Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 13
Athanasius Alexandrinus, Apologia ad Constantium 13.3
Not analysed yet
ἀλλ’ ἐξέτασον διὰ τὴν ἀλήθειαν καί, ὥσπερ γέγραπται, ἐρευνῶν ἐρεύνησον παρόντων ἡμῶν, πόθεν ταῦτα λέγουσιν ἢ πόθεν ηὑρέθη τὰ γράμματα. ἀλλ’ οὔτε τῶν ἡμετέρων τις ἐλεγχθήσεται οὔτε τῶν ἐκείνου φήσειεν ἄν τις· πέπλασται γάρ. καὶ πλέον οὐδὲν τάχα προσήκει ζητεῖν· οὐδὲ γὰρ βούλονται, ἵνα μὴ καὶ ὁ ταύτας γράψας ἐξ ἀνάγκης εὑρεθῇ. ἴσασι γὰρ αὐτὸν οἱ διάβολοι μόνοι καὶ ἄλλος οὐδείς.