Ancient Greek · ~4 min
14.1 to 14.4
Athanasius Alexandrinus, Apologia ad Constantium 14.1-4
Not analysed yet
Ἐπειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρήκασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν τελειωθῆναι, φέρε καὶ περὶ τούτου πάλιν ἀπολογήσομαι τῇ σῇ εὐσεβείᾳ. εἰς ταῦτα γὰρ ἡμᾶς ἕλκουσιν οἱ φιλέχθρως διακείμενοι πρὸς ἡμᾶς. ναὶ γέγονεν, ὁμολογῶ· καὶ γὰρ καὶ τὰ πρῶτα λέγων οὐκ ἐψευσάμην καὶ τοῦτο νῦν οὐκ ἀρνήσομαι. ἀλλ’ ἄλλως πάλιν ἢ ὡς αὐτοὶ κατειρήκασίν ἐστι τὸ πρᾶγμα, καί μοι συγχώρησον εἰπεῖν· οὐκ ἐγκαινίων ἡμέραν ἐπετελέσαμεν, θεοσεβέστατε Αὔγουστε, –τοῦτο γὰρ ἀθέμιτον ἦν ἀληθῶς πρὸ τῆς σῆς προστάξεως ποιῆσαι –οὐδὲ ἐκ παρασκευῆς εἰς τοῦτο παρήλθομεν οὐδὲ ἐπίσκοπός τις οὐδὲ ἄλλος κληρικὸς εἰς τοῦτο κέκληται –ἔλειπε δὲ πολλὰ καὶ τῷ ἔργῳ –,ἀλλ’ οὐδὲ ἐκ παραγγελίας γέγονεν ἡ σύναξις, ἵνα πρόφασιν εὕρωσιν οὗτοι τοῦ κατειπεῖν. ἀλλὰ τὸ γενόμενον ἴσασι πάντες, ἄκουσον δὲ ὅμως τῇ σαυτοῦ ἐπιεικείᾳ καὶ μακροθυμίᾳ. ἑορτὴ μὲν γὰρ ἦν τὸ πάσχα, ὁ δὲ λαὸς πάνυ πολὺς καὶ τοσοῦτος ἦν, ὅσον ἂν εὔξαιντο κατὰ πόλιν εἶναι Χριστιανῶν φιλόχριστοι βασιλεῖς.