Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 12
Athanasius Alexandrinus, Apologia ad Constantium 12.2
Not analysed yet
δέσποτα παντοκράτορ, βασιλεῦ τῶν αἰώνων, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺ διὰ τοῦ σοῦ λόγου τὴν βασιλείαν ταύτην τῷ σῷ θεράποντι Κωνσταντίῳ δέδωκας, σὺ λάμψον εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα γνοὺς τὴν καθ’ ἡμῶν συκοφαντίαν εὐμενῶς μὲν αὐτὸς δέξηται τὴν ἀπολογίαν, πάντας δὲ ποιήσῃ γνῶναι, ὅτι αἱ ἀκοαὶ αὐτοῦ ἠσφαλίσθησαν ἐν ἀληθείᾳ καὶ κατὰ τὸ γεγραμμένον μόνα βασιλεῖ δεκτὰ χείλη δίκαιά ἐστιν. οὕτω γὰρ καὶ κατορθοῦσθαι τὸν θρόνον τῆς βασιλείας διὰ Σολομῶντος λεχθῆναι πεποίηκας.