Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 10
Athanasius Alexandrinus, Apologia ad Constantium 10.1
Not analysed yet
Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους ἔγραψα αὐτῷ καὶ οὐ μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας καὶ τὸν μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δὲ τὸν ἀδελφὸν ὄντα καὶ ἐκδικοῦντα τὸν ἐκείνου θάνατον ἐλυπούμην; ἀλλ’ ἐκείνου μὲν τῆς παρανομίας ἐμνημόνευον, τῆς δὲ σῆς εὐεργεσίας ἐπελανθανόμην, ἣν καὶ μετὰ θάνατον τοῦ μακαρίτου τοιαύτην ἔσεσθαι περὶ ἐμὲ οἵα ἦν καὶ περιόντος ἐκείνου διὰ γραμμάτων δηλῶσαι κατηξίωσας;