Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 17
Athanasius Alexandrinus, Apologia ad Constantium 17.5
Not analysed yet
ὦ δέσποτα καὶ ἀληθῶς βασιλεῦ τῶν βασιλευόντων Χριστέ, υἱὲ τοῦ θεοῦ μονογενές, λόγε καὶ σοφία τοῦ πατρός, ἐπειδὴ τὴν σὴν φιλανθρωπίαν ὁ λαὸς ηὔξατο καὶ διὰ σοῦ τὸν σὸν πατέρα τὸν ἐπὶ πάντων θεὸν παρεκάλεσε περὶ τῆς σωτηρίας τοῦ σοῦ θεράποντος τοῦ εὐσεβεστάτου Κωνσταντίου, κατηγοροῦμαι. ἀλλὰ τῇ σῇ ἀγαθότητι χάρις, ὅτι διὰ τοῦτο καὶ ἐν τοῖς σοῖς νόμοις διαβέβλημαι. μειζόνως γὰρ ἂν διεβλήθην καὶ ἦν ἀληθῶς ἔγκλημα, εἰ τὸν ᾠκοδόμησε τόπον ὁ βασιλεὺς παρηρχόμεθα καὶ τὴν ἔρημον ἐζητοῦμεν εἰς εὐχήν.