Ancient Greek · ~3 min
17.6 to 17.8
Athanasius Alexandrinus, Apologia ad Constantium 17.6-8
Not analysed yet
πῶς ἂν ὁ κατήγορος ἐφλυάρησε τότε, πῶς ἂν ἦν πιθανὸς λέγων· ἐξουθένησέ σου τὸν τόπον· παρὰ γνώμην ἐστὶν αὐτοῦ τὸ γινόμενον· ἐγέλασε παρερχόμενος· ἔδειξε τὴν ἔρημον πληροῦσαν τοῦ τόπου τὴν χρείαν· θέλοντας εὔξασθαι τοὺς λαοὺς κεκώλυκε. ταῦτα ἤθελεν εἰπεῖν, ταῦτα ἐζήτει. καὶ μὴ εὑρὼν ἄχθεται καὶ λοιπὸν λόγους πλάττει. ταῦτα γὰρ εἰ ἔλεγεν, ἐδυσώπει κἀμέ, ὥσπερ νῦν ἀδικεῖ τὸν διαβόλου τρόπον ἀναλαβὼν καὶ παρατηρούμενος τοὺς προσευχομένους. διὸ καὶ ἐσφάλη παραναγνοὺς τὸ τοῦ Δανιήλ· ἐνόμισε γὰρ ὁ ἀμαθής, ὅτι καὶ ἐπὶ σοῦ τὰ τῶν Βαβυλωνίων κρατεῖ, καὶ οὐκ ἔγνω, ὅτι φίλος εἶ τοῦ μακαρίου Δανιὴλ καὶ τὸν αὐτὸν αὐτῷ θεὸν προσκυνεῖς καὶ οὐ κωλύεις, ἀλλὰ θέλεις πάντας εὔχεσθαι εἰδὼς ὅτι πάντων ἐστὶν εὐχὴ σώζεσθαί σε καὶ βασιλεύειν ἐν εἰρήνῃ διαπαντός.