ἥδεσθαι εἴωθεν· ἐπεὶ δὲ ἀμφισβητήσιμόν ἐστι τὸ τοιοῦτον, οὐκ ἐπὶ θυμοῦ εἴρηκεν αὐτὸ ὁ Ἀριστοτέλης· ἔτι δὲ τί διαφέρει τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτηθέντα τῶν κατὰ λογισμόν; ἢ διὰ τί τὰ μὲν κατὰ λογισμὸν ἁμαρ- τηθέντα οὐκ ἐροῦμεν ἀκούσια, τὰ δὲ κατ’ ἐπιθυμίαν ἢ θυμὸν ἐροῦμεν ἀκούσια; ὅτι μὲν γὰρ φευκτὰ πάντα δῆλον. ἀλλ’ εἰ τὰ κατὰ λογισμὸν ἁμαρτηθέντα ἑκούσια, ὅτι ψυχῆς λογισμὸς μόριόν τι ἀνθρώπου, ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ἄλλων. καὶ γὰρ τὸ θυμοειδὲς καὶ ἐπιθυμητικὸν μόριά τινα ψυχῆς ἀνθρώπου. ἀνθρώπου οὖν ἁμαρτήματα καὶ τὰ ὑπὸ τοῦ ἀλόγου τῆς ψυχῇς ἁμαρτηθέντα καὶ ἄτοπον δὴ τὸ τιθέναι αὐτὰ ἀκούσια. Διωρισμένου δὲ τοῦ ἑκου· σίου ἕως ἀλλ’ εἰ ταὐτόν ἐστι καὶ δόξῃ τινί. Τῷ περὶ ἑκουσίου καὶ ἀκουσίου λόγῳ ἕπεται ὁ περὶ προαιρέσεως εἶδος γάρ τι ἑκουσίου ἡ προαίρεσις. αἵρεσις γάρ τις ἡ ἀρετὴ καὶ ἡ κακία. ἔτι δὲ τὰ ἤθη μᾶλλον κρίνεται ἐκ τῆς προαιρέσεως ἢ τῆς πράξεως. πράξειε μὲν γὰρ ἄν τις τὰ καλὰ καὶ διὰ τύχην καὶ δι’ ἄλλο τι οἰκονομούμενος, οἷον ὁ τὴν παρακαταθήκην ἀποδούς, ἵνα ἄλλη αὖθις πιστευθῇ ἢ διὰ δέος, ἵνα μὴ ἐλεγχθεὶς δῷ δίκην. ὁ δὲ κατὰ προαίρεσιν πράξας μεγίστην βάσανον δέδωκε τοῦ ἤθους· ἔστι δὲ ἡ προαίρεσις ἑκούσιον μέν, οὐ ταὐτὸν δὲ τῷ ἑκουσίῳ, ἀλλ’ ἐπὶ πλέον καὶ γενικώτερον τὸ ἑκούσιον· τοῦ μὲν γὰρ ἑκουσίου καὶ οἱ παῖδες καὶ τἄλλα ζῷα κοινωνεῖ, προαιρέσεως δ’ οὔ· λογικὸν γάρ τι ἡ προαίρεσις καὶ μετὰ λόγου. ἔτι τὰ ἐξαίφνης ἑκούσια, κατὰ προαίρεσιν δ’ οὔ, οἷον τὰ διὰ θυμὸν ἄφνω πραχθέντα. τῶν γὰρ μὴ κατὰ προαίρεσιν ποιούντων ἀλλ’ ἑκουσίως μόνον τὰ μὲν τῷ μὴ πεφυκέναι οὐ ποιεῖ κατὰ προαίρεσιν, ὥσπερ τὰ ἄλογα ζῷα, τὰ δὲ τῷ πεφυκέναι μέν, μήπω δὲ εἶναι καιρὸν αὐτοῖς τοῦ προαίρεσιν ἔχειν, ὥσπερ τὰ παιδία, τὰ δὲ πέφυκε μὲν καὶ ἔχει καιρὸν προαιρέσει χρῆσθαι, ἀλλὰ τῷ ἄφνω πεποιηκέναι οὐ πράττοι ἂν κατὰ προαίρεσιν, ὡς οἱ διὰ θυμὸν πράττοντες ἄφνω πρὶν βουλεύσασθαι καὶ προελέσθαι λέγουσι γὰρ ὅτι οὐ κατὰ προαίρεσιν ἔπραξαν, ἀλλὰ κατὰ θυμὸν ἢ κατὰ ἄλλην τινὰ αἰτίαν. ὅτι μὲν δὴ γένος τὸ ἑκούσιον τῆς προαιρέσεως δῆλον· εἰ μὲ. ν γάρ τι προαίρεσις, καὶ ἑκούσιον, εἰ δὲ ἑκούσιον, οὐ πάντως προαίρεσις. μετὰ ταῦτα ζητεῖ τί ἐστι προαίρεσις· ἐπεὶ δὲ οἱ μὲν αὐτὴν λέγουσιν ὄρεξιν, οἱ δὲ δόξαν, δείκνυσιν ὅτι οὐδέτερον τούτων, διελόμενος τὴν ὄρεξιν εἰς τὰ εἴδη αὐτῆς ἐπιθυμίαν θυμὸν βούλησιν. καὶ πρῶτον ὅτι οὔτε ἐπιθυμία οὔτε θυμός· θυμὸς μὲν γὰρ καὶ ἐπιθυμία κοινὸν καὶ τοῖς ἀλόγοις ζῴοις καὶ τοῖς παισί, προαίρεσις δ’ οὐ κοινόν. Ἔτι ἐκ τοὐ ἀκρατοῦς καὶ ἐγκρατοῦς δείκνυσιν· · ὁ μὲν γὰρ ἀκρατὴς ἐπιθυμῶν πράττει, προαιρούμενος δ’ οὔ· οὐκ ἄρα ταὐτὸν ἐπιθυμία καὶ προαίρεσις. ἄξιον δὲ ζητῆσαι πῶς λαμβάνει τὴν προαίρεσιν ἔν τε τῷ ἀκρατεῖ καὶ τῷ ἐγκρατεῖ. δόξει γὰρ προαίρεσιν λέγειν τὸν ἄνευ ὀρέξεως λογισμόν, ἐπειδὴ ὁ ἐγκρατὴς κατὰ λογισμὸν μὲν ποιεῖ, κατ’ ἐπιθυμίαν δ’ οὔ· καίτοι λέγεται ἡ προαίρεσις ὄρεξις εἶναι· βουλευτική, ὡς ὕστερον διασαφηνισθήσεται. οὐκ ἀγνοητέον οὖν, ὅτι ὁ ἐγκρατὴς κατὰ προαίρεσιν ποιεῖ· καὶ γὰρ λογισάμενος τὸ συμφέρον καὶ τῆς βουλήσεως, ἥτις καὶ αὐτὴ ὄρεξίς ἐστιν, ἀκολου- θούσης τῷ λογισμῷ· ὁ δὲ ἀκρατὴς παρὰ ταύτην ποιεῖ, ἀκολουθῶν τῇ ἐπιθυμίᾳ. ἔστι δὲ καὶ ἐπιθυμίας ἐγκρατῆ τινα εὑρεῖν καὶ ἀκρατῆ, τὸν μὲν κατὰ τὴν εἰρημένην προαίρεσιν πράττοντα, τὸν δὲ παρὰ τὴν εἰρημένην· ὥστ’ εἶναι κατὰ τὸν αὐτὸν λόγον τὴν προαίρεσιν ἕτερον οὐ μόνον ἐπιθυμίας ἀλλὰ καὶ θυμοῦ· ὁ δὲ Ἀριστοτέλης ἠρκέσθη δεῖξαι ἐπὶ τοῦ κατὰ τὴν ἐπιθυμίαν ἐγκρατοῦς καὶ ἀκρατοῦς ὅτι ἕτερον ἡ ἐπιθυμία καὶ ἡ προαίρεσις. Ἔτι φησὶ προαιρέσει μὲν ἡ ἐπιθυμία ἐναντιοῦται, οἷον ἐν τῷ ἐγκρατεῖ, ἐπιθυμία δὲ ἐπιθυμίᾳ οὔ. ἔστι δὲ τοῦτο ἀμφισβητήσιμον φαίνεται νεται γὰρ πολλάκις καὶ ἐπιθυμία ἐπιθυμίᾳ μάχεσθαι, οἷον ἐπειδάν τις χρήματα ἐπιθυμῇ λαβεῖν παρά τινος, πάλιν δὲ αἰσχύνης οὔσης ἐν τῷ λαμβάνειν, δόξης ἐπιθυμῇ μάχη γὰρ ἐνταῦθα τῶν ἐπιθυμιῶν φανερά ἐστι καὶ ἀντισπᾶται ὁτὲ μὲν ὑπὸ ταύτης, ὁτὲ δὲ ὑπὸ τῆς ἑτέρας. ἢ μήποτε ἐναντία ἐστὶν οὐ τὰ ποτὲ ἀλλὰ τὰ ἀεὶ οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν; ταῦτα γὰρ οὐ ποτὲ μὲν ἐναντία, ποτὲ δὲ οὔ, ἀλλ’ ἀεί. · οὕτως δὴ ἡ μὲν ἀγαθὴ προαίρεσις πρὸς τὴν μοχθηρὰν ἐπιθυμίαν ἀεί ἐστιν ἐναντία· ἡ δ’ ἐπιθυμία τῆς δόξης καὶ <ἡ> τῶν χρημάτων οὐκ ἀεί εἰσιν ἐναντίαι. ὁ γοῦν σοφιστὴς ἀμφοτέρας ἔχει οὕτως ἐναντίας. ταὐτὸν δὲ εὑρεθήσεται καὶ ἐπὶ τῶν ἄλλων ἐπιθυμιῶν. εὐλόγως οὖν λέγεται, τὸ μὴ εἶναι ἐπιθυμίαν ἀεὶ ἐναντίον ἐπιθυμίᾳ. ἐπεὶ οὖν ἡ μὲν ἐπιθυμία ἐπιθυμίᾳ οὐκ εναντιοῦται, ἡ δὲ προαίρεσις τῇ ἐπιθυμίᾳ, οὐκ ἔστι ταὐτόν προαίρεσις καὶ ἐπιθυμία. Ἔτι ἡ μὲν ἐπιθυμία ἡδέος ἐστὶν ἐπιθυμία καὶ ἐπιλύπου. πᾶν δὲ τὸ ἐνδεές, καθὸ ἐνδεές, ἐπίλυπον ἡ δὲ ἐπιθυμία ἐνδεές· ἡ δὲ προαίρεσις οὔτε τοῦ ἡδέος ἐστὶ προαίρεσις ἀλλὰ τοῦ ἀγαθοῦ, οὔτε ἐπιλύπου. ἔτι δὲ ἧττον τὸν θυμὸν εἴποι ἄν τις προαίρεσιν εἶναι· ἥκιστα γὰρ δοκεῖ τὰ κατὰ τὸν θυμὸν πράττεσθαι κατὰ προαίρεσιν. οἱ γοῦν κατὰ θυμὸν πράξαντες τοῦτο μάλιστα ἀπολογοῦνται ὅτι οὐ κατὰ προαίρεσιν· τὰ γὰρ κατὰ προαίρεσιν μετὰ βουλεύσεως πράττεται, τὰ δὲ μετὰ θυμοῦ οὐ μετὰ βουλεύσεως. Ὅτι μὲν οὖν οὔτε ἐπιθυμία οὔτε θυμός ἐστιν ἡ προαίρεσις δῆλον· ὅτι δὲ οὐ δὲ βούλησις ἑξῆς δείκνυσι· σύνεγγυς μὲν γάρ τι φαίνεται ἡ βούλησις τῇ προαιρέσει, οὐκ ἔστι δὲ προαίρεσις. σύνεγγυς δὲ φαίνεται, ἐπειδὴ πρῶτον μὲν ἐν τῷ λογικῷ ἐστι μορίῳ τῆς ψυχῆς, ὅπου τὸ κυριώτατον τῆς προαιρέσεως, ἔπειθ’ ὅτι μέρος ἐστὶ τῆς προαιρέσεως. ὅταν γὰρ ὁ νοῦς βουλευσάμενος συναινέσῃ καὶ ἕληται, ἡ βούλησις, ὄρεξις οὖσα. συνεξορμᾷ αὐτῷ. καὶ μὴν συνήθως εἰώθαμεν χρῆσθαι τῷ βούλεσθαι καὶ τῷ προαιρεῖσθαι ὡς ταὐτὸν σημαίνοντι. ἀντὶ γὰρ τοῦ προαιροῦμαι γεωργεῖν καὶ βούλησιν ἔχε· ι ἀγαθήν· ἐλελήθει δὲ ὡς ἔοικε καὶ ἡ χρῆσις τῶν ὀνομάτων διὰ τὸ σύνεγγυ· ς ἀλλήλοις εἶναι τὴν βούλησιν καὶ τὴν προαίρεσιν. ὅτι δὲ οὐκ ἔστι ταὐτόν· προαίρεσις μὲν γὰ‘ρ οὐδ. εμία τῶν ἀδυνάτων ἐστίν. οὐδεὶς γὰρ λέγεται προαιρεῖσθαι θνητῶν θεὸς εἶναι, εἰ μὴ παντελῶς ἠλίθιος εἴη. ἡ γὰρ προαίρεσις τῶν δυνατῶν βούλησις, βούλησις δέ ἐστι καὶ τῶν ἀδυνάτων· λέγομεν γάρ πολλάκις ὅτι βουλοίμην ἂν βασιλεύειν, καὶ ἐβουλόμην ἀθάνατος εἶναι προαιρεῖσθαι δ’ οὐδεὶς ἂν φαίη. διὸ προαίρεσις μὲν οὐδεμία τῶν οὐκ ἐφ’ ἡμῖν, προαιρούμεθα γὰρ τὰ ἐφ’ ἡμῖν ὄντα· βούλησις δὲ καὶ περὶ τὰ μηδαμῶς ἄν πραχθέντα. χθέντα. ἔτι ἡ μὲν βούλησις τοῦ τέλους ἐστίν· βουλόμεθα γὰρ ὑγιαίνειν· ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος. ἵνα γὰρ ὑγιαίνωμεν, προαιρούμεθα τόδε πράττειν. Μετὰ ταῦτα δείκνυται ὅτι οὐδὲ δόξῃ ταὐτόν ἐστι προαίρεσις. ἡ μὲν γὰρ δόξα περὶ πάντα ἐστὶ καὶ τὰ ἁ ἴδια καὶ τὰ ἀδύνατα, οὐ μόνον περὶ τὰ ἐφ’ ἡμῖν, οἷον δόξαν ἔχομεν περὶ τῆς διαμέτρου, ὅτι ἀσύμμετρος τῇ πλευρᾷ· αὕτη μὲν ἀιδίου δόξα, ἀδυνάτου δέ, ἐπειδάν τις ἔχῃ δόξαν, ὅτι ἄπειρός ἐστιν ὁ κόσμος· ἔχομεν δὲ καὶ περὶ τῶν ἐφ’ ἡμῖν, οἷον ὅτι ἀγαθόν ἐστι τὸ γεωργεῖν, γεῖν, ἢ καὶ ὅτι ἴσως γεωργήσει. ἡ προαίρεσις δ’ ἐστὶ περὶ μόνων τῶν ἐφ’ ἡμῖν, οὔτε δὲ περὶ τῶν ἀιδίων οὔτε περὶ τῶν ἀδυνάτων. οὐδένα γάρ φαμεν προαίρεσιν ἔχειν περὶ τοῦ τὴν διάμετρον ἀσύμμετρον εἶναι τῆ πλευρᾷ ἢ περὶ τοῦ ἄπειρον εἶναι τὸν κόσμον. Ἐτι ἡ μὲν δόξα τῷ ψεύδει καὶ τῷ ἀληθεῖ διαιρεῖται· τῆς δόξης φαμὲν τὴν μὲν εἶναι ἀληθῆ ἰὴν δὲ ψευδῆ. ταὐτὸν μὲν οὗν ἴσως τῇ δόξῃ παντάπασιν οὐδεὶς λέγει τὴν προαίρεσιν, τινὶ δὲ δόξῃ ταὐτὸν τάχα ἄν τις ὑπολάβοι, οἷον τῇ περὶ τῶν πρακτῶν. ἀλλ’ οὐδὲ ταύτῃ ἐστὶ ταὐτόν· τῷ μὲν γὰρ προαιρεῖσθαι τἀγαθὰ ἢ τὰ κακὰ ποιοί ἐσμεν τὸ ἦθος· οἱ μὲν γὰρ ἀγαθοὶ λέγονται ὅσοι τἀγαθὰ προαιροῦνται, κακοὶ δὲ οἱ τὰ κακὰ προαιρούμενοι· τῷ δὲ δοξάζειν οὔκ ἐσμεν ποιοί. πολλοὶ γὰρ δόξαν ἔχουσιν ὥσπερ ἐλέχθη καὶ περὶ τῶν ἀιδίων καὶ περὶ τῶν ἀδυνάτων, καὶ οὔκ εἰσι ποιοί. ἀλλ’ οὐδ’ ἄν περὶ τῶν πρακτῶν ἔχωσι δόξαν ἤδη ποιοί εἰσι τὸ ἦθος, οἷον ὁ δοξάζων ὅτι καλὸν ἡ δικαιοσύνη οὔπω ἀγαθός ἐστιν· ἐνδέχεται γὰρ αὐτὸν μὴ αἱρεῖσθαι τὴν δικαιοσύνην, ἀλλὰ μετὰ τὸ δοξάσαι ἂν καὶ ἕληται καὶ ἀποκλίνῃ πρὸς αὐτὴν καὶ ἔτι ὀρεχθῇ, τότε δίκαιός ἐστιν. ἔτι ὁ ἀκρατὴς δοξάζει μὲν ὀρθῶς, προαιρεῖται δὲ οὐ καλῶς. πρὸς δὲ τούτοις τούτοις προαιρούμεθα μὲν λαβεῖν ἢ φυγεῖν, λαβεῖν μὲν τὰ φαινόμενα ἡμῖν ἀγαθά, φυγεῖν δὲ τὰ φαινόμενα ἡμῖν κακά· δοξάζει δὲ οὐδεὶς λαβεῖν ἢ φυγεῖν, ἀλλὰ δοξάζομεν τί ἐστιν ἕκαστον, οἷον τί ἀρετή, τί πλοῦτος, ἢ τίνι συμφέρει ἢ πῶς, οἷον ὅτι τοῖς· μελαγχολικοῖς ἡ γλυκεῖα τροφὴ ὠφέλιμος καὶ τὸ ἠρέμα τρέφεσθαι ἀλλὰ μὴ ἀθρόως, ὧν οὐδὲν προαιρεῖσθαι λεγόμεθα ἀλλὰ δοξάζομεν. ἔτι ἡ μὲν προαίρεσις ἐπαινεῖται τῷ εἶναι οὖ δεῖ, οἷον ἡ τῶν ἀγαθῶν προαί- ρεσις πραγμάτων, ἡ δὲ δόξα τῷ ἀληθὴς εἶναι ἐπαινεῖται. καὶ προαιρούμεθα μέν, φησίν, ἃ μάλιστα ἴσμεν ἀγαθά δοξάζομεν δὲ ἃ οὐ πάνυ ἴσμεν. περὶ δὲ τούτου ἀμφισβητήσειεν ἄν τις· οὐ γὰρ πάντες προαιροῦνται ἃ μάλιστα ἴσασιν ἀγαθά, ἀλλ’ ἔνιοι ἠπάτηνται· οἱ γοῦν κακοὶ οὐκ ἴσασι κακὰ ἃ προαιροῦνται· ἆρ’ οὖν τὸ λεγόμενόν ἐστιν, ὅτι οἱ ἄνθρωποι ἃ οἴονται μάλιστα εἰδέναι ἀγαθὰ ὄντα, ταῦτα προαιροῦνται; δοξάζουσι δὲ ἃ οὐ πάνυ ἴσασι· περὶ πολλῶν γοῦν δόξας ἔχομεν, ὁμολογοῦντες μὴ ἀκριβῶς εἰδέναι καί φαμεν δοξάζειν μέχρι νῦν οὕτως, καὶ ἂν ἄλλως φανῇ μεταθήσειν τὴν δόξαν· ἔτι οὐχ οἱ αὐτοὶ προαιροῦνται ἄριστα καὶ δοξάζουσιν, ἀλλ’ ἔνιοι δοξάζουσι μὲν ἄμεινον. αἱροῦνται δὲ τὸ χεῖρον δ· ιὰ κακίαν, οἷον δόξαν μὲν ἔχει τις, ὅτι καλὸν ἡ δικαιοσύνη, προαιρεῖται δὲ τὴν ἀδικίαν, ὠφέλιμον αὐτὴν ὑπολαμβάνων καὶ σύμφωνον τῷ τοιούτῳ λογισμῷ ἔχων τὴν ὄρεξιν. οὐ δεῖ δὲ ταράττεσθαι εἰ προγίνεται πάσης προαιρέσεως πάντως δόξα ἢ παρακολουθεῖ οὐδὲ γὰρ τοῦτο ζητοῦμεν, ἀλλ’ εἰ ταὐτόν ἐστι τῇ δόξῃ, ἐπεὶ προγίνεταί γε ἡ δόξα, προγίνεται δὲ οὕτως, τῷ πρώτως τὸν λογισμὸν συγκατατίθεσθαι ὡς αἱ- ρετῷ τινι, μετὰ δὲ ταῦτα ἰὴν ὄρεξιν παρακολουθεῖν τοῦ αὐτοῦ καὶ οὕτω γίνε- σθαι προαίρεσιν· παρακολουθεῖ δὲ οὕτως ἐπεὶ προαιρεῖταί τις ὅτι οὐ πάντως δοξάζει περὶ αὐτοῦ ὡς περὶ ἀγαθοῦ. Tί οὖν ἢ ποῖόν τί ἐστιν ἕως ὀρεγόμεθα κατὰ τὴν βούλησιν. Ἐπειδὴ ἡ προαίρεσις μήτε θυμός ἐστι μήτε ἐπιθυμία μήτε βούλησις, ἀλλ’ οὐδὲ δόξα, τί ἄν εἴη σκεπτέον. τὸ μὲν δὴ γένος αὐτῆς ἔχομεν· ἑκούσιον γὰρ φαίνεται, καὶ εἰ ἔοικε προαίρεσις ἑκούσιον εἶναι προβεβουλευμένον, καὶ οὐκ ἄν τις ἀπὸ σκοποῦ τοῦτον ἀποδῴη λόγον τῆς προαιρέσεως τὰ μὲν γὰρ ἄλογα ζῷα ἑκουσίως ποιεῖ μὴ βουλευσάμενα ἀλλὰ μόνῃ συνακολουθοῦντα τῆ ὀρέξει θυμῷ ἐπιθυμίᾳ· ὁμοίως δὲ καὶ τὰ παιδία· καὶ τῶν τελείων δὲ ἀνδρῶν τινες ἄφνω πολλὰ πράττουσι μὴ βουλευσάμενοι, ὧν οὐδὲν προαιρεῖσυαι λέγονται. ὁ δὲ βουλευσάμενος περί τινος καὶ συγκαταθέμενος ὡς αἱρετῷ συνακολουθούσης καὶ τῆς ὀρέξεως, προαιρεῖσθαι λέγεται αὐτό. διό φησιν εἶναι ἑκούσιον τὸ προβεβουλευμένον, τὴν προαίρεσιν ἐν τῷ προβεβου- λεῦσθαι δηλῶν καὶ τὸ πρότερον δεῖν βεβουλεῦσθαι καὶ συμβαίνειν τὸν λογισ μόν, εἶτ’ ἐπακολουθεῖν τὴν ὄρεξιν· τὸ γὰρ πρότερον τινός ἐστι πρότερον καὶ δῆλον ὅτι προβεβούλευται πρὸ τῆς ὀρέξεως· ἅμα δὲ καὶ ἐν τῶ ἑκουσίως συνεμφαίνει τὴν ὄρεξιν· ἀεὶ γὰρ τὸ ἑκούσιον μετὰ τῆς ὀρέξεως. διό φησιν· ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοίας, οὐκ ἐκ ψιλῆς τῆς ὀρέξεως, τὸ δὲ ἑκούσιον ἐνίοτε μόνῃ τῇ ὀρέξει γίνεται. δηλοῖ δὲ καὶ τοὔνομα τὸ τῆς προαιρέσεως· δηλοῖ γὰρ τὸ ἄλλο πρὸ ἄλλων αἱρεῖσθαι. ὅταν γάρ τις βουλεύηται, πότερον τόδε ἢ τόδε αἱρετὸν ἢ καὶ περὶ πλειόνων τὴν σκέψιν ποιησάμενος ἐφ’ ἕν τι ἀποκλίνῃ, καὶ συναινέσῃ ὡς αἱρετόν, ἔτι δὲ ἔχῃ συνεξορμῶσαν τὴν ὄρεξιν, ἐκεῖνο δοκεῖ πρῶτον τῶν ἄλλων πάντων αἱρεῖσθαι περὶ ὧν ἐβουλεύσατο. Μετὰ ταῦτα ζητεῖ περὶ τίνων βουλεύονται οἱ ἄνθρωποι καὶ ποῖά τινά ἐστιν τὰ βουλευτά. οὐ γὰρ περὶ πάντων βουλεύονται οὐδὲ πᾶν ὁτιοῦν βουλευτόν. πρῶιον δὲ τίθεται βουλευτὸν εἶναι οὐ περὶ οὗ ἂν βουλεύσαιτο ὁστισοῦν, οἷον ὁ μαινόμενος, ἀλλὰ περὶ οὗ ὁ κατὰ φύσιν ἔχων· βουλεύσαιτο γὰρ ἄν τις μαινόμενος καὶ πῶς ἵνα νοεῖ ποιήσῃ καὶ πῶς εἰς τὸν οὐρανὸν ἀναβῇ. ἀλλ’ οὐδὲν τούτων βουλευτόν. ἐπισκεπτέον δὴ τίνα ἐστὶ τὰ βουλευτά. τῶν δὴ πραγμάτων τὰ μέν ἐστιν ἀίδια καὶ ἀεὶ ὡσαύτως ἔχοντα, οἷον ὁ κόσμος· ἀγέννητος γὰρ καὶ ἀίδιος, καὶ ἡ διάμετρος ἀσύμμετρος τῇ τοῦ τετραγώνου πλευρᾷ. περὶ δὴ τῶν τοιούτων οὐδεὶς βουλεύεται, οὐδὲ πῶς ἂν γένοιτο ἡ διάμετρος σύμμετρος, ἀλλ’ εἴπερ ἄρα, ζητεῖ εἰ ἀσύμμετρός ἐστι, βουλεύεται δὲ οὐδαμῶς. ἄλλα δ’ ἐστὶν, ἃ οὐκ ἀεὶ μέν ἐστι, γίνεται δὲ ἀεὶ ὡσαύτως, οἷον ἀνατολὴ ἄστρων καὶ δύσις καὶ τροπαί· τούτων γὰρ οὐδὲν μὲν ἀεί ἐστι, γίνεται δὲ ὡσαύτως. ἀεί· οὐδὲ περὶ τῶν τοιούτων βουλή. ἐστιν. ἐξ ἀνάγκης δ’ εἴτε φύσει ἢ διά τινα ἄλλην αἰτίαν τὰ τοιαῦτά φησι γίνεσθαι ὡσαύτως, ἀνάγκην λέγων οὐ τὴν βιαστικήν· οὐδὲν γὰρ τῶν ἐν τῷ οὐρανῷ βίᾳ γίνεται· ἀλλ’ ἀνάγκην ὠνόμακε τὴν πρόνοιαν τοῦ ἀεὶ ὡσαύτως κινοῦντος διὰ τὸ πάντῃ πάντως κινεῖν καὶ μηδέποτε ἄλλως ἐνδέχεσθαι. ἀναγκαῖον γὰρ λέγεται τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν. τῇ τοιαύτῃ γοῦν ἀνάγκῃ αἱ κινήσεις τῶν ἄστρων καὶ αἱ ἀνατολ· αὶ καὶ δύσεις καὶ τροπαὶ ἢ φύσει ἢ κατὰ φύσιν· κατὰ φύσιν γὰρ κινεῖται τὰ ἐν τῷ οὐρανῷ ἡ καὶ ἀμφοτέροις· τῇ γὰρ φύσει τῶν φερομένων συμφωνοτάτη ἐστὶν ἡ τοῦ κινοῦντος πρόνοια. ἔνια δέ ἐστιν ἃ γίνεται μὲν κατὰ φύσιν, ἀτακτοτέραν δέ, οἷον αὐχμοὶ καὶ ὄμβροι. οὐδὲ περὶ τούτων βουλεύονται ἄνθρωποι. ἄλλα δέ ἐστιν ἃ ὡς ἔτυχε συμβαίνει, οἷον τὰ ἀπὸ τύχης· δῆλον δὴ ὅτι οὐδὲ περὶ τούτων εἰσὶ βουλαί· οὐδεὶς γὰρ βουλεύεται περὶ θησαυροῦ εὑρέσεως. ἀλλ’ αἱ βουλαὶ γίνονται περὶ τῶν ἀνθρωπικῶν καὶ οὐ περὶ πάντων. οὐ γὰρ βουκαὶ ἄνθρωποι βουλευόμεθα πρῶτον περὶ τῶν ἐφ’ ἡμῖν· ταῦτα δέ φησι καὶ ἐπίλοιπα. αἰτίαι γάρ εἰσι τῶν ὄντων πάντων καὶ γινομένων ἀνάγκη καὶ φύσις καὶ τύχη· πρὸς δὲ τούτοις καὶ νοῦς καὶ πᾶν τὸ δι’ ἀνθρώπου· τοῦτο δέ ἐστιν ἐπιθυμία θυμὸς βούλευσις καὶ ὅλως ἡ ὄρεξις· καὶ γὰρ ταῦτα ἐν ἀνθρώπῳ ὄνια πολλῶν γίνονται αἴτια. ἐπειδὴ οὖν πέφηνεν οὐ γινομένη βούλευσις οὔτε ὧν ἡ φύσις οὔτε ὧν ἡ τύχη, λείπεται τὴν βουλὴν γίνεσθαι ὧν νοῦς ὁ ἀνθρώπινος αἴτιος γίνεται καὶ ὄρεξις ἡ ἀνθρωπίνη· ὧν γὰρ δυνάμεθα αἴτιοι γίνεσθαι περὶ τούτων σκοποῦμεν, διό περ καὶ τῶν τεχνῶν αἱ μὲν ἀκριβεῖς καὶ αὐτάρκεις· λέγονται δ’ ἀκριβεῖς μὲν ὅσαι ἄν δι’ ἀναγκαίων ἀναγ- καῖον συμπεραίνωνται, αὐτάρκεις δὲ ὧν ἐστιν ὡρισμένα τὰ θεωρήματα καὶ μηδὲν δέονται μήτε βουλεύσεως περὶ αὐτῶν μήτε τύχης· σχεδὸν δὲ αἱ αὐταὶ καὶ ἀκριβεῖς καὶ αὐτάρκεις, οἷον γεωμετρία καὶ ἀριθμητική τῶν γὰρ τοιούτων καὶ ὥρισται τὰ θεωρήματα καὶ οὐδεὶς βουλεύεται περὶ τοῦ τριγώνου, εἴ· ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἢ πῶς ἕξει. περὶ ὧν γὰρ βουλευόμεθα, ἐφ’ ἡμῖν καὶ ποιῆσαι καὶ μὴ ποιῆσαι· οὐκ ἔστι δὲ ἐφ’ ἡμῖν· ποιῆσαι τὰς τοῦ τριγώνου γωνίας μὴ εἶναι δυσὶν ὀρθαῖς ἀλλ’ οὐδὲ τύχης οὐδὲν εἰς τοῦτο δεῖ, ἀλλ’ ὥρισται τὰ θεωρήματα ἐξ ἀιδίου. ἀλλ’ οὐδὲ ἡ γραμματικὴ βουλεύεται πῶς γραπτέον. οὐκ ἀκριβεῖς δὲ οὐδὲ αὐτάρκεις τέχναι, ὅσαι μὴ ἔχουσι τὸ ἀναγκαῖον ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τύχης, τύχης, οἷον ἰατρικὴ καὶ χρηματιστική οὔτε γὰρ ὁ ἰατρὸς ἔχει ὡρισμένον θεώ- ρημα ὡς πάντως ἐκ τοῦ τοιοῦδε ἰασόμενος, ἀλλ’ ὅτι ὑπὸ τῆς τοιαύτης διαίτης ὡς ἐπὶ τὸ πολὺ ὠφελούνται οἱ τοιοῦτοι, οὔτε ὁ χρὴ χρηματιστὴς ὅτι πάντως κερδανεῖ, ἀλλ’ ὅτι ὡς ἐπὶ τὸ πολύ. δέονται δὲ καὶ τῆς τύχης. καὶ ἐν αὐταῖς δὲ ταύταις ἄλλαι ἄλλων ἀκριβέστεραι καὶ αὐταρκέστεραι ἧττον γὰρ διηκρίβωται κυβερνητικὴ γυμναστικῆς καὶ τὸ πλεῖστον ἐπὶ τῇ τύχῃ ἐστί. Μᾶλλον δέ φησι καὶ περὶ τὰς δόξας ἢ τὰς ἐπιστήμας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν ἔδειξε βουλεύσεις γινομένας περὶ ὧν εἰσιν αἱ μὴ ἀκριβεῖς μηδὲ αὐτάρκεις τῶν τεχνῶν· μᾶλλον δέ φησι βουλὴν εἶναι, περὶ ὧν δόξας μόνον ἔχομεν ἢ περὶ ὧν τέχνας, οἶον ὁ περὶ ἰατρικῶν δοξάζων μᾶλλον βουλεύεται ἢ ὁ τὴν τέχνην ἔχων διὰ τὸ περὶ τοῦτον ὡρίσθαι μᾶλλόν πὼς τεχνικὰ θεωρήματα μᾶ καὶ ὅλως ἡ] περὶ τῶν πρακτῶν περὶ ὧν δόξας ἔχομεν μᾶλλον βουλευόμεθα ἢ περὶ τῶν ὑπὸ τὰς τέχνας· πλεῖον γὰρ διστάζομεν δοξάζοντες ἢ τὰς τέχνας ἔχοντες· γράφεται δὲ καὶ οὕτως· μᾶλλον δὲ καὶ περὶ τὰς τέχνας ἢ τὰς ἐπιστήμας, ὡς τεχνῶν μὲν λεγομένων τῶν ποιητικῶν, ἐπιστημῶν δὲ τῶν θεωρητικῶν. δῆλον δὲ ὅτι αἱ μὲν θεωρητικαὶ οὐ δέονται βουλεύσεως, αἱ δὲ ποιητικαὶ μᾶλλον· βουλευόμεθα δὴ περὶ τῶν ὡς ἐπὶ τὸ πολύ, ἀδήλων δὲ πῶς ἀποβήσεται. περὶ τῶν γνωρίμων πῶς ἀποβήσεται οὐδεὶς ἔτι βουλεύεται ἀλλὰ περὶ τῶν ἀδιορίστων· διόπερ καὶ συμβούλους παρακαλοῦμεν, ὅταν μεγάλα ᾖ, δηλαδὴ ἀπιστοῦντες αὑτοῖς ὡς οὐχ ἱκανοῖς οὖσιν. Ἔτι βουλευόμεθα οὐ περὶ τῶν τελῶν, ἀλλὰ τῶν πρὸς τὰ τέλη. θέμενοι γὰρ ἑαυτοῖς τὰ τέλη, πάντες βουλεύονται πῶς ἄν αὐτῶν τύχοιεν, οἷον θέμενος ἑαυτῷ ὁ στρατηγὸς νίκην βουλεύεται πῶς νικήσει, καὶ ὁ ἰατρὸς τὴν ὑγίειαν σκοπεῖ πῶς περιποιήσει, καὶ καθόλου ὁ βουλευόμενος πῶς τεύξεται τοῦ προκειμένου τέλους ζητεῖ. πλειόνων μὲν οὖν φαινο- μένων τρόπων διὰ τίνος ῥᾷστα καὶ μάλιστα τεύξονται τοῦ τέλους ἐπισκοποῦσιν, οἷον στρατηγὸς νικᾶν βουλόμενος βουλεύεται· προφαίνεται δὴ δυνατὸν νατὸν νικῆσαι καὶ πεζικῇ καὶ ἱππικῇ καὶ ναυτικῇ χρησάμενος δυνάμει· μετὰ ταῦτα ζητεῖ μετὰ τίνος ῥᾷστα καὶ ἀκινδυνότατα περιέσται καὶ ὃν ἂν εὕρῃ τοιοῦτον τῶν τρόπων ἐκεῖνον προτιμᾷ. ἐὰν δὲ ἑὲ ᾖ τρόπος, εἴτε προκριθεὶς πάντων, εἴτε καὶ ἐξ ἀρχῆς φανείς, πῶς διὰ τούτου ἔσται τὸ τέλος ζητούμεν’, οἷον πῶς ἔσται διὰ τοὺς ἱππικοὺς ἡ κατόρθωσις ἡ τοὺ πολέμου, κἀκεῖνο διὰ τίν ὃς, οἷον τὸ ἱππικὸν τίνα τρόπον κτησόμεθα, φέρε ὅτι χρημάτων ’δει εἰς τοῦτο. τὰ δὲ χρήματα πόθεν ἔσται; οὐκοῦν συνεισφορᾶς γενομένης παρὰ τῶν πολιτῶν. ἐπειδὰν δὲ δόξῃ τοῦτο, ἐντεῦθεν ἄρ‘χονται τῆς πράξεως, ὅ ἐστι μὲν ἔσχατον ἐν τῇ εὑρέσει τῇ κατὰ τὴν σκέψιν, πρῶτον δ’ αἴτιον ἐν τῇ πράξει. καὶ ἔοικε τὸ γινόμενον ἀναλύσει διαγράμματος, ἣν ποιοῦνται οἱ γεωμετραι. Ζητεῖ μὲν οὖν ὁ βουλόμενος καὶ ἀναλύει τὸν εἰρημένον τρόπον· οὐ μὴν ταὐτὸν ζήτησις καὶ βούλευσις, ἀλλ’ ἐπὶ πλέον ἡ ζήτησις· ζητοῦμεν γὰρ καὶ περὶ τῶν μαθηματικῶν, οἷον εἰ ἡ διάμετρος σύμμετρος, καὶ περὶ τῶν ἀιδίων, οἷον εἰ ὁ ἥλιος σφαῖρά ἐστι. βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν, ἃ ὅταν ζητῶμεν ὡς εἴρηται ἀναλύομεν καὶ τὸ ἔσχατον ἐν τῇ ἀναλύσει πρῶτον ἐν τῇ γενέσει τῆς πράξεως ποιούμεθα. βουλευόμενοι δέ, ἂν μὲν ἀδυνάτῳ ἐντύχωσιν, ἀφίστανται, ἄν δὲ δυνατῷ ἐγχειροῦσι πράττειν· ταῦτα δὲ πρόσκειται εἰς τὸ γνωριμώτατα εἶναι, ὅτι περὶ τῶν ἐφ’ ἡμῖν βουλευόμεθα· ἄν γὰρ ἀδύνατα ἡμῖν φαίνηται, οὐκέτι οὔτε βουλευόμεθα οὔτε ἐγχειροῦμεν αὐτοῖς. δυνατὰ δ᾿ ἐστὶν ἃ δι’ ἡμῶν γένοιτ’ ἄν· συμπεριειληφέναι δέ φησιν ἐν τῶ δι’ ἡμῶν καὶ τὰ διὰ τῶν φίλω. ν. ὅτι δὲ ὃ δυνατόν, δι’ ἡμῶν, φανερόν· ἡ γὰρ ἀρχὴ ἐν ἡμῖν, τουτέστιν ἡ ἀρχὴ τοῦ πράττειν ἡμᾶς. λαμβάνει γὰρ νῦν ἀρχὴν τὴν κινοῦσαν· τῶν δὲ ἐφ’ ἡμῖν ἐν ἡμῖν ἡ κινητικὴ ἀρχή. ζητοῦμεν δὲ βουλευόμενοι ὁτὲ μὲν ὄργανα, ὁτὲ δὲ τὴν χρῆσιν αὐτῶν, οἷον ὁτὲ μὲν ὁ ἰατρὸς ζητεῖ, π· ῶς ἂν αὐτῷ γένοιτο τὰ ὄργανα τὰ ἰατρικά, ὁτὲ δὲ πῶς αὐτοῖς χρήσεται. ὁμοίως δὲ καὶ ἐν τοῖς πρακτοῖς ὁτὲ μὲν ζητοῦμεν δι’ οὗ ἔσται ὀργάνου, οἷον ὁ στρατηγός, πότερα δι’ ἱππικῆς ἢ διὰ πεζικῆς δυνάμεως ἢ πῶς ἄν χρήσαιτο τῇ πεζῇ δυνάμει ζητεῖ. ἐκ δὲ τῶν εἰρημένων φανερόν, ὅτι ἄ. νθρωπος ἀεὶ ἀρχὴ τῶν ἰδίων πράξεων καὶ οὐκ ἐξ ἀνάγκης ὥρισται πάντα οὐδ’ εἵμαρται· εἰ γὰρ βουλεύεται καὶ ζητεῖ καὶ αἱρεῖται, δῆλον ὅτι ἐπ’ αὐτῷ ἐστιν· εἰ δὲ μή, ἀναιρεῖται πᾶσα βουλὴ καὶ σκέψις ἡ περὶ τῶν πρακτῶν. ἕκαστος οὗν ἄνθρωπος ἀρχὴ καὶ αἴτιος ὧν πράττει· ἐπεὶ δὲ βουλεύεται περὶ τῶν ἑαυτοῦ πράξεων, αἱ δὲ πράξεις ἄλλων ἕνεκεν, ἕνεκα γὰρ τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ, δῆλον ὡς οὔτε ἐστὶ βουλευτὸν τὸ τέλος ἀλλὰ τὰ πρὸς τὰ τέλη καθόλου· οὐδὲ δὴ περὶ τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν βουλευόμεθα, οἷον εἰ ἄρτος τοῦτο ἢ ἐπέφθη ὡς δεῖ· περὶ γὰρ ὧν τὴν αἴσθησιν ἔχομεν ἐναργῆ, οὐ βουλευόμεθα εἰ τοιαῦτά ἐστιν, ἀλλ’ ἀρχὴν ἔχομεν τὴν αἴσθησιν· εἰ δὲ βουλευόμεθα περὶ τῶν τοιούτων, εἰς ἄπειρον ἥξομεν. ἄν γὰρ μὴ ὦσί τινες ἀρχαὶ πισταὶ καὶ ἐναργεῖς, ἀνάγκη ἄλλο δι’ ἄλλου πιστοῦσθαι, καὶ τοῦτ’ ἐπ’ ἄπειρον. εἴρηται δὲ τοῦτο καὶ ἐν· τοῖς Ἀναλυτικοῖς. τὸ δὲ βουλευτὸν καὶ τὸ προαιρετὸν ἀπλῶς μὲν οὖν οὐκ ἔστι ταὐτόν· γενικώτερον γάρ τί ἐστι τὸ βουλευτόν, οὐ μὴν ἀνάπαλιν. περὶ πολλῶν γοῦν βουλευόμενοι οὐχ αἱρούμεθα πάντα, ἀλλ’ ἕν τι αὐτῶν βουλευτὸν προαιρετὸν ὂν ἐκ τῆς βουλῆς προεκρίθη· διό φ· ησι τὸ προαιρετὸν ἀφωρισμένον ἤδη εἶναι. μέχρι μὲν γὰρ βουλευόμεθα περί τινος ἀοριστοῦμεν περὶ αὐτοῦ, ὅταν δὲ προελώμεθα, ὁρίζομεν ὅτι πρακτέον ἐστί καὶ παυόμεθα τῆς βουλῆς. παύεται γάρ φησιν ἕκαστος ζητῶν πῶς πράξει, ὅταν εἰς. αὑτὸν ἀναγάγῃ τὴν ἀρχήν, τουτέστιν ὅταν εὕρῃ ἑαυτὸν δυνάμενον αἴτιον γενέσθαι καὶ ἐπ’ αὐτῷ ὂν πρᾶξαι καὶ ἀναγάγῃ οὐ μόνον εἰς αὑτὸν, ἀλλ’ αὑτοῦ εἰς τὸ ἡγούμενον, τουτέστιν εἰς τὸν νοῦν. ὅταν γὰρ νοήσῃ ὅτι πρακτέον, ὅπερ ὁ νοῦς ἐβουλεύσατο καὶ εἵλετο, παύεται τῆς σκέψεως συνεξορμώσης τῷ λογισμῷ καὶ τῆς ὀρέξεως. τούτου δὲ παράδειγμά φησιν εἶναι τὰς ἀρχαίας πολιτείας ἃς ἐμιμεῖτο πεποίηνται γὰρ αὐτῷ οἱ βασιλεῖς τοὺς μὲν βασιλεῖς τῷ λογιστικῷ τῆς ψυχῆς καὶ βουλευτικῷ, τὸν δὲ δῆμον τῇ ὀρέξει· ἐπειδὰν οὖν οἷον βουλευσάμενος ὁ βασιλεὺς νοῦς καὶ συγκαταθέμενος ἀνακοινώσηται οἷον δήμῳ τῇ ὀρέξει, ἡ δ’ ἐπιψηφίσηται καὶ συνεξορμήσῃ, προαίρεσις τὸ τοιοῦτον. Ἐπειδὴ οὖν ἐστι τὸ προαιρετὸν βουλευτὸν καὶ ὀρεκτὸν τῶν ἐφ’ ἡμῖν ὄντων, καὶ ἡ προαίρεσις ἄν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ’ ἡμῖν. δηλοῖ δὲ πῶς λαμβάνει τὸν λόγον τοῦτον τῆς προαιρέσεως οὐ γὰρ ὡς ἀκριβῆ ὁρισμόν· οὐ γάρ ἐστι γένος τῆς προαιρέσεως ἡ βούλευσις οὐδ’ ἡ ὄρεξις, ἀλλὰ τὸ ἐξ ἀμφοῖν ὥσπερ σύνθετον· διό φησιν ἐκ τοὐ βουλεύσασθαι γὰρ κρίναντες ὀρεγόμεθα κατὰ τὴν βούλησιν· γράφεται δὲ καὶ βούλευσιν, ὡς ἂν ἀρχούσης μὲν ἦς βουλεύσεως, ἑπομένης δὲ τῆς ὀρέξεως, ἐκ δὲ τούτου γενομένης τῆς προαιρέσεως. ἔοικε δὴ τῷ τοιούτῳ λόγῳ ζῷόν ἐστι σῶμα ἔμψυχον· καὶ γὰρ ἐκεῖ οὐκ ἔστι τὸ σῶμα γένος τοῦ ζῴου, ἀλλὰ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι τὸ ζῷόν ἐστιν, ὃ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν. Ἠ μὲν οὖν προαίρεσις τύπῳ εἴρηται· οὐ γὰρ ἀκριβής ἐστιν ὁ ὁρισμός, ὡς ἐδείχθη, ἀλλ’ ὑπογραφῇ ἔοικε μᾶλλον· εἴρηται δὲ καὶ περὶ ποῖά ἐστιν, ὅτι περὶ τ· ὰ πρακτά, καὶ ὅτι τῶν πρὸς τὰ τέλη εἰσὶν αἱ προαιρέσεις ἀλλ’ οὐχὶ τῶν τελῶν. ἡ δὲ βούλησις ὅτι μέν ἐστι τοῦ τέλους εἴρηται. ἐπεὶ δ οἱ μὲν τοῦ ἀληθῶς ἀγαθοῦ ἐφίενται, οἱ δὲ τοῦ φαινομένου ἀγαθοῦ, δοκεῖ δὲ] ἡ βούλησις ἐνίοις μὲν τοῦ ἀγαθοῦ εἶναι ἀπλῶς, ἐνίοις δὲ τοῦ φαινομένου ἀγαθοῦ. συμβαίνει δὲ τοῖς μὲν βουλητὸν λέγουσι τὸ ἀγαθὸν μὴ φύσει εἶναι βουλητόν, ὃ βούλεται καὶ ὁ φαῦλος, τοῖς δὲ τὸ φαινόμενον ἀγαθὸν βουλητὸν λέγουσι, μὴ εἶναι φύσει τι βουλητόν. εἰ δὲ τοῦτο μὴ ἀρέσκει τὸ μὴ εἶναι φύσει τι βουλητόν, ἆρα φατέον ἁπλῶς μὲν εἶναι βουλητὸν τὸ ἀγαθόν, ἑκάστῳ δὲ τὸ φαινόμενον ἀγαθόν; διὰ τί δὲ οὐκ ἀρέσκει; ἴσως γὰρ εἴποι τις μηδὲ εἶναι φύσει τι βουλητόν, ἀλλ’ ἀγαθὸν μὲν εἶναι τὸ φύσει· βουλητὸν δὲ ὃ ἕκαστος βούλεται, ὥσπερ αὐτὸς λέγει· καθάπερ καὶ ὑγιεινὸν τὸ μέν ἐστι ὃ τῷ κατὰ φύσιν διακε· ιμένῳ ἁρμόττει, οἷον σιτία καὶ ποτὰ ὑγιεινά φαμεν τὰ οἰκεῖα τοῖς κατὰ φύσιν διακειμένοις σώμασι· τὸ δὲ ὑγιεινὸν οὐκ ἔστι ἀπλῶς, ὃ ἁρμόττει τοῖς νοσοῦσιν· ὁμοίως δὲ ναὶ πικρὰ καὶ γλυκέα καὶ θερμὰ καὶ βαρέα τὰ μέν ἐστιν ἁπλῶς καὶ ἃ τοῖς κατὰ φύσιν διακειμένοις φαίνεται τοιαῦτα, τὰ δὲ οὐχ ἁπλῶς ἃ τοῖς νοσοῦσιν, οὕτω καὶ βουληπροείλοντο τὸν ἁπλῶς μέν ἐστιν, ὃ βουληθείη ἄν ὁ σπουδαῖος τοῦτο δέ ἐστι τὸ ἀγαθόν· ἑκάστῳ δὲ τὸ φαινόμενον ὃ οὐκ ἔστιν ἁπλῶς βουλητόν, ὅταν ὁ φαῦλος βούληται. ἐν παντὶ γὰρ πράγματι ὁ σπουδαῖος κρίνει ἕκαστα ὀρθῶς θὼς καὶ κανών ἐστι τῆς ἑκάστου φύσεως· καθ’ ἑκάστην γὰρ ἕξιν καὶ ψυχικὴν καὶ σωματικὴν ἴδια φαίνεται καλὰ καὶ ἡδέα, διαφέρει δὲ ἐν ἑκάστοις τὸ δοκοῦν. τῷ μὲν γὰρ σπουδαίῳ τἀληθὲς καταφαίνεται, τῷ δὲ φαύλῳ τὸ τυχόν· ἀπατῶνται δὲ οἱ πολλοί, ὥς φησι, διὰ τὴν ἡδονὴν καὶ τὴν λύπην· τὴν μὲν γὰρ ἡδονὴν ὡς ἀγαθὸν διώκουσι, τὴν δὲ λύπην ὡς κακὸν φεύγουσιν. Ἐπεὶ δὲ <***>προαιρετά ἐστι τὰ τὸ] πρὸς τὸ τέλος, πᾶσαι γὰρ αἱ περὶ αὐτὰ πράξεις ἄγουσι πρὸς τὴν εὐδαιμονίαν, ἑκούσιοι ἄρα. ἐκ δὲ τούτου φανερόν, ὅτι ἐφ’ ἡμῖν ἡ ἀρετή· εἰ δ’ ἡ ἀρετὴ ἐφ’ ἡμῖν, καὶ ἡ κακία· ἐν οἷς γὰρ ἐφ’ ἡμῖν τὸ πράττειν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν· εἰ γὰρ τὸ μὴ πράττειν οὐκ ἐφ’ ἡμῖν ἀλλὰ κατηναγκασμένον, δῆλον ὡς καὶ τὸ πράττειν κατηνάγκασται εἰ γὰρ κατηνάγκασται τὸ πράττειν, <οὐδ’> ἐφ’ ἔσται τὸ μὴ πράττειν· δῆλον οὖν ὅτι ἐν οἷς τὸ πράττειν ἐφ’ ἡμῖν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν· ὥστε εἰ τὸ πράττειν καλὸν ὁτιοῦν ἐφ’ ἡμῖν ἐστιν, καὶ τὸ μὴ πράττειν αἰσχρὸν ὂν ἐφ’ ἡμῖν. εἰ δὲ ἐφ’ ἡμῖν τὰ καλὰ πράττειν καὶ τὰ αἰσχρά, ὁμοίως δὲ καὶ τὸ μὴ πράττειν, τοῦτο δ’ ἦν τὸ ἀγαθοῖς καὶ κακοῖς εἶναι, ἐφ’ ἡμῖν ἂν εἴη τὸ ἐπιεικέσιν εἶναι καὶ φαύλοις. ἐφ’ ἡμῖν οὖν οὐ μόνον ἡ ἀρετὴ ἀλλὰ καὶ ἡ κακία. τὸ δὲ λέγειν φησὶν οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς ἔοικεν εἶναι, τὸ δὲ ψεῦδος. μακάριος μὲν γὰρ οὐδεὶς ἄκων, πονηρὸς δὲ ἑκών· ἡ γὰρ μοχθηρία ἑκούσιον. δοκεῖ δ’ αὐτῷ ἡ εὐδαιμονία ἐνέργεια εἶναι κατ’ ἀρετήν· ἔστι δὲ ἡ ἀρετὴ ἑκούσιον αἵ τε κατ’ αὐτὴν ἐνέργειαι. εἰ δέ τις ἄλλως οἴεται, ἀμφισβητεῖν αὐτὸν δεῖ πρὸς τὰ λεχθέντα νῦν καὶ οὐχ ὁμολογητέον τὸν ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἑαυτοῦ πράξεων. δοκεῖ δὲ τὰ μὲν ἄλλα ζῷα ἀρχαὶ εἶναι γενέσεως ἕκαστον τοῖς ἐξ αὐτῶν γινομένοις, πράξεων δ’ οὐδαμῶς· οὐδενὶ γὰρ μέτεστιν αὐτῶν πράξεως· ὁ δ’ ἄνθρωπος, ὥσπερ τέκνων γεννητὴς καὶ ἀρχὴ τῶν ἐξ αὐτοῦ γεννωμένων, οὕτω, καὶ τῶν ἐξ αὐτοῦ πράξεων. ὧν δὲ ἀρχαὶ ἐν ἡμῖν, καὶ αὐτὰ ἐφ’ ἡμῖν. Μετὰ δὲ ταῦτα χρῆται σφόδρα ἐνδόξοις πίστεσι· καὶ γὰρ ἰδίᾳ ἕκαστος καὶ οἱ νομοθέται κολάζουσι τοὺς δρῶντας μοχθηρά. ὥστ’ εἶναι τὸν λόγον τοιοῦτον σχεδόν· εἰ ἀκούσιον ἦν τὸ ἀδικεῖν, οὐκ ἂν ἐκόλαζον οἱ νομοθέται τοὺς τὰ κακὰ δρῶντας· κολάζουσι δέ, οὐκ ἄρα ἀκούσιον. εἰπὼν δὲ ὅτι κολάζουσιν οἱ νομοθέται, προσέθηκεν ὅ σοι μὴ βίᾳ ἢ δι’ ἄγνοιαν, ἧς μὴ αὐτοὶ αἴτιοι. ἐνίοτε γὰρ τῆς ἀγνοίας αὐτοὶ ἑαυτοῖς αἴτιοι γίνονται, οἱονεὶ μεθυσθέντες. ἔτι τοὺς μὲν κολάζουσι, τοὺς δὲ τιμῶσιν, ἵνα τοῦ μὲν ἀδικεῖν κωλύσωσιν, ἐπὶ δὲ τὸ καλὰ πράττειν προτρέψωσιν. οὐδεὶς δ’ οὕτε ἀποτρέπει ἀπὸ τῶν ἀκουσίων οὔτε προτρέπει ἐπὶ τὰ ἀκούσια· οὐ προτρέπουσι γοῦν μὴ θερμαίνεσθαι πυρὸς ὄντος πλησίον ἢ πεινῆν ἐσθίοντα. εἰ οὖν προτρέπουσι καὶ ἀποτρέπουσι, δῆλον ὡς ἐφ’ ἡμῖν ἥ τε ἀρετὴ καὶ ἡ κακία. καὶ τοὺς ἀγνοοῦντας περὶ τῶν ἐν τοῖς νόμοις ἃ δεῖ ἐπίστασθαι καὶ μὴ χαλεπά ἐστι κολάζουσιν· ὁμοίως δὲ καὶ ἐν ἰοῖς ἄλλοις κολάζουσιν, ἃ δι’ ἀμέλειαν δοκοῦσιν ἀγνοεῖν. ταῦτα δὲ λέγει, ἐπειδὴ ἔστι τινὰ νόμιμα ἐν ταῖς πόλεσιν, ἃ πάντας δεῖ ἐπίστασθαι, καὶ οὐδενὶ συγγνώμη ἀγνοήσαντιν, οἷον τὸν πατέρα μὴ τύπτειν, μὴ ἱεροσυλεῖν, μὴ ἀνδροφονεῖν τούτων γὰρ ἕκαστον ἀπηγόρευται ὑπὸ τῶν νομοθετῶν καὶ οὐδένα δεῖ ἀγνοεῖν. εἰ δέ τις φαίη ἀγνοῶν ὅτι κωλύεται ὑπὸ τῶν νομοθετῶν πεποιηκέναι, οὐκ ἂν τύχοι συγγνώμης εἰ δέ τις ἀγνοοίη περὶ ἀγχιστευτικῶν δικαίων κληρονομικῶν συγγενικῶν ἢ περί τινος τοιούτου, συγγυωμονεῖται τῶν γὰρ περὶ τοὺς νόμους διατριβόντων ἡ τῶν τοιούτων γνῶσις. ὁμοίως καὶ ἐπὶ τοῖς ἄλλοις οὐδεὶς τυγχάνει συγγνώμης οὐδ’ ἄν δι’ ἀμέλειαν ἀγνοῇ, οἷον ἐὰν μὲν ἐν πολέμῳ βάλλων τις τὸν πολέμιον τύχῃ τοῦ φίλου ἐν τῷ αὐτῷ τόπῳ ὄντος, ἀγνοῶν ὅτι ἐκεῖνος, συγγνωμονεῖται· οὐ γὰρ ἄν προσεδόκησεν εἰ δὲ παρεστῶτα τὸν φίλον· ῥᾳθύμως τι δρῶν ἔπληξεν, οὐκ ἐξετάσας ἀλλ’ ἀμελήσας εἰδέναι, ἤδη κολάζουσι τὸν τοιοῦτον ὡς ἐξὸν αὐτῷ γνῶναι ὃς ἦν παρεστώς, ἠμέλησεν. ἔπειτα καὶ ὁ μὲν γυμναζόμενος τόξῳ ἔνθα μηδένα ᾤετο βαδιεῖσθαι τυχών τινος παρὰ προσδοκίαν, τύχοι ἄν συγγνώμης· ὁ δὲ ἔνθα εἰκὸς ἦν βαδιεῖσθαι πολλοὺς ῥᾳθύμως βάλλων καὶ ἀποκτείνας τινὰ ἥκιστα ἄν τύχοι συγγνώμης, ὡς ἐπ’ αὐτῷ ὂν ἐπιμεληθῆναι καὶ φυλάξασθαι. ταῦτα δὲ πάντα λέγεται διὰ τὸ εἶναί τινων τὴν ἀρχὴν ἐν ἡμῖν, ἐφ’ οἷς οὐδεμία συγγνώμη, ὁπότε καὶ τῶν δι’ ἄγνοιαν, ἧς αἴτιοί τινες αὐτοὶ ἑαυτοῖς οὐ συγγνωμονοῦνται. Ἀλλ’ ἴσως φαίη ἄν τις περὶ τῶν δι’ ἀμέλειαν ἁμαρτανόντων οἵους ἔφαμεν ἢ τοὺς τὰ ἐν τοῖς νόμοις ἀγνοοῦντας διὰ ῥαθυμίαν καὶ διὰ τοῦτο παραβαίνοντας, ἡ τοὺς ὅλως ἀδικοῦντας δι’ ἀμέλειαν, ὧν ἠδύναντο εἰδέναι μὴ ἀμελήσαντες· τῶν δὴ τοιούτων ἴσως λέγοι ἄν τις αἰτίαν τὴν φύσιν τῆς ἀμελείας, φύσει γὰρ αὐτοὺς ἀμελεῖς εἶναι καὶ ῥᾳθύμους· ὁ δ’ Ἀριστοτέλης οὔ φησι φύσεως ταῦτα εἶναι ἀλλ’ ἐπ’ αὐτοῖς ἐκείνοις τὸ τοιούτους γενέσθαι. ζῶντες γὰρ ἀνειμένως καὶ ῥᾳθύμως εἰς τοιαύτην ἕξιν κατέστησαν ὥστε μηδενὸς ἐπιμελεῖσθαι ὧν χρὴ ἐπιμέλειαν ἔχειν. καὶ γὰρ τοῦ ἀδίκους ἢ ἀκολάστους λάστους εἶναι οὐ τὴν φύσιν αἰτιατέον, ἀλλ’ ἑαυτὸν ἕκαστον οἱ μὲν γὰρ ἀεὶ κακουργουντες γίνονται ἄδικοι ἐκ τῶν ἐνεργειῶν πορισαμενοι τὴν ἕξιν, οἱ οι ἀεὶ ἐν πότοις καὶ τοῖς τοιούτοις διατρίβοντες ἀκόλαστοι. καὶ γὰρ ἐν ταῖς ἀγωνίαις οἱ περὶ ἕκαστα βουλόμενοι διαφέρειν μελετῶντες διατελοῦσι τὰ τῆς ἀγωνίας ἔργα ὡς ἐκ τῶν ἐνεργειῶν γινομένων τῶν ἕξεων τὸ δὴ τούτ’ ἀγνοεῖν παντελῶς ἀναισθήτου. ἄλογον δὲ καὶ τὸ λέγειν τὸν ἀδικοῦντα μὴ βούλεσθαι ἄδικον εἶναι ἢ τὸν ἀκολασταίνοντα ἀκόλαστον. τοῦτο δὲ οὐχ οὕτως λέγει, ὅτι ὁ ἄδικόν τι ποιῶν πάντως ἄδικος, ἢ ὁ ἀκόλαστον ἀκόλαστος ὑπεναντίον γὰρ αὐτῷ λέγοι ἄν. ἐνδέχεται γὰρ καὶ ἄκοντα καὶ ἀγνοοῦντα οῦντα ποιῆσαί τι τούτων, ἀλλὰ ἀδικοῦντα λέγει τὸν ἑκουσίως κακουργοῦντα καὶ ἀκολασταίνοντα τὸν ἑκουσίως τοῦτο δρῶντα· ἄλογον δὴ ὡς ἀληθῶς γίνεται τὸν ἑκουσίως ἀδικοῦντα λέγειν μὴ βούλεσθαι ἀδικεῖν ἢ τὸν ἑκουσίως ἀκολασταίνοντα λέγειν μὴ βούλεσθαι ἀκολασταίνειν ἐπεὶ οὖν οὐδ’ ἀγνοῶν, ἀλλ’ ἑκὼν καὶ εἰδὼς ἔπραττε ταῦτα ἐξ ὧν ποριεῖται τὴν ἕξιν τῆς ἀδικίας καὶ ἔσται ἄδικος, ἑκὼν ἂν εἴη ἄδικος. Εἴποι δ’ ἄν τις, εἰ ἐφ’ ἡμῖν τὸ ἀδίκοις εἶναι, ἐφ’ ἡμῖν καὶ τὸ παύεσθαι τῆς ἀδικίας, ὁπότε βουλόμεθα· οὐκ ἐφ’ ἡμῖν δὲ τὸ παύεσθαι, οὐδ’ ἄρα τὸ γίγνεσθαι· ἀδίκοις. ταῦτα δὲ οὐ συγχωρεῖ ὁ Ἀριστοτέλης, ἀλλ’ ἐφ’ ἡμῖν μέν φησιν εἶναι τὴν ἀδικίαν· ἑκόντες γὰρ ἐπιτηδεύουσιν τὰ ἄδικα, ἐξ ὧν ἄδικοι γίνονται· οὐ μὴν ὅταν βούλωνται ἄδικοι ὄντες ταύσοντοι. καὶ γὰρ νοσεῖ μέν τις ἑκών, ὅταν ἀπειθῇ τοῖς ἰατροῖς, οὐκ ἀπαλλάττεται δὲ τῆς νόσου, ὅταν βούληται, ἐπειδὰν ἱκανῶς αὐτοῦ κατακρατήσῃ καὶ ῥίψαι μὲν ἄν τις ἑαυτὸν ἑκὼν ἢ λίθον, οὐκ ἐφέξει δὲ αὑτὸν ἢ τὸν λίθον φερόμενον, ὅταν βούληται. οὐ μόνον δὲ αἱ τῆς ψυχῆς κακίαι ἑκούσιοι ἀλλ’ ἐνίοτε καὶ αἱ τοῦ σώματος· τοῖς μὲν γὰρ διὰ φύσιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ, τοῖς δὲ δι’ ἀγυμνασίαν. καὶ εἰ μέν τις ἄκων πηρωθείη τὴν ὄψιν, ἐλεεῖται, ἐὰν ὁ ἐξ οἰνοφλυγίας πάθῃ τοῦτο, μισεῖται. εἰ οὖν αἱ ἐν τῷ σώματι κακίαι ὅσαι ἐφ’ ἡμῖν ἐπιτιμῶνται, πολὺ μᾶλλον προσήκει τὰς ἐν τῇ ψυχῇ, αἳ πάντως ἐφ’ ἡμῖν εἰσιν. Ἀμφισβητοῦσι δέ τινες λέγοντες μὴ ἐφ’ ἡμῖν εἶναι τὴν κακίαν. πάντας γὰρ ἐφίεσθαι τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ, τοῦ δὲ φαίνεσθαι τοιοῦτον ἢ τοιοῦτον μὴ εἶναι κύριον ἕκαστον, ἀλλ’ ὥσπερ ἡ ὄψις τῷ μὲν ὀξυωπής ἐστι καὶ οἵα καθορᾶν ἀκριβῶς, τῷ δὲ ἀσθενεστέρα καὶ ἥττων διακρίνειν, οὐ δυνατοὶ γὰρ ὁρᾶν τὰ οὕτως φύσει ὄντα, ὄψιν τινὰ ὡς εἰπεῖν ἐν τῆ ψυχῇ ἔχον· τες οἱ μὲν ὁρατικὴν τοῦ ὡς ἀληθῶς ἀγαθοῦ, οἱ δὲ παρορατικὴν τούτου. εἰ οὖν ἀκούσιος ἡ τοιαύτη· δύναμις ἡμῖν ἐστι τῆς ψυχῆς καὶ φύσει ὑπάρχει, δῆλον ὡς οὐχ ἁμαρτάνουσιν οἱ μὲν τὸ τῷ ὄντι ἀγαθὸν μὴ ἡγούμενοι ἀγαθόν, οἱ δὲ τὸ κακὸν ὡς ἀγαθὸν ὁρῶντες· τούτῳ ἕπεται τὸ καὶ τὰς πράξεις συγγνώμης εἶναι ἀξίας, κἂν ὅτι μάλιστα φαῦλαι ὦσι. κατὰ γὰρ τὴν ἔφεσιν τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ πάντα πράττουσι οἱ ἄνθρωποι. ἔτι δὲ καὶ τὰ ἑξῆς, ὡς τοῖς λέγουσι μὴ κυρίους εἶναι ἡμάς τῆς φαντασίας δοκοῦντα προστίθησιν εἰ γὰρ ἕκαστος ἑαυτῷ τῆς ἕξεως ἐστιν αἴτιος, λέγει δὲ τῆς κακίας ἢ τῆς ἀρετῆς, ἔσται καὶ τῆς φαντασίας αἴτιος· κατὰ γὰρ τὴν φαντασίαν τοῦ ἀγαθοῦ πάντα πράττουσιν οἱ ἄνθρωποι, ἐξ ὧν καὶ αἱ ἕξεις γίνονται· οὐχὶ δὲ γ’ ἐκ τῆς φαντασίας, ἀλλὰ κατὰ τὴν φύσιν ἕκαστος τὴν ἑαυτοῦ τὸ τέλος ὁρᾷ καὶ τὸ ἀγαθόν. συνηγορεῖ δὲ διὰ τῶν ἑξῆς τὸν ἐκείνων λόγον λέγων. λέγει γὰρ ὅτι τότε ἐστὶ δῆλον καὶ ὅτι εὐφυής, ᾧ τοῦτο πέφυκε καὶ αὕτη δ ἄν εἴη τελεία εὐφυία. πρὸς δὴ τοὺς οὕτω λέγοντας τοσοῦτον ἀπαντᾷ τὸ πρῶτον, ὅτι εἰ καὶ τὰ μάλιστα οὕτως ἔχει, οὐδὲν μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἀκούσιον· τὸ γὰρ φαινόμενον τέλος, ὁμοίως καὶ τῶ ἀγαθῷ καὶ τῷ κακῷ φαίνεται ἢ φύσει ἢ ὁπωσδήποτε καὶ τὰ λοιπὰ πρὸς τοῦτο πράττομεν ὥστε εἰ ἡ ἀρετὴ ἑκούσιος, καὶ ἡ κακία· ἔστι δὲ ἡ κακία ἀκούσιος, καὶ ἡ ἀρετὴ ἄρα. εἴτε δὴ μὴ φῦ σεῖ τὸ τέλος ἑκάστῳ φαίνεται, ἀλλὰ ψεύδονται οἱ τοῦτο λέγοντες πρὸς γὰρ τὸ φανῆναι τοιοῦτον ἢ τοιοῦτον τὸ τέλος μεγάλη μοῖρα καὶ παρ’ αὐτὸν ἕκαστον ἐξ ἀρχῆς ἢ ἃ δεῖ ἐπιτηδεύοντα ἢ ἃ μὴ δεῖ), εἴτε τὸ μὲν τέλος φύσει φαίνεται ὡς λέγουσι, τὴν δὲ ἀρετὴν τιθέασιν ἑκούσιο· ν, ἐπειδὴ τὰ λοιπά, ὅσα εἰς τὸ τέλος φέρει καὶ τὸ τῷ ὄντ· ι ἀγαθὸν ἑκόντες πράττουσιν οἱ ἐνάρετοι, καθ’ ἑκάτερον τούτων εἴη ἂν καὶ ἡ κακία ὁμοίως ἑκούσιον. ταῦτα δὲ εἰπὼν ἤδη τὴν ἑαυτοῦ γνώμην σαφεστέραν ποιεῖ, δεικνὺς ὥς εἰσιν ἑκούσιοι αἱ ἀρεταὶ οὐ μόνον τῷ ἑκόντας ἡμᾶς διὰ τῶν καθ’ ἑκάστην ἡμέραν ἐπιτηδευμάτων κτᾶσθαι αὐτήν, ἀλλὰ καὶ τῷ ἐκ τῶν ἐπιτηδευμάτων διορατικούς πὼς ἡμᾶς γίνεσθαι καὶ τούτου. λέγει γάρ, εἰ οὖν, ὥσπερ λέγεται, ἑκούσιοί εἰσιν αἱ ἀρεταί καὶ γὰρ τῶν ἕξεων συναίτιοί πὼς αὐτοί ἐσμεν καὶ τῷ ποιοὶ εἶναι τὸ τέλος τιθέμεθα τοιόνδε), διὰ ταῦτα καὶ αἱ κακίαι ἑκούσιοι ἂν εἶεν. καὶ γὰρ τῶν κακῶν συναίτιοι γινόμεθα ἑαυτοῖς καὶ τῶν ἐπιτηδευμάτων καὶ τῷ ποιοὶ γίνεσθαι τέλος ἑαυτοῖς τιθέμεθα. οὐκ εἶπε δὴ πάντας ἁπλῶς αἰτίους ἑαυτοῖς εἶναι τῶν ἕξεων ἀλλὰ συναιτίους, ἴσως νέμων τι καὶ τῇ φύσει, βραχὺ δὲ καὶ δυνάμενον τυχεῖν ἀνθρώποις· ἀλλ’ ὅμως ἐν πᾶσι τούτοις τὸ πλεῖστον ἡμέτερόν ἐστι αἱρουμένων ἐπιτηδεύειν τὰ καλὰ ἢ τὰ αἰσχρά. Κοινῇ μὲν οὖν περὶ τῶν ἀρετῶν εἴρηται, φησί, τὸ γένος ὅτι μεσότητες καὶ ὅτι ἕξεις. ἐπειδὴ δὲ ἀνάγκη, ἄν ὑπὸ δύο γένη ᾖ, ἢ ταὐτὰ ἢ θάτερον τῶν γενῶν ὑπὸ θάτερον εἶναι, ληπτέον ὅτι ἡ μεσότης ὑπὸ τὴν ἕξιν, τῶν ἕξεων δὲ αἱ μὲν μεσότητες, αἱ δ’ οὔ. ἔτι εἴρηται, ὡς ὑφ’ ὧν γίνονται ἕξεις, τούτων πρακτικαὶ καὶ καθ’ αὑτάς. τὸ καθ’ αὑτὰς πρόσκειται ἤτοι ἐπειδὴ ἐνδέχεται τὸν ἀνδρεῖον τὰ σωφρονικὰ ποιεῖν, ἀλλ’ οὐχ ᾗ ἀνδρεῖος ἀλλ’ ᾗ σώφρων πράξει μὲν γὰρ πάντα τὴν τελείαν ἀρετὴν ἔχων ἀλλὰ καθ’ αὑτὴν ἑκάστην τὰ αὐτῆς καὶ ἐξ ὧν ἐγένετο ἐνεργειῶν ἀνδρεῖος καὶ κατὰ τὸν τῆς ἀνδρείας λόγον. κατὰ συμβεβηκὸς μὲν γάρ ποτε ἐνεργήσει ὁ ἀνδρεῖος καὶ τὰ δίκαια, ἀλλ’ οὐχ ᾗ ἀνδρεῖος ἀλλ’ ᾗ συμβέβηκε τῷ ἀνδρείῳ καὶ δικαίῳ εἶναι· ἀντακολουθοῦσι γὰρ ἔνιαι τῶν ἀρετῶν) ἢ ὅτι ἐνδέχεται καὶ τὰ μὴ οἰκεῖα τοῖς ἐξ ἀρχῆς ἐπιτηδεύμασι ποιῆσαι λόγου αἱροῦντος, ὡς ὁ σώφρων καθ’ αὑτὴν μὲν τὴν σωφροσύνην, αἱροῦντος δὲ λόγου διαφθεῖραι ἂν τοῦ τυράννου τὴν γυναῖκα ἐπὶ σωτηρίᾳ τῆς πόλεως· τοῦτο δὲ ποιήσει κατὰ συμβεβηκός, καθ’ αὑτὰ δὲ τὰ σώφρονα. ἔτι οὐχ ὁμοίως φησὶν ἑκουσίους εἶναι τὰς πράξεις καὶ τὰς ἕξεις. τῶν μὲν γὰρ πράξεων ἀπ’ ἀρχῆς μέχρι τέλους πράξει καὶ παύσεται ἡνίκα ἀν’ αὐτῷ δοκῇ, τῶν δὲ ἕξεων τῆς μὲν ἀρχῆς κύριοί ἐσμεν, τῆς δὲ προσθέσεως οὐκέτι κύριοι. λανθάνει δὲ ἡμᾶς κατὰ βραχὺ ἡ πρόσθεσις γινομένη καὶ ἐνίοτε περαίτερόν τινες κακοὶ γίνονται ἢ ἐβούλοντο. πρόεισι μὲν γὰρ ἐνίοτέ τις ἐν μέθαις καὶ ἀκολασίαις, ὡς ἐν αὐτῷ ὂν μὴ κτήσασθαι τὴν ἕξιν, λανθάνει δὲ κατὰ βραχὺ κτώμενος τὴν ἕξιν ὥσπερ καὶ ἐπὶ τῶν ἀρρωστιῶν ποιεῖ γάρ τις τὰ μὴ συμφέροντα οὐκ εἰδὼς ὅσον ἐπιδώσει τὸ ἀρρώστημα κατὰ βραχὺ δὲ αὔξεται ἐφ’ ὅσον οὐκ’ ἂν ἐβούλετο. οὕτως οὖν λεγόμεθα κύριοι εἶναι τῶν ἕξεων τῷ τῆς ἀρχῆς εἶναι κύριοι. οὐ μόνον δὲ ἡ κακία ἀλλὰ καὶ ἡ ἀρετὴ ἐκ τῶν ἐπιτηδευμάτων ἀμήχανος ἐν προσθέσει καὶ λάθοι ἄν τις αὑτὸν ἐπιδιδοὺς πλεῖστον. Μετὰ δὲ ταῦτα ἀρξάμενος περὶ τῶν ἀρετῶν ἑκάστης λέγει ἀπὸ τῆς ἀνδρείας ποιούμενος τὸν λόγον ἡ ἀνδρεία λέγεται μεσότης περὶ φόβους καὶ θάρρη, οὐχ ὁμοίως ἔχουσα πρὸς ἑκάτερα τῶν παθῶν, ἀλλὰ τῷ μὲν θαρρεῖν ἐπὶ πλεῖον χρωμένη, τῷ δὲ φόβῳ ὡς ἥκιστα· καὶ μᾶλλον τῷ τὰ πολλὰ ἄφοβος εἶναι γνωρίζεται ὁ ἀνδρεῖος ἢ τῷ φοβεῖσθαι· οὕτως οὖν λέγεται περὶ θάρρη καὶ φόβους τῷ ἀμφοτέροις ὡς δεῖ χρῆσθαι καὶ τῷ μὴ ὁμοίως ἐφ’ βερά, ἄξιον γνῶναι τὰ φοβερά, ἵν’ ᾖ δῆλον πρὸς οἷον φοβερὸν ἀδεῶς ἔχων ὁ ἀνδρεῖος ἐπαινετός. ἔσται δὲ δῆλα διορισθέντος τοῦ φόβου· ὁρίζονται δὲ τὸν φόβον προσδοκίαν κακοῦ· κακὰ οὖν ἐστιν ἃ φοβούμεθα. περὶ ποῖα οὖν τῶν κακῶν καὶ τὸν τίνων φόβον ὁ ἀνδρεῖος ἀδεὴς καὶ ὁ. δειλὸς μᾶλλον καταπίπτει; δῆλον ὅτι οὐ περὶ πάντα· οὔτε γὰρ περὶ ἀδοξίαν ἢ πενίαν ἢ νόσον ἢ ἀφιλίαν ἀδεὴς ὁ ἀνδρεῖος· ἔνια γὰρ δεῖ φοβεῖσθαι τούτων, καὶ αἰσχρὸν τὸ μὴ φοβεῖσθαι ἀδοξίαν. οὐ γὰρ ἀναίσχυντος ὁ ἀνδρεῖος ἀλλ’ αἰδήμων καὶ τὸ κατ’ αὐτὸν φυλάξεται τὴν ἀδοξίαν· ὁ δ’ ἀεὶ καταφρονῶν ἀναίσχυντος λέγεται. εἴποι δ’ ἄν τις ἴσως ὅτι καὶ ἀφιλίαν δεῖ φοβεῖσθαι πενίαν δ’ οὔ, ἢ ὅλως τὰ ἐφ’ ἡμῖν οἷον τὴν κακίαν, ἀλλ’ ὅμως τοὺς ἀφόβους περὶ πενίαν οὐ λέγομεν ἀνδρείους. πολλοὶ γὰρ δειλοὶ ὄντες ἐν τοῖς πολεμικοῖς ἄφοβοί εἰσι πρὸς χρημάτων δαπάνην καὶ εὐθαρσῶς ἀναλίσκουσιν. ἀλλ’ οὐδὲ εἴ τις φοβεὶται ὕβριν περὶ παῖδας ἢ γυναῖκας ἢ φθόνον [μέλλοντα] δειλὸς οὐδ’ εἴ τις θαρρεῖ μέλλων μαστιγοῦσθαι, καθάπερ πολλὰ τῶν ἀνδραπόδων, ἀνδρεῖός ἐστιν. δῆλον οὖν ὅτι περὶ τὰ μέγιστα τῶν κακῶν ἀδεὴς ὁ ἀνδρεῖος· διὰ τοῦτο γὰρ δοκεῖ ὑπομενετικώτατος <***>τῶν πέρας ὢν τοῦ εἶναι· δεδίασι δὲ πάντες τὸ μὴ εἶναι. ἆρ’ οὖν ἀνδρεῖός ἐστιν ὁ περὶ ὁντιναοῦν θάνατον ἀδεής, ἢ οὔ; οὐ γὰρ πάνυ τι λέγεται ἀνδρεῖος ὁ ἐν τοῖς κακίστοις ἢ ὁ ἐν τοῖς κατὰ θάλατταν κινδύνοις ἀδεὴς ἢ ἐν νόσῳ, ἀλλ’ ὁ ἐν τοῖς καλλίστοις θανάτοις. τοιοῦτοι δέ εἰσιν οἱ ἐν πολέμῳ ὑπὲρ πατρίδος καὶ ὑπὲρ τῶν φιλτάτων. πάσῃ γὰρ ἀρετῇ τέλος τὸ καλόν· ὥστε καὶ ὁ ἀνδρεῖος τὸν ὑπὲρ τοῦ καλοῦ θάνατον αἱρεῖται καὶ πρὸς τοῦτόν ἐστιν ἀδεής· κυρίως δὴ ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἀδεής· καὶ ὅσα θάνατόν φησιν ἐπιφέρει ὑπόγυα ὄντα· ὁ μὲν γὰρ ἀφόβως ἔχων πρὸς θάνατον ἐκ πολλοῦ προσδοκώμενον οὐδὲν ἴσως πράττει μέγα· ἐκλύεται γὰρ πρὸς τὸ δέος τῷ χρόνῳ· ὁ δὲ πρὸς τὸν ἐξ ὑπογύου θάνατον ἀδεῶς ἔχων τοῦ καλοῦ χάριν, ἐφ’ ἕξεως ἔχει τὴν ἀφοβίαν. προηγουμένως μὲν οὖν ὁ ἀνδρεῖος πρὸς τὸν καλὸν θάνατον ἀδεῶς ἔχει· ἕπεται δὲ αὐτῷ τὸ καὶ ἐν θαλάττῃ καὶ νόσοις ἀδεεῖ εἶναι διὰ τὴν τῆς ψυχῆς παρασκευήν· οὐ μὴν κατὰ ταῦτα λέγεται ἀνδρεῖος ὁ ἐν θαλάττῃ ἀδεής. οὐ γὰρ κατὰ τὴν αὐτὴν αἰτίαν ἄφοβός ἐστι δι’ ἣν οἱ θαλάττιοι. οἱ μὲν γὰρ ἀνδρεῖοι ἀπεγνωκότες τὴν σωτηρίαν, ἐνίοτε καὶ τὸν θάνατον δυσχεραίνοντες τὸν τοιοῦτον (οὐ γὰρ ἂν μάτην ἀποθνήσκειν ἀλλά τι καλὸν πράξαντες) ὅμως φέρουσιν οὐκ ἀγεννῶς· οἱ δὲ θαλάττιοι οὐ φοβοῦνται διὰ τὴν ἐμπειρίαν εὐέλπιδες ὄντες. εἶτα πάλιν λέγει περὶ τῶν ἀνδρείων τῶν ἐν θαλάττῃ φερόντων μετρίως τὸν κινδυνον ὅτι εἰώθασιν ἀνδρίζεσθαι ὅπου ἀλκή, τουτέστι γενναία πρᾶξις, ἢ καλὸν τὸ ἀποθανεῖν. ἐν δὲ ταῖς κατὰ θάλατταν φθοραῖς οὔτε ἀλκὴ οὔτε καλὸς ὁ θάνατος, καὶ ὅμως φέρουσι μετρίως διὰ τὴν τῆς ψυχῆς ὡς ἔφαμεν παρασκευήν. Τὸ δὲ φοβερὸν οὐ πᾶσιν εἶναί φησι τὸ αὐτό. δῆλον γὰρ ὡς οὐ τὸ αὐτὸ φοβερὸν τῷ ἀνδρείῳ καὶ τῷ θρασεῖ, ἀλλ’ ὡς ἄν τύχῃ ἕκαστος ἔχων διαθέσεως, οὕτως καὶ φοβεῖται. · τάχα δὲ καὶ ἄλλως ἔστι λαβεῖν τὸ ἄλλῳ ἄλλο εἶναι φοβερόν· τῷ μὲν γὰρ ἀδοξία φοβερόν, τῷ δὲ θάνατος, τῷ δὲ πενία, ἄλλῳ δὲ ἄλλο. ἔστι δὲ καὶ ὑπὲρ ἄν θρωπον, ἔφη, τὶ φοβερόν οἷον σεισμῶν ὑπερβολαί, κερ· αυνῶν πτώσεις καὶ εἴ τινα τοιαῦτα· τὸ μὲν οὖν τοιοῦτον φοβερὸν παντὶ τῷ νοῦν ἔχοντι, ὥστε καὶ τῷ ἀνδρείῳ. τὰ οὖν ἀνθρώπινα φοβερὰ διαφέρειν φησὶ μεγέθει καὶ τῷ μᾶλλον καὶ τῷ ἧττον· ἔνια μὲν γὰρ σφόδρα φοβερά ἐστιν, ἔνια δὲ ἧττον, οἷον μεγάλη μὲν δύναμις πολεμίων καὶ ἄριστα παρεσκευαμένη μέγαν δύναται παρασχεῖν φόβον. ἡ δ’ ἐλάττων κατὰ μέγεθος καὶ παρασκευὴν ἥττον’ ἄν παράσχοι φόβον. ὁμοίως δὲ καὶ ποτὲ μὲν ἔστι σφόδρα θαρρεῖν, ὅταν φανερὸν ᾖ ὅτι κρείττους ἐσμέν ποτὲ δὲ ἧττον· ἀλλ’ ὅμως ὁ ἀνδρεῖος ἀνέκπληκτος, ἀνέκπληκτος δ’ ὡς ἄνθρωπος. φοβηθήσεται μὲν γὰρ ἐπὶ βραχὺ καὶ τὰ μεγέθει ὑπερβάλλοντα τῶν ἀνθρωπίνων· ἀλλ’ ὅμως ὑπομενεῖ αὐτὰ τοῦ καλοῦ ἕνεκα, καὶ θαρρήσει δὲ ὡς δεῖ καὶ ὅτε δεῖ. ἔστι δὲ τὰ φοβερὰ καὶ μᾶλλον φοβεῖσθαι καὶ ἧττον· καὶ γὰρ τῶν μὴ ἀνδρείων μηδὲ δειλῶν ἀλλὰ μέσων ἄλλος ἄλλου ταὐτὰ ἢ μᾶλλον ἢ ἧττον φοβεῖται. ἔστι δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι ὡς φοβερά, ὅπερ πάσχει ὁ δειλός. οὐχ ὥσπερ δὲ ἡ ἀρετὴ διορίζεται τούτοις τοῖς ἀριθμοῖς οἷς ἀεὶ διορίζομεν τὸ ὧν δεῖ πρακτικὴν εἶναι καὶ πρὸς οὓς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ ὡς δεῖ καὶ οὗ ἕνεκα δεῖ, οὕτως καὶ ἡ κακία· ἀλλὰ κἄν ἕν τι τούτων παραβαίνῃ, κατὰ κακίαν ἤδη ἐστὶ τὸ γινόμενον· διό φησι γίνεσθαι τῶν ἁμαρτιῶν τῶν κατὰ τὴν δειλίαν τὴν μὲν ὅτι οὐ δεῖ, τὴν δὲ ὅτι οὐχ ὡς δεῖ· ἔστι δὲ τοῦ ὅτε παραβατικὴν εἶναι ἤ τινος ἄλλου τῶν τοιούτων· ὁμοίως δὲ καὶ περὶ τὰ θαρραλέα οἱ θαρσεῖς εἰσιν ἀπαντητικοὶ ἢ ὅτε οὐ δεῖ θρασυνόμενοι ἢ πρὸς οὓς <οὐ> δεῖ ἢ κατά τινα ἄλλον τῶν εἰρημένων ὁ μὲν οὖν ἅπαντας φυλάττων τοὺς εἰρημένους διορισμοὺς ἀνδρεῖος, μάλιστα δὲ τὸ οὗ ἕνεκα· πάσης γὰρ ἐνεργείας τέλος τὸ κατὰ τὴν ἕξιν, οἷον τῆς ἐν τῷ οἰκοδομεῖν ἐνεργείας τέλος τὸ κατὰ τὴν οἰκοδομικήν. οὕτως δὴ καὶ τῶν κατὰ τὴν ἀνδρείαν πράξεων τέλος τὸ κατὰ τὴν ἀνδρείαν· τέλος δὲ τῆς ἀνδρείας τὸ καλόν, ὥστε καὶ ταῖς κατὰ ταύτην πράξεσιν. ὁ οὖν ῦπομένων τὰ δεινὰ ἕνεκεν τοῦ καλοῦ ἀνδρεῖος. ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει, τουτέστιν ἑκάστη πρᾶξις καλὴ δοκεῖ εἶναι διὰ τὸ τέλος ἢ αἰσχρά· ἄν μὲν γὰρ καλοῦ ἕνεκα γένηται, καλὴ· καὶ ἡ πρᾶξις, ἂν δὲ αἰσχροῦ ἕνεκα γένηται, αἰσχρά. καὶ γὰρ ἡ ἀνδρεία καλόν, ἐπειδὰν τὸ τέλος αὐ. τῆς καλόν. τοὺς δὲ κατὰ τὴν αὐτῆς ὑπερβολήν, ὡς καὶ πρότερον εἶπε, λαμβάνει πλείονας, τὸν ἐν τῇ ἀφοβίᾳ ὑπερβάλλοντα, ὃν λέγει ἀνώνυμον· οὐ γὰρ εἰώθαμεν ἀφόβους τινὰς καλεῖν ὥσπερ θρασεῖς. εἴη δ’ ἄν τις ἐν πᾶσι μαινόμενος, εἰ μηδὲ τὰ ὑπὲρ ἄνθρωπον φοβοῖτο. ὁ δὲ τῶ θαρρεῖν ὑπερβάλλων θρασύς· δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι. ἀλαζόνας δὲ καλοῦσι τοὺς προσποιητικοὺς τῶν μὴ ὑπαρχόντων. τοιοῦτος δὲ καὶ ὁ θρασύς· προσποιεῖται γὰρ ἀνδρεῖος εἶναι οὐκ ὤν· ἐν οἷς οὖν δύναται, μιμεῖται τὸν ἀνδρεῖον, διαμαρτάνων· θρασύνεται γὰρ πρὸ τῶν δεινῶν, ἐν δ’ αὐτοῖς γενόμενος οὐχ ὑπομένει. διὸ καὶ εἰσὶν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι. παράδειγμα δὲ τῶν τοιούτων καὶ Ὅμηρος πεποίηκε τοὺς βαρβάρους εἰπὼν ‟κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν“· θρασυνομένων γὰρ ὁ πρὸ καιροῦ θόρυβος· οἱ δ’ ἀνδρεῖοι πρὸ τῶν δεινῶν ἡσύχιοι ὄντες, ὅταν ἐν τοῖς δεινοῖς γένωνται, τὸ θάρρος ἐνδείκνυνται. παράδειγμα δὲ καὶ τούτων οἱ Ἕλληνες, ‟οἵ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνέοντες“. δειλὸς δέ ἐστιν ὁ τῷ μὲν φοβεῖσθαι ὑπερβάλλων, ἐλλείπων δὲ τῷ θαρρεῖν· μᾶλλον δέ φησι καταφανής ἐστιν ἐν ταῖς λύπαις ὑπερβάλλων, τουτέστιν ἐν τῷ φόβῳ. λύπη γάρ τις ὁ φόβος· οὐχ οὕτω γὰρ λέγεται τὸ μὴ θαρρεῖν καὶ τὸ φοβεῖσθαι· τὸ μὲν γὰρ θαρρεῖν κατὰ τὸ τολμητικὸν εἶναι εἰς τοὺς κινδύνους λέγεται, ἔτι δὲ καταφρονεῖν τῶν ἐχθρῶν· τὸ δὲ λυπεῖσθαι δηλοῖ τὸν τῇ ψυχῇ καταπεπτωκότα καὶ δύσελπιν καὶ προσδοκῶντα μεγάλα κακά. Καθάπερ οὖν εἴρηται, φησίν, ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρραλέα καὶ φοβερά, ἐν οἷς εἴρηται· οὐ γὰρ ὁ περὶ πάντα τὰ κακὰ ὡς ἐλέγετο θαρραλέως ἔχων καὶ ἀδεῶς ἀνδρεῖος, ἀλλ’ ὁ πρὸς θάνατον ἀδεὴς τὸν ὑπὲρ τοῦ καλοῦ. διὰ γὰρ τὸ καλὸν ὑπομένει τὰ δεινὰ ὁ ἀνδρεῖος. καὶ ὅτι αἰσχρὸν τὸ μὴ ὑπομένειν· ἔνια δὲ φαντασίαν παρέχει ἀνδρείων, ἔτι δὲ δειλῶν καὶ ἀσθενῶν οἷον τὸ ἀποθνήσκειν φεύγοντα πενίαν ἢ ἔρωτα ἢ ἄλλο τι λυπηρόν· μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα. ἀντίκειται μὲν οὖν ἡ μαλακία τῇ καρτερία, ἀλλ’ ὅμως καὶ τοῦ ἀνδρείου ἐστὶν ἀλλοτρία. λέγει δὲ καὶ ἄλλας πέντε ἀνδρείας ὀνομάζεσθαι ὁμωνύμως τῆ κυρίως λεγομένῃ ἀνδρείᾳ· εἰσὶ δὲ τοῦ εἴδους τῶν ὁμωνύμων τοῦ καθ’ ὁμοιότητα λεγομένου· ὅμοιαι γὰρ δοκοῦσιν εἶναι τῇ ἀνδρείᾳ, ἀλλ’ ἡ μὲν μᾶλλον, ἡ δὲ ἧττον. Πρῶτον δὲ ἐκτίθεται τὴν λεγομένην πολιτικὴν ἀνδρείαν· ὑπομένουσι γὰρ οἱ πολῖται τοὺς κινδύνους διὰ τὰ ἐκ τῶν νόμων πρόστιμα καὶ ὀνείδη καὶ διὰ τὰς προκειμένας τοῖς καλῶς κινδυνεύσασι τιμάς. μάλιστα δ’ αὕτη ὁμοία ἐστὶ τῇ δι’ ἰδῶ, ἥ γε εἰ καὶ μή ἐστιν ἀρετὴ ἀλλ’ ὅμοιόν τι ἀρετῇ· διάθεσις γάρ ἐστι παθητική. ὅτι δέ ἐστιν ἐπαινετή, λεχθήσεται ἐν τοῖς περὶ αὐτῆς λόγοις. οὐ μόνον δὲ δι’ ἰδῶ γίνεται τὰ κτὰ τὴν πολιτικὴν ἀνδρείαν ἀλλὰ καὶ διὰ τιμῆς ὄρεξιν καὶ φυγὴν ὀνείδους, ὧν ἡ μὲν τιμὴ καλόν τι, τὸ δ’ ὄνειδος αἰσχρόν. σχεδὸν οὖν καὶ ὁ κατὰ τὴν πολιτικὴν ἀνδρείαν ποιῶν διά [τε] τὸ καλὸν ποιεῖ, εἴπερ διὰ τιμὴν πράττει· ἡ δὲ τιμὴ καλὸν ἢ δι’ αἰσχροῦ φυγήν, εἴπερ τὸ ὄνειδος αἰσχρόν. οὐ μὴν ὅ γε τῷ ὄντι ἀνδρεῖος διὰ τὴν τιμὴν ποιήσει ἢ φεύγων τὸ ὄνειδος, ἀλλὰ κἀν μὴ ἐλπίζῃ τιμηθήσεσθαι διὰ τὸ καλὸν αὐτὸ ποιήσει (τὸ δὲ καλόν ἐστι, ὅπερ καὶ ὁ λόγος ὑπαγορεύει) καὶ οὐ φεύγων τὸ ὄνειδος ἀλλὰ τὸ τῷ ὄντι αἰσχρόν· αἰσχρὸν δὲ μὴ ποιεῖν τὰ κατὰ τὸν λόγον. πλὴν ἔοικέ γε μάλιστα αὕτη ἡ πολιτικὴ ἀνδρεία, τῷ ὑπὸ τῶν ἀρχόντων ἀνάγκαζομένους δρᾶν τὰ τῶν ἀνδρείων ἔργα ἢ ὅσοι διὰ φόβον θανάτου τοῦ ὑπὸ τῶν ἀρχόντων ἀναγκάζονται μέλλοντες κινδυνεύειν. τάξαι μὲν ἄν τις, ὥς φησιν, ὑπὸ τὴν πολιτικὴν ἀνδρείαν, ἐπειδὴ καὶ οὗτοι προστάγματι ἄρχοντος ὥσπερ νόμου ὄντος ὑπηρετοῦσι, χείρους δ’ εἰσὶ τῶν προειρημένων· οἱ μὲν γὰρ δι’ αἰδῶ καὶ τιμῆς ὄρεξιν πράττουσιν, οἱ δὲ διὰ φόβον. φεύγοντες οὖν τὸ λυπηρόν, οὐκ ἐφιέμενοι τοῦ ἐντίμου, κινδυνεύουσιν. Ἄλλο δ’ εἶδος ἀνδρείας, γενομένης ὁμωνύμου τῆς ὡς ἀληθῶς ἀνδρείας τῇ κατ’ ἐμπειρίαν· δοκεῖ γὰρ ἡ περὶ ἕκαστον ἐμπειρία ἀνδρεία εἶναι. ἐν γοῦν θαλάττῃ οἱ ἔαπειροι τῆς θαλάττης ἀδεῶς φέρουσι τοὺς κινδύνους καὶ ἡνιοαι χοῦσιν ἀδέως οἱ ἔμπειροι ἡνιοχείας, καὶ ἐν ταῖς ἀγωνίαις οε αγωνιζον ἀδεῶς οὗ ἂν τύχωσιν ἀγωνίσματος ἔμπειροι ὄντες. διὸ καὶ Σωκράτη· ᾠήθη, φησί, τὴν ἀνδρείαν ἐπιστήμην εἶναι. ταῦτα δὲ λέγει, ὡς τοῦ Σωκράτους τοὺς ἐμπείρους τῶν δεινῶν καὶ ἐπιστήμονας αὐτῶν νομίζοντος. σκεπτέον δὲ· εἰ οὕτως λέγουσιν οἵ τε ἄλλοι Σωκράτους ἑταῖροι περὶ ἀνδρείας καὶ ὁ ἐν τῷ Λάχητι τῷ Πλάτωνος Σωκράτης. τοιοῦτοι δέ φησιν ἄλλοι μὲν ἐν ἄλλοις, τουτέστιν ἔμπειροι καὶ διὰ τοῦτο ὑπομενητικοί, ἐν τοῖς πολεμικοῖς δὲ οἱ στρατιῶται· στρατιώτας δὲ λέγει τοὺς ἀεὶ μισθοφοροῦντας· οὗτοι γὰρ διὰ τὴν ἐμπειρίαν μένοντες πολλάκις ἐν ταῖς μάχαις δοκοῦσιν ἀνδρεῖοι εἶναι· ἃ δὲ ποιεῖ αὐτοὺς μένειν, ἐξηγεῖται· πρῶτον μὲν ἴσασι τὰ κενὰ τοῦ πολέμου· ἔστι γάρ τινα ἃ φοβερὰ μὲν δοκεῖ, ἔχει δὲ οὐδέν, ἃ λέγε κενά· ἔπειτα ἐκ τῆς ἐμπειρίας καὶ φυλάξασθαι καὶ πατάξαι δύνανται ὥσπερ οἱ ἄγα θοῖ πύκται, καὶ τοῖς ὅπλοις χρῆσθαί εἰσιν ἔμπειροι· ἔτι δὲ αὐτοῖς τοῖς ὅπλοις ἄριστά εἰσι παρεσκευασμένοι. ὥσπερ οὖν ἁ θλῆταί ἰδιώταις μάκινδυνεύσασι χονται· καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσι, τουτέστι τοῖς γυμνικοῖς, οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν, ἀλλ’ οἱ μάλιστα ἰσχυόντες καὶ τὰ σώματα ἄριστα ἔχοντες· ἢ περὶ τῶν στρατιωτικῶν εἴρηκε τὸ ἐν τοῖς τοιούτοις ἀγῶσι, τουτέστι τοῖς πολεμικοῖς, οὐχ οἱ ἀνδρειότατοί εἰσι μαχιμώτατοι καὶ τὰ ἑξῆς· οἱ πλεῖστοι γὰρ αὐτῶν στρατεύονται καὶ τοῖς σώμασιν ἰσχύοντες καὶ ἐν ἀκμῇ τῆς ἡλικίας· διὰ ταύτα οὖν μένουσιν· οὐδεὶς δ’ αὐτῶν διὰ τὸ καλόν. μάλιστα δὲ ἐλέγχονται οἱ στρατιῶται, ὅταν μέγας ὁ κίνδυνος γένηται καὶ λείπωνται πλήθεσιν ἢ παρασκευαῖς. πρῶτοι γὰρ φεύγουσι· τὰ δὲ πόλιτικὰ μένοντα, φησίν, ἀποθνήσκει. ἐν οἷς ἐνδείκνυσιν, ὅτι πολὺ ἀμείνων ἡ πολιτικὴ ἀνδρεία τῆς δι’ ἐμπειρίαν. ἔοικε δὲ καὶ αὕτη τῇ ἀνδρείᾳ. διὸ καὶ μένουσιν ὥσπερ οἱ ἀνδρεῖοι ἐν τοῖς κινδύνοις στρατιῶται καὶ οὔτε φοβοῦνται καὶ θαρροῦσιν ὥσπερ καὶ οἱ ἀνδρεῖοι, οὐ μέντοι διὰ τὸ καλὸν ἀλλὰ διὰ τὴν ἐμπειρίαν. Τρίτον δὲ εἶδος τῆς καθ’ ὁμωνυμίαν ἀνδρείας τὸ θυμικόν. καὶ γὰρ τὰ θηρία ἀνδρεῖα καλεῖται, ὅσα θυμοειδῆ καὶ φέρεται ὑπὸ θυμοῦ ἐπὶ τοὺς τρώσαντας· οἱ γὰρ ἀνδρεῖοι θυμοειδεῖς καὶ ἄγει μάλιστα πρὸς τοὺς κινδύνους ὁ θυμός· πράττουσι μὲν οὖν οἱ ἀνδρεῖοι διὰ τὸ καλόν, χρῶνται δὲ τῷ θυμῷ συνεργῷ· οἷον γὰρ ἐνθουσιᾶν ποιεῖ ὁ θυμὸς ἐν τοῖς κινδύνοις. ὁ μὲν οὗν ἀνδρεῖος μετὰ θυμοῦ· δραστικὸν γὰρ ὁ θυμός· οὐ μὴν ὁ μετὰ θυμοῦ δρῶν πάντως ἀνδρεῖός ἐστι· καθ’ ὁμωνυμίαν δὲ δεῖ λαβεῖν τὸν ἰού ἀνδρείου θυμόν, οὐχὶ ἔκστασίν τινα, ἀλλὰ τοῦ λόγου κελεύοντος συνεξορμῶντα τὸν θυμόν. οὐ γὰρ ὁμοίως πράττομεν ἄθυμοι ὄντες καὶ διεγείροντος ἡμάς τοῦ θυμοῦ· τὰ θηρία δὲ οὐ κυρίως ἀνδρεῖα ἢ διὰ φόβον ἐπιόντα ἢ διὰ λύπην τὴν ἐκ τῆς πληγῆς. ὅλως δὲ οἱ διὰ πάθος μόνον παρακινδυνύοντες οὔκ εἰσιν ἀνδρεῖοι· ἐπεὶ οὕτως γε καὶ οἱ μοιχοὶ ἀνδρεῖοι ἄν ἦσαν δι’ ἐπιθυμίαν τολμηρὰ δρῶντες. οὔτε οὖν οἱ δι’ ἐπιθυμίαν οὔτε οἱ διὰ θυμὸν ἐπικίνδυνα ὑπομένοντες ἀνδρεῖοι ὡς ἀληθῶς, ἀλλ’ οἱ διὰ τὸ καλόν. ἔοικε δὲ καὶ ἡ διὰ θυμὸν ἀνδρεία τῇ ὡς ἀληθῶς, ἐπεὶ καὶ ἡ αὐτῆς τῷ ὄντι ἐνέργεια μετὰ θυμοῦ καὶ ὅτι οἱ ἀνδρεῖοι θυμοειδεῖς. φυσικωτάτη δέ φησιν ἔοικεν εἶναι ἡ διὰ τὸν θυμὸν ἀνδρεία. ἴσως μὲν γὰρ πασῶν τῶν ὁμωνύμων κρείττων ἡ πολιτικὴ διὰ τὰ εἰρημένα· ἡ δὲ διὰ θυμὸν φυσική, ἐπειδὴ ὁ θυμὸς φυσικὸν καὶ δοκοῦμεν φύσει οἱ ἄνθρωποι ἐφίεσθαι τοῦ τιμωρεῖσθαι τοὺς ἀδικοῦντας ἡμάς, ὅπερ τοὐ θυμοῦ ἔργον ἐστί. φησὶ δὲ ὅτι προσλαβοῦσα ἡ τοιαύτη διάθεσις προαίρεσιν καὶ τὸ τοῦ καλοῦ ἕνεκα πράττειν, εἴη ἄν ἀνδρεία. ὁ γὰρ θυμοειδής προσλαβὼν προαίρεσιν καλὴν ἐξ ἔθους καὶ λόγον καὶ τὸ τοῦ καλοῦ ἕνεκα πράττειν τὰ ἐν τοῖς δεινοῖς εἴη ἄν ὡς ἀληθῶς ἀνδρεῖος. Τέταρτον δὲ εἶδος τῆς καθ’ ὁμωνυμίαν ἀνδρείας τὸ τῶν εὐελπίδων, οἳ διὰ <τὸ> πολλοὺς καὶ πολλάκις νενικηκέναι, ὥς φησι, θαρροῦσιν· δέ εἰσι καὶ οὗτοι τοῖς ἀνδρείοις, ἐπειδὴ καὶ οἱ ἀνδρεῖοι θαρροῦσιν ἐν τοῖς δεινοῖς· θαρροῦσι δὲ καὶ οἱ εὐέλπιδες, οὐ μὴν διὰ τὰ αὐτά, ἀλλ’ οἱ μὲν εὐέλπιδες διὰ τὸ οἴεσθαι κρείττους εἶναι καὶ μηδὲν ἄν παθεῖν. ἐοικέναι δ’ αὐτούς φησι τοῖς μεθυσκομένοις· καὶ γὰρ οἱ μεθύοντες εὐέλπιδες ὡς ἐπὶ τὸ πολὺ γίνονται, καὶ οὗτοι μεθύσκονταί πὼς ὑπὸ τῆς εὐελπιστίας καὶ διὰ τοῦτο θαρροῦσιν, ἐπεί, ἄν γέ τι συμβῇ αὐτοῖς παρὰ τὴν ἐλπίδα, φεύγουσιν. ὁ δὲ ἀνδρεῖος τὰ φοβερὰ ἀνθρώπῳ καὶ μάλιστα καὶ φαινόμενα ὑπομένει, ὅτι καλὸν τὸ ὑπομεῖναι, αἰσχρὸν δὲ τὸ μὴ ὑπομεῖναι. διὰ τοῦτο δὲ εἶπε τὰ φοβερὰ ἀνθρώπῳ, ἐπειδὴ τὰ ὑπὲρ ἄνθρωπον καὶ ἀνδρεῖος φοβεῖται, ὥσπερ εἴρηται πρότερον. εἰπὼν δὲ ὅτι τὸ ὑπομένειν τὰ φοβερὰ ἀνθρώπῳ ἀνδρείου ἐστίν, ὅταν διὰ τὸ καλὸν ὑπομένῃ, ἐπιφέρει· διὸ καὶ ἀνδρειοτέρου δοκεῖ εἶναι τὸ ἐν τοῖς αἰφνιδίοις φόβοις ἀτάραχον εἶναι, ἐνδεικνύμενος ὅτι ὁ τῷ ὄντι ἀνδρεῖος τῷ ἔχειν τὴν ἕξιν τῆς ἀνδρείας τοιοῦτός ἐστιν. ἡ δὲ ἕξις ἑτοίμους παρέχει πρὸς τὸ πράττειν τὰ κατ’ αὐτήν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πράξεων ἔχει. καὶ γὰρ ῥητορεύει προχείρως ὁ τὴν ῥητορικὴν ἕξιν ἔχων, ἐκ παρασκευῆς δ’ εἴποι ἂν καὶ ὁ μηδέπω ἔχων ἱκανῶς τὴν ἕξιν· οὕτως δὲ καὶ ὁ τὴν ἀνδρείαν ἔχων ῥᾳδίως ὑπομένει τὰ φοβερά, κἂν αἰφνίδια ᾖ, καὶ ταχέως γνωρίζεται ἃ δεῖ αὐτὸν καὶ πράττειν καὶ ὑπομένειν. πῶς δὲ λέγει ἀνδρειοτέρους εἶναι τοὺς τοιούτους; ἀρά γε ὡς οὔσης ἀνέσεως καὶ ἐπιτάσεως ἐν τῇ ἀνδρείᾳ καὶ ὡς ὄντων μὲν ἀνδρείων καὶ τῶν ἐκ παρασκευῆς ὑπομενόντων τοὺς κινδύνους, μᾶλλον δὲ τῶν τοὺς αἰφνιδίους ἀνεχομένων; ἢ διὰ τοῦτο προσέθηκε τὸ δοκεῖν; δοκεῖ μὲν γὰρ ἴσως ἀνδρείοτερος εἶναι ὁ τὴν ἕξιν ἔχων, ἔστι δὲ μόνος οὗτος ὡς ἀληθῶς ἀνδρεῖος. Ἐπὶ πᾶσι δὲ ἀριθμεῖ πέμπτον εἶδος ὁμωνύμου ἀνδρείας τὸ τῶν δι’ ἄγνοιαν θαρρούντων, ὅταν οἴωνται μὲν ἄλλοις συμβάλλειν καὶ ἐλάττοσιν ἑαυτῶν, θαρροῦσι δὲ δι’ αὐτὴν τὴν αἰτίαν. ἐοίκασι δὲ καὶ οὗτοι τοῖς ἀνδρείοις, διόπερ θαρροῦσιν ὥσπερ καὶ οἱ ἀνδρεῖοι, καί εἰσιν οὐ πόρρω τῶν εὐελπίδων, ὥς φησι. καὶ γὰρ οὗτοι διὰ τὴν ἄγνοιαν εὐέλπιδες γίνονται, χείρους δὲ αὐτῶν εἰσιν ἢ ἴσον οὐδὲν ἔχουσιν ἀξίωμα. οἱ μὲν γὰρ διὰ τὸ πολλάκις κατωρθωκέναι εὐέλπιδες μετὰ φρονήματός τινος ἐπίασι (διὸ καὶ μένουσί χρόνον ἐν τοῖς κινδύνοις), οἱ δὲ δι’ ἄγνοιαν ἀπατηθέντες, ἄν γνῶσιν ὅτι ἕτεροί εἰσι, πρὸς οὗς ἡ μάχη καὶ κρείττους αὐτῶν, ταχὺ φεύγουσιν, ὅπερ φησὶ παθεῖν Ἀργείους· ᾔεσαν γὰρ ὡς ἐπὶ Σικυωνίους καταφρονοῦντες αὐτῶν· ἦσαν δ’ οὐ Σικυώνιοι ἀλλὰ Λακεδαιμόνιοι· ὡς δὲ περιέπεσον αὐτοῖς καὶ ἔγνωσαν Λακεδαιμονίους, ταχὺ ἔφυγον ἀποστραφέντες. Περὶ θάρρη δὲ καὶ φόβους τὴν ἀνδρείαν οὖσαν, οὐχ ὁμοίως φησί περὶ ἄμφω εἶναι ἀλλὰ μᾶλλον περὶ τὰ φοβερά, οὐ τῷ φοβεὶσθαι πλεονάκις ἢ θαρρεῖν, ὡς κατά γε τοῦτο μᾶλλον περὶ τὸ θάρρος ἡ ἀνδρεία ἐστὶν ἢ περὶ τὸν φόβον, ὅπερ προειρήκαμεν, ἀλλὰ τὸ ἐν τοῖς φοβεροῖς ἄφοβον εἶναι καὶ ἀτάραχον, ἅ ἐστι μὲν ἀμφότερα τοῦ ἀνδρείου, καὶ τὸ θαρραλέον καὶ τὸ ἄφοβον, ἀλλὰ μᾶλλον εἰδοποιεῖται ὁ ἀνδρεῖος τῷ ἄφοβος εἶναι ἐν τοῖς δεινοῖς· οὐχ οὕτως δὲ τῷ ἰτητικὸς εἶναι ἐπὶ τὰ δεινά, διὸ καὶ ἐπίλυπον δοκεῖ εἶναι ἡ ἀνδρεία· ὑπομενητικὴ γὰρ δεινῶν καὶ ἐπαινεῖται δικαίως. δυσκολώτερον γὰρ τὸ λυπηρὰ ὑπομένειν ἢ τῶν ἡδέων ἀπέχεσθαι, ὥστε κατά γε τοῦτον τὸν λόγον ἀξιέπαινος μᾶλλόν ἐστι τῆς σωφροσύνης. τὸ μὲν οὖν τέλος τῆς ἀνδρείας καλὸν καὶ ἡδὺ ἅμα. δοκεῖ δὲ ἀφανίζεσθαι, τουτέστιν ἀφανὲς γίνεσθαι τὸ ἡδὺ αὐτῷ ὑπὸ τῶν κύκλων. κύκλους δὲ λέγει ἰοὺς πόνους, οὓς ὑπομένουσιν ἐν τοῖς δεινοῖς οἱ ἀνδρεῖοι. ὁ μὲν οὖν θάνατος, φησί, καὶ τὰ τραύματα λυπηρὰ τῷ ἀνδρείῳ καὶ ἄκοντι ἔσται. λυπηρὰ μὲν λέγει τὰ ἐπίπονα· ἀνάγκη γὰρ ἄνθρωπον ὄντα πονεῖν μαχόμενον καὶ τιτρωσκόμενον, εἰ οὕτω τύχοι. ἄκοντι δέ, ὅτι αὐτὰ καθ’ αὑτὰ οὐκ ἂν ὑπέμεινεν, οὔτε τοὺς πόνους· ὑπομένει δὲ αὐτά, ὅτι καλὸν ἢ ὅτι αἰσχρὸν τὸ μὴ ὑπομένειν· καὶ ὅσῳ ἂν μᾶλλον, φησί, τὴν ἀρετὴν ἔχῃ πᾶ ’σαν καὶ εὐδαιμονέστερος ᾖ, λυπηθήσεται ἐπὶ τῷ θανάτῳ, ἂν μάτην γένηται δηλονότι καὶ μηδενὸς καλοῦ ἕνεκα, ἀλλ᾿ οὐδὲν ἧττον, φησίν, ἀνδρεῖός ἐστιν ὑπομένων τὸν θάνατον διὰ τὸ καλόν, καὶ μᾶλλον, ὅτι ἀντὶ τῆς ἐν ἰῷ ζῆν εὐδαιμονίας αἱρεῖται τὸν ὑπὲρ τοῦ καλοῦ θάνατον. οὐ δὴ ἐν πάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν ὑπάρχει· ἡ μὲν γὰρ καὶ ἐλευθεριότητα ἐνέργεια ἡδεῖα καὶ ἡ κατὰ σωφροσύνην καὶ ἡ κατὰ τὰς ὁμοίας, ἡ δὲ κατὰ τὴν ἀνδρείαν ἐπίπονος· πλὴν κατὰ τοσοῦτον ἡδεῖα, ὅσον ἡ ἀναφορὰ ἐπὶ τὸ τέλος ὂν καλὸν καὶ ἡδύ. στρατιώτας δ’ οὐδὲν ἴσως κωλύει, φησί, μὴ τοὺς τοιούτους κρατίστους εἶναι καὶ τὰ ἑξῆς, ἐν οἷς ἐνδείκνυται ὅτι ἐγχωρεῖ στρατιώτας χρησίμους εἶναι, λέγω δὲ ὡς μισθοφόρους, ἀνδρείους μὲν μὴ ὄντας, ἑτοίμους δὲ πρὸς θάνατον. τοιούτων γὰρ μᾶλλον δέονται οἱ μισθούμενοι στρατιώτας, ἀνδρείους δὲ ἴσως οὐ δέονται μισθοφόρους γενέσθαι, πλὴν εἰ μὴ μεγάλῃ ἀνάγκῃ καὶ τύχῃ τινὶ καταληφθεῖεν. οὔ φησι δ’ εἶναι χαλεπὸν ἐκ τῶν εἰρημένων λαβεῖν τί ἐστιν ἀνδρεία· εἴη δ᾿ ἄν ὡς τύπῳ λαβεῖν ἕξις ὑπομενετικοὺς παρέχουσα κινδύνων καὶ θανάτων ἕνεκα τοῦ καλοῦ. Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης. τὴν σωφροσύνην καὶ τὴν ἀνδρείαν τῶν ἀλόγων μερῶν ἀρετὰς λέγει. ἡ μὲν γὰρ σωφροσύνη τοῦ ἐπιδυἄμφω 88 ASPASII IN ETH. ’d. M. Ill i; ; l. p. ’-. -UlSaG] περὶ ἡδονάς ἐπεὶ δὲ πρότερον αὐτὴν ἀπέδωκε μεσότητα, περὶ ἡδονὰς μόνον αὐτὴν εἶπε μεσότητα· ἧττον γάρ ἐστι περὶ λύπας. κατὰ τοσοῦτον γὰρ λέγεται περὶ λύπας εἶναι ὁ σώφρων, ὅσον μὴ λυπεῖται τῇ τῶν ἡδονῶν ἀπουσία, ἐπεὶ ἥ τε ἐνέργεια τῆς σωφροσύνης περὶ ἡδονάς ἐστι. περὶ ποίας δὲ ἡδονάς ἐστι μεσότης, δείκνυσι τρόπον τινὰ χρώμενος διαιρέσει τοιαύτῃ. τῶν ἡδονῶν αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί· καὶ ψυχικαὶ μέν, ἐν αἷς αὐτὴ καθ’ αὑτὴν ἥδεται ἡ ψυχή, σωματικαὶ δέ; ἃς ἥδεται διὰ τοῦ σώματος ἡ ψυχή, οἷον φιλοτιμία φιλομαθία. ἑκάτερον γὰρ τούτων φησὶ τῶν τε φιλοτίμων καὶ τῶν φιλομαθῶν χαίρειν μηδὲν πάσχοντος τοῦ σώματος, ἀλλὰ μᾶλλον τῆς διανοίας. πῶς δὲ λέγει πασχούσης τῆς διανοίας χαίρειν τοὺς φιλομαθεῖς ἢ τοὺς φιλοτίμους; οὐ γὰρ δὴ τὸ χαίρειν καὶ ἡδοναὶ ἐν τῇ διανοίᾳ, ἀλλ’ ἐν τῷ παθητικῷ μορίῳ τῆς ψυχῆς. πότερον οὖν διάνοιαν εἶπεν ἀντὶ τοὐ· ψυχὴν κοινότερον, ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι ἑκάτερος τούτων χαίρει μὲν τῷ παθητικῷ μορίῳ τῆς ψυχῆς, οὐ τοῦ σώματος πάσχοντός τι, καθάπερ ἐπὶ τῶν σωματικῶν ἡδονῶν ἀλλὰ τῆς διανοίας; ἡ δὲ διάνοια τοιοῦτόν τι πάσχουσα ἐννοεῖ, ὅτι ἐπέτυχε οὗ ἐβούλετο· ἡ μὲν διάνοια τοῦ φιλομαθοῦς ὅτι ἐπέτυχε μαθήματος, ἡ δὲ τοῦ φιλοτίμου, ὅτι ἐπέτυχε τιμῆς. ταύτῃ δὲ τῇ κινήσει τῆς διανοίας, ἣν πάθος προσηγόρευσεν, ἐπακολουθεῖ ἡδονὴ ἐν τῷ παθητικῷ ὄντι μορίῳ τῆς ψυχῆς. οἱ δὲ περὶ τὰς ψυχικὰς ἡδονὰς ὄντες οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται· οὐδὲ γὰρ τοὺς φιλομύθους καὶ διηγητικοὺς λέγομεν ἀκολάστους ἀλλ’ ἀδολέσχους· οὐδὲ περὶ λύπας ἐστὶ τὰς ψυχικὰς ἢ σωφροσύνη ἢ ἀκολασία· τοὺς γὰρ ἐπὶ χρημάτων ἀποβολῇ ἢ φίλου λυπουμένους ἢ ἐπὶ τῇ κτήσει χαίροντας οὔτε σώφρονας οὔτε ἀκολάστους λέγομεν. φαίνεται οὖν περὶ τὰς σωματικὰς εἶναι ἡ σωφροσύνη ἡδονάς, ἔστι δὲ οὐ περὶ πάσας τὰς σωματικάς. ἵν’ οὖν δῆλον γένηται, περὶ τίνας ἐστί, διαιρετέον τὰς σωματικάς. ἔστι δὴ εἴδη τῶν σωματικῶν ἡδονῶν, ὅσα καὶ τῶν αἰσθήσεων. ὅσαι γὰρ αἱ αἰσθήσεις, τοσαῦται καὶ αἱ σωματικαὶ ἡδοναί, αἱ μὲν δι’ ὄψεως, αἱ δὲ δι’ ἀκοῆς, αἱ δὲ διὰ τῶν ἄλλων αἰσθήσεων. οὐκ ἔστι δὴ περὶ τὰς δι’ ὄψεως ἡδονὰς ἡ σωφροσύνη οὐδ’ ἡ ἀκολασία· οἱ γὰρ χαίροντες χρῶμα σί’ καὶ σχήμασι ἤμασι καὶ γραφαῖς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται, καίτοι ἔστι ἐπὶ τούτων ὡς δεῖ χαίρειν καὶ καθ’ ὑπερβολὴν καὶ κατ’ ἔλλειψιν· ἀλλ’ οὔτε εἰς σωφροσύνην ἀναφέρεται τὸ ὡς δεῖ οὔτε εἰς ἀκολασίαν τὸ καθ’ ὑπερβολὴν οὔτε τὸ κατ’ ἔλλειψιν εἰς τὴν παρακειμένην τῇ σωφροσύνῃ, ἣν ἀναισθησίαν ἐνίοτε ὀνομάζει. ἐπειδὴ οὗν ἔστι καὶ ἐν ταῖς περὶ τὴν ὄψιν ἡδοναῖς τὸ ὡς δεῖ χαίρειν, δόξει τις καὶ ἀρετὴ εἶναι. τὸ γὰρ ὡς δεῖ ἀρετῆς καὶ τὸ καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν κακίαι τινές· τίς οὖν ἡ περὶ τά ὁράματα ἀρετὴ καὶ τίνες αἱ κακίαι εἰπεῖν οὐ ῥᾴδιον. πότερον οὖν οὐδ’ εἰσὶν ἀρεταὶ ἀλλὰ καὶ ἐν ἰοῖς μέσοις ἀνθρώποις αἱ τοιαῦται ἔξεις γίνονται καὶ αἱ μὲν ἔχουσαι τὸ μέτρον ἐπαινεταί, αἱ δὲ παρὰ τὸ μέτρον ψεκταί, ἢ τῇ φρονήσει ἐπακολοθοῦσιν αἱ μεμετρημέναι ἕξεις, τῇ δ’ ἀφροσύνῃ αἱ διημαρτημέναι καὶ ἄμετροι; ἢ μᾶλλον τῇ σωφροσύνῃ: καθ’ αὑτὴν μὲν γάρ, φησίν, ἐστίν, ὡς προελθὼν ἐρεῖ, περὶ τὰς διὰ τῆς ἁφῆς ἡδονάς. παρακολουθεῖ δὲ τῷ σώφρονι τὸ καὶ ὁρατικῷ εἶναι τῶν ὁρατῶν μέχρις οὖ δεῖ καὶ ὧν δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμούς, τῷ δ’ ἀκολάστῳ τὸ ἄπληστον ἐν πᾶσι, τῷ δ’ ἀναισθήτῳ τὸ ἐλλείπειν ἐν πᾶσι. περὶ τούτων σκεπτέον. ταῦτα γὰρ λεκτέον καὶ περὶ τῶν κατὰ τὴν ἁφὴν καὶ περὶ τῶν κατὰ τὴν ὄσφρησιν. αὐτὸς μέντοι ἐν τοῖς ἑξῆς ἐκέξεισιν, ὅτι οὐκ ἔστιν ἡ σωφροσύνη οὐδ’ ἡ ἀκολασία περὶ τὰς κατὰ τὴν ἀκί) ἢν ἡδονὰς οὐδὲ περὶ τὰς κατὰ τὴν ὀσμήν· τοὺς γὰρ χαίροντας, φησί, θυμιαμάτων ὀσμαῖς ἢ ῥόδων ἢ μήλων οὐ λέγομεν ἀκολάστους, τοὺς δὲ χαίροντας σφόδρα ταῖς τῶν ὄψων ὀσμαῖς ἢ ταῖς τῶν μύρων, διότι ἀνάμνησις αὐτοῖς γίνεται τῶν ἐπιθθμημάτων. μύροις μὲν χαίρουσιν ἀναμιμησκόμενοι τῶν ἑταιρῶν, ὄψων δ’ ὀδμαῖς ἐννοοῦντες τὴν κατὰ τὴν βρῶσιν ἡδονήν· ἐπεὶ καὶ κατὰ τὰς ἄλλας τὰς προειρημένας αἰσθήσεις ἐνδέχεται κατὰ συμβεβηκὸς χ. αίρειν τὸν ἀκόλαστον· ἰδὼν γὰρ τὴν ἑταίραν ἡ τὸ ὄψον χαίρει ἐννοῶν τὴν ἀπόλαυσιν καὶ ἀκούσας φθεγγομένης τῆς ἑταίρας ἡ τῶν περὶ ὄψου διηγημάτων. αὕτη δ’ οὐκ ἔστιν ἁπλῶς κατ ὄψιν ἡδονὴ ἢ κατ’ ἀκοήν, ἀλλ’ ὅταν ἐπὶ μηδὲν ἄλλο ἀναφέρων χαίρῃ ἀλλ’ ἐπὶ τὸ ὁρατὸν ἢ τὸ ἀκουστόν, ὅπερ πάσχει κατὰ τ‘ὴν ὄψιν, ὁ χαίρων αὐτοῖς τοῖς χρώμασιν ἡ τοῖς σχήμασι κατὰ δὲ τὴν ἀκοὴν ὁ χαίρων αὐτοῖς τοῖ μέλεσι. παραπλησίως δὲ ἔχει καὶ ἐπὶ τῆς ὀσφρήσεως· καθ’ αὑτὰς γάρ εἰσιν ἡδεῖαι ὀσμαί, ὅταν ἐπὶ μηδὲν ἄλλο ἀναφέρων τις ἥδηται ἢ ἐπὶ τὴν ὀσμήν, οἷαί εἰσιν αἱ ἀπὸ τῶν ἀνθῶν, κατ’ ἀναφορὰν δὲ τὴν ἐπὶ τὰ βρώματα καιὰ σ· υμβεβηκός εἰσιν ἡδεῖαι. διὸ καὶ τοὺς ἄλλους ἀνθρώπους, οἱ μήτε σώφρονες μήτε ἀκόλαστοι λέγονται, ἴδοι ἄν τις χαίροντας ταῖς τῶν βρωμάτων ὀδμαῖς, ὅταν πεινῶσιν, ὅταν ὸὲ μὴ πεινῶσι, μηκέτι χαίροντας ὡς οὐχ ἑπομένης καθ’ αὑτὴν τῇ ὀσμῇ τῆς ἀπὸ τῶν βρωμάτων ἡδονῆς, ἀλλὰ κατὰ συμβεβηκός. φησὶ δὲ μηδὲ τοῖς ἄλλοις ζῴοις κατὰ ταύτας εἶναι τὰς αἰσθήσεις ἡδονήν (λέγω δ’ ὄψιν ἀκοὴν ὄσφρησιν) πλὴν κατὰ συμβεβηκός· οὐ οὕτω χαίρουσι ταῖς ὀδμαῖς τῶν λαγωῶν οἱ κύνες ὡς οἱ ἄνθρωποι τῇ τῶν ἀνθῶν, ἀλλὰ κατ’ ἀνάμνησιν τῆς βρώσεως· οὐδ’ ὁ λέων τῇ φωνῇ τὸ ὖ βοὸς οὕτως χαίρει ὡς ὁ ἄνθρωπος τῷ μέλει, ἀλλὰ χαίρει μὲν ὁ λέων τῇ ἐδωδῇ τοῦ βοὸς οὕτω χαίρει ὡς ἄνθρωπος τῷ μέλιτι], ὅτι δ’ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο· οὐδ’ εὑρὼν ἔλαφον οὕτως χαίρει ὡς σχήμασιν ὁ ἄνθρωπος ἢ τοῖς σώμασιν, ἀλλ᾿ ὅτι βορὰν ἔχει. διὰ τοῦτό φησι μὴ εἶναι διὰ τῶν εἰρημένων αἰσθήσεων ἡδονὴν τοῖς ἄλλοις ζῴοις, ὅτι οὐ κατὰ ψιλὰ τὰ ὁρατὰ ἢ τὰ ἀκουστὰ ἢ τὰ ὀσφραντὰ ἡδοναὶ αὐτοῖς γίνονται, ἀλλὰ κατ’ ἀνάμνησιν ἀφροδισίων ἡδονῶν μόνον μετέχουσι τὰ λοιπὰ ζῷα· περὶ τὰς τοιαύτας δὲ ἡδονάς ἐστι ἡ σωφροσύνη καὶ ἀκολασία, ὧν καὶ τὰ λοιπὰ ζῷα κοινωνεῖ· αὗται δ’ εἰσὶν αἱ δι’ ἁφῆς καὶ γεύσεως. διὸ ἀνδραποδώδεις καὶ θηριώδεις φαίνονται κοιναὶ οὖσαι καὶ τοῖς ἀλόγοις καὶ τοῖς ἀνδραπόδοις. φαίνονται δέ, φησί, καὶ τῇ γεύσει ἐπὶ μικρὸν ἢ μηδὲν χρῆσθαι· τοῦτο δὲ ἤτοι περὶ μόνων λέγει τῶν ἀκολάστων ἡ καὶ περὶ τῶν σωφρ. όνων, ὡς τῶν μὲν σωφρόνων μετρίως χαιρόντων ταῖς ὀσμαῖς, τῶν δ’ ἀκολάστων καθ’ ὑπερβολήν· λέγω δὲ ὀσμαῖς ταῖς ἀπὸ τῶν βρωμάτων ἢ ποτῶν· τῶν· διὸ καὶ μᾶλλον δοκεῖ περὶ τῶν ἀκολάστων λέγεσθαι· ἔστι μὲν γὰρ τῆς γεύσεως ἡ κρίσις· ἤδη δὲ ἕξιν τινὲς τοιαύτην πεποίηνται, ὥστε διαγνώσκειν ἐκ τῶν ὀδμῶν τοὺς οἴνους, τὸν αὐστηρὸν καὶ γλυκύν, καὶ ὅλως τὰς διαφορὰς αὐτῶν, καὶ τὰ ὄψα ἀρτύουσιν ὀσμέμενοι, ὥστε ἐνδέχεται διὰ τὴν αὐτὴν ἕξιν καὶ αὐταῖς χαίρειν ταῖς ὀδμαῖς τὸν ἀκόλαστον ὑπερβαλλόντως. ἀλλ’ ὅμως φησὶν ὅτι οὐκ αὐταῖς καθ’ αὑτὰς χαίρουσιν, ἀλλὰ τῇ ἀπολαύσει, ἥτις πᾶσα δι’ ἀφ’ ἦς ἐστι καὶ ἐν σιτίοις καὶ ἐν ’πὸ τῷ καὶ τοῖς ἀφροδισίοις λεγομέναις. τὸ δὲ λεγομένοις προσέθηκεν, εὐλάβειαν φιλοσόφῳ πρέπουσαν εὐλαβηθείς· οὐ γὰρ αὐτὸς ὀνομάζει αὐτά, φησίν, ἀφροδίσια ἀλλ’ ὠνομασμένοις χρῆται. εἰπὼν δὲ κοινοτάτην εἶναι πᾶσι τοῖς ζῴοις αἴσθησιν, καθ’ ἣν ἡ ἀκολασία (κατὰ γὰρ τὴν ἁφήν, ἥτις κοινὴ πᾶσιν ἐστὶ τοῖς ζῴοις), καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι οὐχ ᾗ ἄνθρωποί ἐσμεν ὑπάρχει, ἀλλ᾿ ᾗ ζῷα. τοῦτο δὴ ἔχει τινὰ ἀπορίαν· δοκεῖ γὰρ ἀκολασία καὶ ὅλως πᾶσα κακία ἴδιος εἶναι τοῦ ἀνθρώπου, τῶν δ᾿ ἄλλων ζῴων οὐδὲν ἀκόλαστον, οὐδὲ γὰρ σῶφρον, ἀλλὰ καὶ ὅσα λέγομεν ἀκόλαστα διὰ τὸ ἀφροδισιαστικὸν μεταφέροντες λέγομεν. ἔοικεν οὖν τοῦτο λέγειν, ἐπονείδιστος ἡ ἀκολασία, ὅτι οὐχ ἡ ἄνθρωποί ἐσμεν χαίρομεν ταῖς ποιητικαῖς αὐτῆς ἡδοναῖς, ἀλλ’ ᾗ ζῷα. ποιητικαὶ μὲν γὰρ αὐτῆς ἡδοναὶ αἱ δι’ ἁφῆς, αὗται δὲ κοιναὶ τοῖς ζῴοις. διὸ καὶ ἐπιφέρει· τὸ δὴ τούτοις χαίρειν καὶ μάλιστα ἀγαπᾶν θηριῶδες, δηλαδή· καὶ ἐπιφέρει, εἰλικρινῶς βουλόμενος δεῖξαι περὶ ποίας ἡδονάς ἐστιν ἡ ἀκολασία καὶ ἡ σωφροσύνη· οὐδὲ γὰρ περὶ τὰς δι’ ἁφῆς πάσας· περὶ γὰρ τὰς ἐν τοῖς γυμνασίοις διὰ τρίψεως καὶ θερμασίας γενομένας ἡδονάς, αἳ δὴ ἐλευθεριώταταί εἰσι τῶν δι’ ἁφῆς καὶ ἥκιστα κοιναὶ τοῖς ἄλλοις ζῴοις, οὐ γίνονται, ἀλλ· ὰ περί τινα μέρη. Ἑξῆς δὲ βουλόμενος τὰς τῶν ἀκολάστων διαφορὰς φανερὰς ποιῆσαι διαιρεῖ πρότερον τὰς ἐπιθυμίας αἷς ἀκολουθοῖεν ἂν καὶ ἡδοναί· καὶ ὅσα εἴδη ἐπιθυμίας, τοσαῦτα καὶ ἡδονῶν· ὥστ’ εἰ φανεῖεν αἱ ἡδοναί, δῆλα ἔσται καὶ τὰ τῶν ἀκολασιῶν εἴδη. ἄλλαι γὰρ περὶ ἄλλην ἡδονὴν ἀκολασίαι. τῶν δὴ ἐπιθυμιῶν αἱ μὲν κοιναί, αἱ δ’ ἴδιοι καὶ ἐπίθετοι· κοινὰς μὲν οὖν λέγει τὰς φυσικάς· αὗται δ’ εἰσίν, ὡς προελθὼν λέγει, ὧν ἐνδεεῖς ὄντες ὀρεγόμεθα ἀναπληρώσεως, οἷον ἡ τῆς ξηρᾶς τροφῆς ἐπιθυμία καὶ τῆς ὑγρᾶς. εἴη δ ἂν σὺν ταύταις καὶ ἡ τῆς εὐνῆς μάλιστα τοῖς ἡβῶσιν· ἰδίους δὲ καὶ ἐπιθέτους προσεπιμηχανᾶταί τινας ταῖς φυσικαῖς ἢ καὶ ὅλως παρὰ φύσιν· ἐπιθέτους δ’ αὐτὰς ὀνομάζει, δι’ ὃ πρόσκεινται καὶ οὐχ ὑπ’ αὐτῆς εἰσιν εἰσηγμέναι τῆς φύσεως· εἴη ἄν οὖν ἡ διαίρεσις τοιαύτη τῶν ἐπιθυμιῶν· αἱ μὲν φυσικαὶ αἱ δ’ ἴδιοι· τῶν δ’ ἰδίων αἱ μὲν ἐν τοῖς φυσικοῖς νοσηματικαί τινων, αἱ δὲ παντελῶς παρὰ φύσιν. τὸ μὲν οὗν κυρίως φυσικόν ἐστιν ἁπλῶς ὀρέγεσθαι πλησμονῆς σμονῆς τὸν ἐνδεᾶ· ἐν δὲ τούτῳ ἐφ’ ἕν φησιν ἁμαρτάνειν, ὅταν ὑπερεμπίπλασθαί τινος ὀρέγωνται οὐ πάντως πολυτελῶν βρωμάτων ἢ πομάτων ἐπιθυμουντες ἀλλ᾿ ἐνίοτε καὶ τῶν τυχόντων. ὀλίγοι δ’ εἰσὶν οἱ τοιοῦτοι καὶ ἀνδραποδωδέστατοι· καλοῦνται δὲ γάστριες. τῶν δ’ ἰδίων ἡδονῶν αἱ μέν εἰσιν, ὡς ἔφαμεν ἐν ταῖς φυσικῖς, οὐκ ἐπὶ τὸ πλέον οὖσαι ἀπλῶς· αὗται γὰρ εἴρηνται ὅτι ἐν αὐτῇ τῇ ὀρέξει τῆς πλησμονῆς οὐχ ὑπερβάλλουσιν, ἀλλὰ τῷ ἐπιτεταμένως εχειν περί τι καὶ σφοδρῶς, οἳ δὴ καὶ φιλοτοιοῦτοι λέγονται, οἷον φίλοινοι καὶ φιλογύναιοι καὶ φιλόψυχοι. διό φησι τὴν μὲν τῆς τροφῆς ὄρεξιν καὶ τῆς εὐνῆς φυσικὴν εἶναι, τὰς δὲ τοιάσδε ἢ τοιάσδε οὐκέτι παντὸς οὐδὲ τῶν αὐτῶν. οιο φαίνεται ἡμέτερον εἶναι· δηλονότι οἱ μὲν ἁπλῶς ὀρέγονται ἀναπληρώσεως, οὐδὲν περιεργαζόμενοι περὶ τὴν τροφήν, οἱ δὲ πάντως πολυτελοῦς γλίχονται καὶ περὶ τὴν πολυτέλειαν ἐπτόηνται ὄψων ἢ οἴνων. †οἵτινες ἤδη ἡμέτερον τὸ ἢ νενοσηκέναι πρὸς ταῦτα ἢ μή· ἀλλ’ ἔχειν γέ τί φησι φυσικὸν τὰς τοιαύτας· ἕτερα γ· ὰρ ἑτέροις ἡδέα καὶ ἐνίοις γε τὰ τυχόντα ἡδίω ἐστὶ τῶν πολυτελῶν. δῆλον δ’ ὅτι καὶ φύσει οἱ μὲν πρὸς τοὺς τοιούσδε ἡδέως ἔχουσι χυμούς, οἷον πρὸς τοὺς γλυκεῖς οἴνους ἢ αὐστηρούς. τοῦτο μὲν οὖν ἴσως φυσικόν, τὸ δ’ ἐπτοῆσθαι περί τι καὶ σφοδρῶς ἔχειν ἤδη ἡμέτερον, πρὸς ὃ νῦν ἐφ’ ἓν τὸ φυσικὸν ἔφησεν, εἰρημένων καὶ τούτων τῶν ἁμαρτιῶν ἐν τοῖς φυσικοῖς· ἢ ὅτι, ὥσπερ προείπομεν, φυσικὴ ἐπιθυμία ἐστὶ τῆς ἀναπληρώσεως· ἐν δὲ ταύτῃ τὸ ὑπερπληροῦσθαι ἁμάρτημα· αἱ δ᾿ ἐπιτεταμέναι †καὶ νοεῖν γάρ τι καὶ διαθέσεως περὶ ὃ ἤδη ἴδιοι εἶεν φυσικαὶ μέν, παρεκβαίνουσι δέ πὼς τὴν φύσιν τῷ ἴδιόν τι εἶδος παρέχειν ἐπιθυμιῶν. ὅτι δ’ οὕτως λέγει, προελθὼν σαφέστερον ποιεῖ· λέγει γὰρ περὶ τὰς ἰδίας τῶν ἡδονῶν πολλοὶ καὶ πολλαχῶς διαμαρτάνουσι. Τῶν γὰρ φιλοτοιούτων λεγομένων ἕως καὶ ὡς οὐχ οἱ πολλοί χαίρουσιν. ἐν γὰρ τούτοις δύο εἴδη ὑπογράφει τῶν ἰδίων ἡδονῶν, τὸ μὲν ἕτερον τῶν χαιρόντων οἷς μὴ δεῖ, ὃ καὶ παντελῶς παρὰ φύσιν ἐστὶν καὶ οὐδὲ ὀνομάζειν ἄξιον· τὰ εἴδη ταῦτα τῶν ἀκολάστων· πολλὰ γάρ ἐστιν ὑφ’ ἓν τὰ παρὰ φύσιν τῶν ἐπιθυμιῶν εἶδος τεταγμένων· ἄλλο δ’ ἐστὶ τὸ μᾶλλον ἢ ὡς οἱ πολλοὶ χαίρειν ὡς δεῖ· μέτρον μὲν οἱ πολλοί εἰσι· σχεδὸν γάρ τι οἱ πολλοὶ φέροντες ἐπὶ τὸ μὴ ὑπερβάλλειν ἐν ταῖς ἡδοναῖς, οὐ μὴν ἀκριβοῦσιν. οἱ μὲν οὗν ἀκόλαστοι μᾶλλον ἢ χεῖρον ἢ ὡς οἱ πολλοὶ χαίρουσιν, οἱ δὲ σώφρονες ἄμεινον τῶν πολλῶν· τὸ δὲ μὴ ὡς δεῖ ἢ ὡς δεῖ τοιοῦτόν ἐστιν, ὅτι ὡς οὐ δεῖ ποιοῦσι τὸ μᾶλλον ἢ ὡς δεῖ· ὥσπερ οὖν τῶν ἐπιθυμιῶν δύο τὰ ἀνωτάτω εἴδη, τὸ μὲν κοινόν, τὸ δ’ ἴδιον, τοῦ δ’ ἰδίου τὸ μὲν ἐν τοῖς κατὰ φύσιν, οὕτως καὶ τῶν ἡδονῶν τοσαῦτα ἄν εἴη εἴδη ἀκολασίας καὶ αὗται παρέχονται διττὸν εἶδος. ἢ γὰρ τῶν παρὰ φύσιν ἡδονῶν ἐφίενται ἢ ἐν τοῖς κατὰ φύσιν μᾶλλον ἢ δεῖ καὶ οὐχ ὡς δεῖ αἱ νοσηματικαὶ γίνονται· ὑπὸ δὲ ταῦτα εἴδη πλείω, φιλοψία, φιλοινία καὶ ὅσαι τοιαῦται. Ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ὅτι ἀκολασία, δῆλον, περὶ δὲ τὰς λύπας λέγεται εἶναι ἡ σωφροσύνη καὶ ἡ ἀκολασία οὐ τῷ ὑπομένειν καθάπερ ἀνδρεία, ἀλλ’ ὡς ἤδη προείρηται πολλάκις, τῷ μὴ λυπεῖσθαι μὲν τῇ ἀπουσίᾳ τῶν ἡδονῶν ὁ σώφρων λέγεται, τῷ δὲ λυπεῖσθαι ὁ ἀκόλαστος. λυπεῖται γάρ, ὥς φησιν, ἀποτυγχάνων, καὶ ἐπιθυμῶν δὲ λυπεῖται· πᾶσα γὰρ ἐπιθυμία μετὰ λύπης. ὁ γὰρ ἡδονῆς σφόδρα ἐπιθυμῶν σφόδρα λυπεῖται. θαυμαστῷ δ’ ἔοικε τὸ καὶ διὰ τὴν ἡδονὴν λυπεῖσθαι· ἔστι δ’ οὐ θαυμαστόν· οὐ γὰρ ἔχων τις ἡδονὴν ἤδη λυπεῖται ἀλλ’ ἐφιέμενος αὐτῆς καὶ ἡγούμενος αὑτὸν ἐνδεᾶ τῶν ἡδίστων εἶναι. οἱ δὲ περὶ τὰς ἡδονὰς ἐλλείποντες οὐ πάνυ γίνονται· οὔτε γὰρ ἀνθρωπικὴ οὔτε παντὸς ζῴου ἡ τοιαύτη ἀναισθησία. καὶ γὰρ τὰ ἄλλα ζῷα διακ· ρίνει τὸ ἐν τῇ τροφῇ ἡδὺ καὶ λυπηρόν. 〈εἰ δέ τῳ μὴ διαφέρει ἕτερον〉 ἑτέρου πρὸς ἡδονήν, ἀψύχῳ ἔοικεν. ἔστι δὲ ἀνώνυμος διὰ τὸ μηδὲ γίνεσθαι, καλεῖ δὲ αὐτὸν ἐνίοτε ἀναίσθητον. ὁ δὲ σώφρων μέσως ἔχει περὶ πάντα· οὔτε γὰρ χαίρει οἷς ὁ ἀκόλαστος (ὁ μὲν γὰρ ταῖς ὑπερβολαῖς ἡδονῶν ἥδεται, ὁ δὲ ταῖς ὑπερβολαῖς δυσχεραίνει), οὔτε δὲ ὅλως οἷς μὴ δεῖ χαίρει. τὰς μὲν γὰρ ἐν ταῖς φυσικαῖς ἡδοναῖς ἀμετρίας οὐ προσίεται, τῶν δὲ παρὰ φύσιν οὐδὲ ἀκούειν ἀνέχεται οὐδὲ ἐπιθυμεῖ· ἀλλ’ ἢ μετρίως τῶν ἀναγκαὶ καίων καὶ ὅσα πρὸς ὑγίειάν ἐστι καὶ εὐεξίαν φέροντα, τούτων ὀρέγεται, μετρίως δὲ καὶ οὐχ ὥστε παρὰ τὸ καλὸν αὐτῶν τινος ἐφίεσθαι οὐδ’ ὑπὲρ τὴν οὐσίαν· καὶ γὰρ τοῦτο οἰκεῖον τῷ σώφρονι μὴ ὑπὲρ τὴν οὐσίαν χρῆσθαι ταῖς ἡδοναῖς. Ἔστι μὲν οὖν καὶ ἡ δειλία καὶ ἡ ἀκολασία τῶν ἑκουσίων· τὴν μὲν γὰρ ἡδονὴν ἑκόντες αἱρούμεθα, ἡ δὲ ἀκολασία τῷ μὴ αἱρεῖσθαι ἃς μὴ δεῖ ἡδονάς. ὑπὲρ δὲ τῆς ἡδονῆς καὶ τῆς λύπης ἄκοντες ἐξελαυνόμεθα καὶ διωκόμεθα· τοιοῦτον δὲ καὶ ἡ δειλία. καὶ ἡ μὲν λύπη ἐξίστησι τῶν κατά φύσιν καὶ φθείρει πὼς τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν ἔχει τοιοῦτον, ὥς φησιν. ἐξίστανται μὲν οὖν τινες καὶ ὑπὸ τῶν ἡδονῶν ἀλλ’ οὐχ οὕτως ὥστε συγχεῖσθαι τὴν φυσικὴν κατάστασιν, ὅπερ δοκεῖ κατὰ τὴν ἀλγηδόνα μᾶλλον εἶναι καὶ τὸν πόνον· διὸ καὶ ἐπονειδιστότερον τόδε τοῦ ἧττον ἑκουσίου. ἔτι δὲ τὸ ἐθισθῆναι πρὸς τὸ κρατεῖν τῶν ἡδονῶν ῥᾴον’· ἀκίνδυνοι γὰρ οἱ εἰθισμένοι ὥστε ἐπονείδιστον εἰκότως μᾶλλον τὸ μὴ ἐθίσαι ἑαυτὸν πρὸς τὸ μὴ ἀντέχειν ταῖς ἡδοναῖς. ἢ τὸ μὴ ἐθίσαι πρὸς ὑπομονὴν τῶν φόβων. ἔχει δέ τινα καὶ ἄλλην ἐναντίωσιν τὰ κατὰ τὴν δειλίαν πρὸς τὰ κατὰ τὴν ἀκολασίαν. ἡ μὲν γὰρ δειλία αὐτὴ ἄλυπος· οὐ γὰρ ἄχθεται ὁ τὴν ἕξιν ἔχων αὐτήν, τὰ δὲ καθ’ ἕκαστον συμβαίνοντα ἐπ’ αὐτῇ λυπηρὰ καὶ δεινά. ἐξίστανται γὰρ ἐν τοῖς δεινοῖς καὶ φοβούμενοι ἀνιῶνται καὶ δεινῶς ἀσχημονοῦσιν· ἀνάπαλιν δὲ 〈τὰ κατὰ τὰς ἡδονάς· 〉διὸ καὶ ἑκούσια φαίνονται· ἐπιθυμοῦντι γὰρ καὶ ἡδομένῳ γίνεται. ἡ δ’ ἕξις λυπηρά· ἀνιῶνται γὰρ ἐπὶ τῇ ἀκολασίᾳ οἱ ἔχοντες αὐτὴν διὰ τὸ ἐπονείδιστον αὐτὴν σφόδρα εἶναι· διό φησιν οὐδεὶς γὰρ ἐπιθυμεῖ ἀκόλαστος εἶναι. Τὸ δ’ ὄνομα τῆς ἀκολασίας, ὥς φησι, φέρομεν καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας. λέγομεν γάρ τινας παῖδας ἀκολάστους, ὅσοι ἂν ἀπειθεῖς ὦσι τοῖς παιδαγωγοῖς καὶ πολλὰ ἁμαρτάνωσι παιδικὰ ἀμαρτήματα. πότερον δὲ ἀπὸ τῶν παίδων ἐπὶ τοὺς ἀκολάστους ἄνδρας τὸ ὄνομα μετενήνεκται ἢ ἐνάπαλιν, οὐδ· έν φησι διαφέρειν πρὸς τὸν νῦν λόγιον. δῆλον δ᾿ ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου ὠνόμασται. ἀπὸ δὲ τούτου, ἔστι μέν πὼς εἰπεῖν, ἀπὸ τοῦ ἀκολάστου παιδὸς ἐπὶ τὸν ἄνδρα μετενήνεκται· πρότερον γὰρ τοῦ ἀνδρός· ἔστι δέ πὼς εἰπεῖν ἀπὸ τοῦ ἀνδρὸς ἐπὶ τὸν παῖδα· ἀπλῶς γὰρ πρότερον τὸ τελειότερον τοῦ ἀτελοῦς· τελειότερον δ’ ὁ ἀνήρ. διαφέρει δ’ οὐδὲν ὁπότερον οὖν ἀφ’ ὁποτέρου μετενήνεκται, ἀλλ᾿ ἔχει πολλὴν ὁμοιότητα. κεκολάσθαι μὲν γὰρ δεῖ πᾶν τὸ τῶν αἰσχρῶν ὀρεγόμενον καὶ πολλὴν ἔχον αὔξησιν· τοιοῦτον δὲ ἡ ἐπιθυμία· ὀρέγεται γὰρ πολλάκις τῶν αἰσχρῶν, κἄν μὴ κωλύηται ἐπιθυμίαν γὰρ ζῶσι καὶ τὰ παιδία καὶ πολλὴν ἐπίδοσιν ἔχουσι πρὸς ἑκάτερα, πρός τε τὸ εὖ, ἄν κολάζηται, καὶ πρὸς τὸ ἐναντίον, ἄν μένῃ ἀκόλαστα· καὶ πολλὴ ἐν τοῖς παισὶν ἡ τὸ ὖ ἡδέος ὄρεξις. δεῖ οὖν ἔν τε τῷ παιδὶ εὐπειθῆ εἶναι τὴν ἐπιθυμίαν τῶν ἀρχομένων ὑπὸ παιδαγωγῶν ἢ διδακάλων· οἰκεῖον γὰρ ἔχει λόγον· ἐν τε τῷ ἀνδρὶ δεῖ τὸ ἐπιθυμητικὸν ὡς ὑπὸ παιδαγωγῷ λόγον ἔχοντι τετάχθαι. καὶ ταύτῃ οὖν ἔοικεν ἡ κατὰ τοὺς παῖδας ἀκολαστότης τῇ κατὰ τοὺς ἄνδρας· ἐν ἀμφοτέροις γὰρ τῷ ἄρχοντι ἀπειθεῖ τὸ ἐπιθυμητικόν· δεῖ δ’ εὐπειθεῖς εἶναι καὶ ὑπὸ τὸ ἄρχον τετάχθαι· εἰ δὲ μή, ἐπὶ πολὺ προέρχεται οὕτως ὥστ’ ἐνίοτε ἐν τοῖς ἀνδράσι τὸν λογισμὸν ἐκκρούουσι, τουτέστιν ἄχρηστον ποιοῦσιν, αἱ σφοδραὶ καὶ πολλαὶ ἐπιθυμίαι· δεῖ δ’ αὐτὰς μετρίας εἶναι καὶ τῷ λόγῳ μὴ ἐναντιοῦσθαι. τοῦτο γάρ ἐστι τὸ κεκολάσθαι καὶ τὸν μὲν παῖδα κατὰ τὸ πρόσταγμα τοῦ παιδαγωγοῦ ζῆν, τὸν δὲ ἄνδρα κατὰ τὸ πρόσταγμα τοῦ λόγου. τοῦ δὴ σώφρονος τὸ ἐπιθυμητικὸν σύμφωνόν ἐστι τῷ λόγῳ καὶ οὐ καταδυναστευόμενον ἄγεται ὥσπερ τὸ τοῦ ἐγκρατοῦς, ἀλλ’ οὕτω πεπαίδευται, ὥστε ἐπιθυμεῖν ὧν δεῖ καὶ ὅσα κατὰ τοὺς ἄλλους διορισμούς· οὕτω δὲ καὶ ὁ λόγος τάττεται.