Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 1
Athanasius Alexandrinus, Apologia ad Constantium 1.1
Not analysed yet
Ἐκ πολλῶν ἐτῶν ὄντα σε Χριστιανὸν καὶ ἐκ προγόνων φιλόθεον ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ νῦν ἀπολογοῦμαι. τοῖς γὰρ τοῦ μακαρίου Παύλου λόγοις χρώμενος αὐτόν σοι πρεσβευτὴν ὑπὲρ ἐμαυτοῦ ποιοῦμαι εἰδὼς αὐτὸν μὲν κήρυκα τῆς ἀληθείας, σὲ δὲ τῶν αὐτοῦ ῥημάτων φιλήκοον, θεοφιλέστατε Αὔγουστε.