Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 12
Athanasius Alexandrinus, Apologia ad Constantium 12.3
Not analysed yet
οὐκοῦν ὅλως ἐρώτησον –μαθέτωσαν οἱ κατειρηκότες, ὅτι σοι μέλει περὶ τῆς ἀληθείας μαθεῖν –,καὶ οἶμαι καὶ τῷ χρώματι τοῦ προσώπου δείξουσι τὴν συκοφαντίαν. τοῦτο γὰρ τοῦ συνειδότος ἔλεγχός ἐστι καὶ γέγραπται· καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. οὕτω τοὺς μὲν ἐπιβουλεύσαντας τῷ Ἰωσὴφ ἡ συνείδησις ἤλεγξε, τοῦ δὲ Λάβαν ἡ κατὰ τοῦ Ἰακὼβ πονηρία ἐκ τοῦ προσώπου δέδεικται.