Ancient Greek · ~4 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 9
Athanasius Alexandrinus, Apologia ad Constantium 9
Not analysed yet
Ἐγὼ μὲν οὖν ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν ἀπολογούμενον ἀπορῶ καὶ μόνον ἐμαυτοῦ μυρίους καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τις εἰς ἐμὲ περὶ τούτου γένηται. σοὶ δέ, φιλάληθες βασιλεῦ, θαρρῶν ἀπολογοῦμαι. παρακαλῶ, καθὰ προεῖπον, ἐξέταζε καὶ μάλιστα μάρτυρας ἔχων τοὺς ἀποσταλέντας ποτὲ παρ’ ἐκείνου πρὸς μὲ πρέσβεις· εἰσὶ δὲ Σαρβάτιος καὶ Μάξιμος οἱ ἐπίσκοποι καὶ οἱ σὺν αὐτοῖς καὶ Κλημέντιος καὶ Βάλης. μάθε, παρακαλῶ, εἰ γράμματά μοι κεκομίκασιν. ταῦτα γὰρ παρεῖχε πρόφασιν κἀμοὶ τοῦ γράφειν ἐκείνῳ. εἰ δὲ μὴ ἔγραψε μηδὲ ἐγίνωσκέ με, πῶς ἔγραφον ἐγὼ μὴ ἐπιστάμενος αὐτόν; ἐρώτησον, εἰ μὴ ἑωρακὼς τοὺς περὶ Κλημέντιον ἐμνήσθην τοῦ τῆς μακαρίας μνήμης Κώνσταντος καὶ κατὰ τὸ γεγραμμένον ἐν δάκρυσί μου τὰ ἱμάτια διέβρεχον ἐνθυμούμενος τὴν φιλανθρωπίαν καὶ τὴν φιλόχριστον αὐτοῦ ψυχήν. μάθε, πῶς ἀκούσας περὶ τῆς ὠμότητος τοῦ θηρίου καὶ ἰδὼν τοὺς περὶ Βάλεντα διὰ τῆς Λιβύης ἐλθόντας ἐφοβούμην, μὴ κἀκεῖνος περάσαι τολμήσῃ καὶ ὡς λῃστὴς φονεύσῃ τοὺς ἀγαπῶντας καὶ μνημονεύοντας τοῦ μακαρίτου ὧν ἐμαυτὸν οὐδενὸς εἶναι δεύτερον τίθημι.