Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 1
Athanasius Alexandrinus, Apologia ad Constantium 1.2
Not analysed yet
περὶ μὲν οὖν τῶν ἐκκλησιαστικῶν καὶ τῆς κατ’ ἐμοῦ γενομένης συσκευῆς αὐτάρκη τὰ γραφέντα παρὰ τῶν τοσούτων ἐπισκόπων μαρτυρῆσαι τῇ σῇ εὐλαβείᾳ, ἱκανὰ δὲ καὶ τὰ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντος δεῖξαι πᾶσιν, ὅτι μηδέν, ὧν ἐπέστησαν καθ’ ἡμῶν, εἶχεν ἀληθές τι. τί γὰρ τοσοῦτον ἄλλοι δύνανται μαρτυρεῖν, ὅσον οὗτοι γράφοντες εἰρήκασιν· ἐψευσάμεθα, ἐπλασάμεθα καὶ πάντα τὰ κατὰ Ἀθανασίου συκοφαντίας γέμει.